1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

238

σύγκλητον ἐφιλοτιμήσατο. τῶν δὲ ἀναιρεθέντων ἐν Βουλγαρίᾳ θεματικῶν στρατιωτῶν ταῖς γυναιξὶ εʹ τάλαντα χρυσίου ἐδωρήσατο, τὴν δὲ γαμετὴν Σταυρακίου Θεοφανὼ κατεπλούτισε μονάσασαν καὶ τοὺς συγγενεῖς αὐτῆς οἰκτρῶς ζήσαντας ἐπὶ Νικηφόρου, ἐν οἷς καὶ ἐπίσημον οἶκον εἰς μοναστήριον, τὰ Ἑβραϊκὰ λεγόμενον, αὐτῇ παρέσχεν, ἔνθα Σταυράκιος ἐτάφη. πάντας δὲ τοὺς πατρικίους καὶ συγκλητικούς, ἀρχιερεῖς τε καὶ ἱερεῖς καὶ μοναχούς, στρατευομένους τε καὶ πτωχούς, τούς τε κατὰ τὴν βασιλίδα πόλιν καὶ ἐν τοῖς θέμασι κατεπλούτισεν, ὥστε τὴν ἄμετρον φιλαργυρίαν Νικηφόρου, δι' ἣν καὶ κακῶς ὤλετο, ἐν ὀλίγαις ἡμέραις ἀφανισθῆναι. πρὸς δὲ τοῖς πολλοῖς καὶ καλλίστοις αὐτοῦ τρόποις εὐσεβὴς καὶ ὀρθοδοξότατος ὢν ἐλυπεῖτο ἐπὶ τοῖς ἀποσχίζουσι τῆς ἁγίας ἐκκλησίας ἐφ' οἵᾳ δήποτε προφάσει εὐλόγῳ ἢ ἀλόγῳ, πολλά τε τὸν ἁγιώτατον πατριάρχην καὶ τοὺς δυναμένους συντρέχειν τῇ κοινῇ εἰρήνῃ παρακαλῶν οὐκ ἐπαύετο. ἐν οἷς καὶ Θεόδωρον, τὸν ἡγούμενον τῶν Στουδίου, καὶ Πλάτωνα καὶ Ἰωσήφ, ἀρχιεπίσκοπον Θεσσαλονίκης, ἀδελφὸν Θεοδώρου, ἐν φυλακαῖς πικραῖς συνεχομένους μετὰ καὶ τῶν προυχόντων τῆς κατ' αὐτοὺς μονῆς ἔσπευδεν ἑνωθῆναι, ὃ καὶ πεποίηκεν. ἀπέστειλε δὲ καὶ πρὸς Κάρουλον, βασιλέα τῶν Φράγγων, περὶ εἰρήνης καὶ συναλλαγῆς εἰς Θεοφύλακτον, τὸν υἱὸν αὐτοῦ, καὶ Νικηφόρος ὁ ἁγιώτατος πατριάρχης ἀπέστειλε συνοδικὰ [γράμματα] πρὸς Λέοντα τὸν ἁγιώτατον πάπαν Ῥώμης· πρὸ τούτου γὰρ ἐκωλύετο ὑπὸ Νικηφόρου τοῦτο ποιῆσαι. τῇ δὲ κεʹ τοῦ ∆εκεμβρίου μηνὸς τῆς εʹ ἰνδικτιῶνος Μιχαὴλ ὁ γαληνότατος ἔστεψε Θεοφύλακτον, τὸν υἱὸν αὐτοῦ, εἰς βασιλέα ὑπὸ Νικηφόρου πατριάρχου ἐν τῷ ἄμβωνι τῆς μεγάλης ἐκκλησίας, ἡμέρᾳ εʹ τῆς ἑβδομάδος, καὶ προσήγαγε πολυτελῆ κόσμον τῷ ἁγίῳ θυσιαστηρίῳ ἐν σκεύεσι χρυσοῦ διαλίθοις καὶ τετραβήλοις ἀρχαιοτεύκτοις ἐκ χρυσοῦ καὶ πορφύρας λαμπρῶς καθυφασμένοις καὶ θαυμασταῖς ἁγίαις εἰκόσι