ἐὰν οἱ ἵπποι παρεκινοῦντο. οὐκ ἂν δὲ οὐδὲ ὁ ποιητὴς τὸ οὕτω καινόσχημον τῆς παρατάξεως ἀφῆκεν ἀνεπισήμαντον καὶ παντελῶς ἀσαφές. Ὁ δέ γε, ὡς εἴρηται, βληθεὶς Κλεῖτος ἡνίοχος ἀνοήτως ἢ ἀπρονοήτως, οἷα εἰκός, ὧδε καὶ ἐκεῖ φερόμενος καὶ κατὰ τὸν ποιητὴν Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος καὶ θέλων μόνος αὐτὸς καὶ τὰ τοῦ παραιβάτου ἐνεργεῖν, κατὰ τύχην οὕτω ἐκ τῶν ὄπισθεν ἐν τοῖς πολυειδέσιν ἐξελιγμοῖς βέβληται. (ῃ. 388 ς.) Τὰ δὲ μακρὰ ξυστὰ ἑρμηνεύων ὁ ποιητής, ἃ δὴ καὶ δολιχὰ λέγοιτο ἄν, ὡς δηλοῖ μετ' ὀλίγα τὸ «ἑλὼν δολιχὸν δόρυ», φησὶ «τά ῥά σφιν ἐπὶ νηυσὶν ἔκειτο ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ», ἤγουν ἐνδεδυμένα, κεκαλυμμένα. ∆ηλοῖ δὲ οὕτω τὰ οὐκ ἀμφίγυα, ὁποῖα εἶχον ἀνωτέρω προσεχῶς οἱ ἱππόται Τρῶες, σιδηρούμενα ἑκατέρωθεν, ἀλλ' ἐξ ἑνὸς μέρους ἔχοντα σίδηρον. τὰ γὰρ ἀμφίγυα προδεδήλωται ἀμφοτέρωθεν ἔχειν. διὸ καὶ ῥᾳδίως εἰς γῆν ἐπήγνυντο. Τὸ δὲ «ἐπὶ νηυσὶν ἔκειτο» μεμελετῆσθαι παραινεῖ καὶ τὰ τοιαῦτα τοῖς πολεμικοῖς κατὰ τὸ «οἴκοι βέλτερον εἶναι». Τὸ δὲ «ναύμαχα» ὡς τὸ θαύματα προπαροξυτόνως. ἐξαιρέτως γὰρ τὰ παρὰ ῥῆμα οὐδέτερα σύνθετα μονογενῆ εἰς ˉοˉν λήγοντα προπαροξύνονται, οἷον χειρόγραφον, ἀκρατόφορον, χαρτότομον. οὕτω φασὶ καὶ ναύμαχον. καὶ ναυμάχος μὲν ἀνὴρ παροξυτόνως ὡς παμφάγος, καθ' ὁμοιότητα τοῦ μονομάχος, ὡς Εὐριπίδης Φοινίσσαις «μονομάχον ἐπὶ φρένα ἠλθέτην». Ναύμαχον δὲ δόρυ παρὰ τὴν μάχην, ὡς ἱππόκομος κόρυς παρὰ τὴν κόμην. Τὸ δὲ «κολλήεντα» καὶ τὸ «μακροῖς ξυστοῖς» αὐτὸς Ὅμηρος ἑρμηνεύων ἐν τοῖς ἑξῆς ἐρεῖ «κολλητὸν βλήτροισιν», ὅ ἐστι συμβολαῖς, «δύω καὶ εἰκοσίπηχυ» καὶ διὰ τοῦτο μακρόν, ὁποῖον καὶ ὁ Αἴας ἔχειν ἱστορηθήσεται ἀναστέλλων καὶ ἀνείργων τοὺς Τρῶας, 3.746 διπλάσιον ὂν ἤπερ τὸ ἁπλῶς πολεμικὸν ἔγχος. ἐκεῖνο γὰρ ἑνδεκάπηχυ, ὥς που καὶ ὁ ποιητὴς ἐπισημαίνεται. Τελείαν δὲ στικτέον εἰς τὸ «βλήτροις», ἵνα μὴ εὐθὺς ἐπαγόμενον τὸ δύω συγχέῃ τὸν ἀκροατήν, ὡς δύω τῶν βλήτρων ὄντων. Ὅρα δὲ ὅτι κολλητὸν εἶπε τὸ ἁπλῶς συμβεβλημένον. Ἔτι ὅρα καὶ τὸ «ναύμαχα», δι' οὗ ναυμαχίας διάθεσις ἐμφαίνεται ἄρτι κατὰ χέρσον συνίστασθαι, ἣν εἰκός, φασίν, ἀπὸ Μίνωος πεπολιτεῦθαι παρ' Ἕλλησι. μᾶλλον μὲν οὖν πεζομαχίᾳ ναυμαχίαν ὁ ποιητὴς ἐνταῦθα συγκιρνᾷ, διὸ χώραν ἔχει καὶ τὰ ἀμφίγυα καὶ τὰ ναύμαχα. [Ἰστέον δὲ ὅτι τῶν τοιούτων ὀνομάτων ἀρέσκει τοῖς παλαιοῖς, ὅσα μὲν ἐκ τοῦ μάχη πεποίηται, προπαροξύνειν τὸ τέλος, οἷον «φιλόμαχον γένος», σύμμαχος, πρωτόμαχος, ἀντίμαχος, ἐπίμαχος, οὕτω γοῦν καὶ ναύμαχος αἰχμὴ καὶ ἀκολούθως δόρυ ναύμαχον, ὅσα δ' ἐκ τοῦ μάχεσθαι σύγκειται, παροξύνεσθαι, πυγμάχος, ναυμάχος, ὁπλομάχος, τειχομάχος, πυργομάχος, μονομάχος. Ἐν δὲ τῷ «κατὰ στόμα εἱμένα χαλκῷ» ἐνθυμητέον τὸ «ἀναιδείην ἐπιειμένε», ἤγουν ἐνδεδυμένε δίκην χαλκέου στομώματος τὴν ἀναίδειαν. στόμα γὰρ εἰπεῖν καὶ στόμωμα εἰς ταὐτόν ποτε ἄγεται παρὰ τοῖς μεθ' Ὅμηρον ῥήτορσι. δεξιώτερον δὲ τὸ εἰπεῖν δόρατα κεκορυθμένα χαλκῷ ἤπερ τὸ εἱμένα χαλκῷ.] (ῃ. 390-8) Ὅτι ἕως μὲν ὁ στρατὸς ἔκτοθι τείχεος καὶ νηῶν ἐμάχοντο, τόφρα Πάτροκλος «ἐνὶ κλησίῃ ἀγαπήνορος Εὐρυπύλοιο ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δ' ἕλκεϊ λυγρῷ φάρμακα», ὡς καὶ πρὸ τούτου ἀκήματα, «ἔπασσε μελαινάων ὀδυνάων. αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους», ἤγουν ἐπελθόντας τῷ τείχει, «ἐνόησε Τρῶας, ἀτὰρ ∆αναῶν γένετ' ἰαχή τε φόβος τε, ᾤμωξέν τ' ἂρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρώ», ὡς καὶ ὁ Ἄρης πρὸ ὀλίγου, «χερσὶ καταπρηνέεσσι» καὶ ὠλοφύρατο καὶ οὐκέτι παραμένειν θέλει, ἀλλὰ τοῦ κοινοῦ κινδύνου ἐν δευτέρῳ θέμενος τὸ καθ' ἕνα λυπηρόν, καὶ εἰπὼν πρὸς Εὐρύπυλον, ὃ δὴ ἀνὴρ εἴποι ἂν μὴ ἔχων παρακαθῆσθαί τινι ἀλλὰ σπεύδων ἀμῦναί τισιν, ἤγουν τὸ (ῃ. 399-402) «οὐκ ἔτι τοι δύναμαι χατέοντί περ ἔμπης ἐνθάδε παραμενέμεν. δὴ γὰρ μέγα νεῖκος ὄρωρεν», ἐπάγει «ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὸς δὲ εἰς Ἀχιλλέα», φησί, «σπεύσομαι, ἵνα ὀτρύνω πολεμίζειν». (ῃ. 403 ς.) Ἐφ' οἷς τὸν τοῦ διδασκάλου Νέστορος ἔφη λόγον, εἰπὼν «τίς δ' οἶδεν εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω» καὶ τὸ