πεποικιλμένοις. ἐδωρήσατο δὲ καὶ τῷ πατριάρχῃ χρυσίου λίτρας κεʹ, καὶ τῷ εὐαγεῖ κλήρῳ λίτρας ρʹ φαιδρύνας τὴν ἁγίαν ἑορτὴν καὶ τὴν τοῦ παιδὸς ἀναγόρευσιν. ζήλῳ 495 δὲ θεοῦ πολλῷ κινηθεὶς ὁ εὐσεβέστατος βασιλεὺς κατὰ Μανιχαίων, τῶν νῦν Παυλικιάνων, καὶ Ἀθιγγάνων τῶν ἐν Φρυγίᾳ καὶ Λυκαονίᾳ, κεφαλικὴν τιμωρίαν ἀποφηνάμενος ταῖς Νικηφόρου, τοῦ ἁγιωτάτου πατριάρχου, καὶ ἄλλων εὐσεβῶν εἰσηγήσεσιν ἀνετράπη δι' ἑτέρων κακοτρόπων συμβούλων προφάσει μετανοίας, ὅπερ ἦν ἀδύνατον τοὺς τῇ πλάνῃ ἐκείνῃ ἑαλωκότας μετανοῆσαι. ἐδογμάτιζον δὲ ἀμαθῶς μὴ ἐξεῖναι ἱερεῦσιν ἀποφαίνεσθαι κατὰ ἀσεβῶν θάνατον, κατὰ πάντα ταῖς θείαις γραφαῖς ἐναντιούμενοι περὶ τούτου. εἰ γὰρ Πέτρος μὲν ὁ κορυφαῖος Ἀνανίαν καὶ Σάπφειραν ἐπὶ ψεύσματι μόνῳ τεθανάτωκεν, Παῦλος δὲ ὁ μέγας βοᾷ λέγων, ὅτι "οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν," καὶ ταῦτα περὶ σωματικῆς μόνης ἁμαρτίας· πῶς οὐκ ἐναντίοι αὐτῶν εἶεν οἱ τοὺς πάσης ψυχικῆς καὶ σωματικῆς ἀκαθαρσίας ἐμπλέους καὶ δαιμόνων λάτριας ὑπάρχοντας λυτρούμενοι τοῦ ξίφους; ἀλλ' ὁ εὐσεβὴς βασιλεὺς Μιχαὴλ οὐκ ὀλίγους αὐτῶν ἀπέτεμεν. Σταυράκιος δὲ ἑλκωθεὶς ἐκ τῆς καιρίας πληγῆς τὰ περὶ τὴν ῥάχιν, ὡς μὴ δύνασθαί τινα προσεγγίζειν αὐτῷ διὰ τὴν πολλὴν δυσωδίαν, τέθνηκε τῇ ιαʹ τοῦ Ἰαννουαρίου μηνὸς τῆς εʹ ἰνδικτιῶνος, βασιλεύσας, τὸ δοκεῖν, μῆνας βʹ ἡμέρας ʹ. τῇ δὲ ιδʹ τοῦ Μαΐου μηνός, ἡμέρᾳ ʹ, ἔκλειψις ἡλιακὴ γέγονε μεγάλη ἐπὶ ὥρας τρεῖς ἥμισυ, ἀπὸ ηʹ ὥρας ἕως ὥρας ιαʹ. καὶ τῇ ζʹ τοῦ Ἰουνίου μηνὸς ἐξῆλθε Μιχαὴλ κατὰ Βουλγάρων, συνεξελθούσης αὐτῷ καὶ Προκοπίας ἕως Τζουρουλοῦ. τοῦ δὲ Βουλγάρων ἀρχηγοῦ Κρούμμου ἑλόντος τὴν ∆εβελτὸν πολιορκίᾳ καὶ τοὺς ἐν αὐτῇ σὺν τῷ ἐπισκόπῳ μετοικίσαντος προσρυέντας αὐτῷ, διὰ πολλὴν κακοβουλίαν τῶν παρασυμβούλων τοῦ βασιλέως εἰς ἐπιβουλὴν ἐτράπησαν καὶ ὕβρεις τὰ πλήθη μάλιστα τοῦ Ὀψικίου καὶ τῶν Θρᾳκησίων, οὓς κατευνάσας Μιχαὴλ δωρεαῖς καὶ παραινέσεσι κατεσίγησεν.