239
μὲν πρὸς τῇ δοκούσῃ πρὸς ἐκείνην εὐνοίᾳ, καὶ ἱερωσύνῃ τῇ μεγίστῃ τετιμημένου καὶ μὴ ἄν ποτε ψεύσασθαι ὑποπτευθέντος· τοῦ ἑτέρου δὲ μὴ τοσοῦτον ἂν εἰς ἀπονοίας βάραθρον ἐληλακέναι δόξαντος, εἰ μὴ τοιαῦτα τῷ γαμβρῷ συνῄδει ἀληθῶς, ὥσθ' ἑκοντὶ τὴν θυγατρὸς αἱρεῖσθαι κακοπραγίαν, καταψευδόμενον τοσαῦτα. ἐπεὶ δὲ ἐψηφίσαντο κοινῇ, γενομένων ἐν βασιλείοις τῶν εἰρημένων, ὁ πατριάρχης λόγου ἥπτετο πρῶτος πρὸς τὴν βασιλίδα, «τὴν μὲν περὶ ἐμὲ τοῦ μεγάλου δομεστίκου» φάσκων «εὐμένειαν καὶ σπουδὴν εὐθὺς ἐξαρχῆς, καὶ ὡς ἐκ φαύλης τύχης καὶ πολλῆς ἀφανείας εἰς τοῦτο δι' ἐκείνου δόξης καὶ λαμπρότητος προῆγμαι, δι' ἃ πολλὰς αὐτῷ χάριτας ὀφείλειν ὁμολογῶ δίκαιος εἶναι, πάντες μὲν ἂν εἰδεῖεν Ῥωμαῖοι, μάλιστα δὲ σύ. ἄχρι μὲν οὖν αὐτὸν ἑώρων ὀρθοῖς καὶ δικαίοις χρώμενον λογισμοῖς καὶ τὴν εὔνοιαν καὶ τὴν πίστιν ἄδολον ὑμῖν τηροῦντα καὶ καθαρὰν τοῖς βασιλεῦσι, δεῖν ἐνόμιζον καὶ αὐτὸς ὡς γνησιωτάτῳ φίλων αὐτῷ προσέχειν, καὶ οὐδὲν ἧττον ἢ φιλότεκνος πατὴρ, ἃ λυσιτελήσειν ἤλπιζον αὐτῷ πρὸς εὐδοξίαν, πράττειν ᾑρούμην. ἐπεὶ δὲ ἄλλων τε πολλῶν λεγόντων ἐπυθόμην καὶ αὐτὸς παρ' ἐμαυτοῦ συνῆκα, ὡς ἄδι 2.129 κα καὶ βίαια καὶ διανοεῖται καὶ πράττειν ἤδη ὥρμηται, τοῦ πολλὰ πεφιληκότος βασιλέως καὶ ἐπὶ μέγα δόξης προαγαγόντος ἀδίκως ἀμειβόμενος τοὺς παῖδας οὐ μόνον τῆς ἀρχῆς, ἀλλὰ καὶ τῆς ζωῆς αὐτῆς ἀποστερῶν, τήν τε γνώμην ἐβδελυξάμην ὡς ὠμοτάτην καὶ ἀγνωμοσύνης οὐδεμίαν ἐλλείπουσαν ὑπερβολὴν, καὶ αὐτὸν οὐ τῶν φίλων ὥσπερ πρότερον, ἀλλὰ τῶν πολεμιωτάτων ἔγνων δεῖν ἡγεῖσθαι. νομίζων δὲ μὴ καὶ σὲ τὰ τοιαῦτα ἀγνοεῖν τῶν πάνυ καιρίων εἶναι, ἥκω ἀπαγγέλλων, ἵν' ἐκ τῶν παρόντων σκεψαμένη οὐ μόνον αὑτὴν καὶ παῖδας διασώσῃς, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν συγκινδυνεύουσαν ἀρχήν.» ἡ βασιλὶς δὲ ὥσπερ ἐκπεπληγμένη, λόγους, ἔφασκεν, ἀκούειν, οἵους οὐδ' αὐτὸν τὸν κακίας ἐφευρετὴν ἄν ποτε δυνήσεσθαι ᾠήθη περὶ μεγάλου δομεστίκου πείσειν ἐπιχειρήσειν, ὡς κακὸς ἐκεῖνος περὶ αὐτὴν καὶ παισὶν ἐπιβουλεύων βασιλέως καὶ τῆς θαυμαστῆς ἐκείνης φιλίας τοιαύτας χάριτας ἀποδιδούς. τοῦ πατριάρχου δὲ καὶ αὐτοῦ τὰ ἴσα φάσκοντος ἐν ἀρχῇ πεπονθέναι πρὸς τὰ περὶ ἐκείνου εἰρημένα καὶ τοῖς λέγουσιν ἀπιστεῖν, οὐ δὶς καὶ τετράκις τοσούτων, ἀλλὰ καὶ πολλαπλασιόνων, ἢ ὅσοι προσεληλύθασιν αὐτῇ, τῶν εἰρηκότων ὄντων. ἔπειτ' ἐπιστήσαντα τὸν νοῦν καὶ τοῖς πραττομένοις ἀκριβῶς προσεσχηκότα, τὴν διαστροφὴν τῆς γνώμης καταμαθεῖν. καὶ πείθεσθαι ἀξιοῦντος καὶ αὐτὴν καὶ μὴ περὶ πράγματος οὕτω τὸν κίνδυνον ὀξὺν ἔχον 2.130 τος διαμέλλειν, ἀλλ' ἤδη περὶ σωτηρίας αὐτῆς τε καὶ τῶν τέκνων σκέπτεσθαι, ἀνεμίμνησκεν ἡ βασιλὶς τῶν πρὸς ἀλλήλους οὔπω χθὲς καὶ πρώην ἐπ' αὐτοῦ γεγενημένων ὅρκων, ἐν οἷς ἄλλα τε εἴρητο τῷ μεγάλῳ δομεστίκῳ, ἔφασκεν, ὅσα σύνισμεν αὐτοὶ, καὶ πρὸ τῶν ἄλλων ἁπάντων, ἵνα, ἄν τι κατηγορηθῇ παρά τινος, μὴ ἐρήμην οὕτως ἐκείνου καταψηφίζεσθαι ἡμᾶς, ἀλλ' ἐπὶ δίκην καλέσαντας καὶ τόπον ἀπολογίας παρασχομένους, ἂν μὲν ἀδικῶν ἁλίσκηται καὶ ἐπιορκῶν, δίκας τὰς ἐσχάτας ἀπαιτεῖν· ἂν δὲ μηδὲν προσῇ τοῖς εἰρημένοις ἀληθὲς, τῶν ἐγκλημάτων μὲν ἐκεῖνον ἀπολύεσθαι, τοὺς συκοφάντας δὲ αὐτὸ τοῦθ', ὅπερ εἰσὶν, ἀποδείκνυσθαι, συκοφάντας. νυνὶ δὲ πολλῶν ὄντων τῶν ἀπιστίας καὶ ἐπιορκίας διωκόντων, οὐδένα ὁρᾷν, ὃς ἀντικαταστῆναι πρὸς αὐτὸν ἐπὶ τῆς δίκης τολμήσει, ὥστ' ἐξελέγχειν ἀδικοῦντα. οὐ μὴν ἀλλ' οὐδὲ νῦν τινα διαῤῥήδην ἐκείνου κατηγορεῖν, ὅτι πράττων κακῶς ὦπται καὶ προδότης περὶ ἐμὲ, ὥστ' ἐκ τῶν λεγομένων καὶ αὐτὴν ἔχειν συνορᾷν, εἰ συκοφαντία τὰ εἰρημένα ἢ ἀληθείας ἔχεταί τινος. ἀλλ' οὕτως ὥσπερ ἐκ συνθήματος πάντες αὐτοῦ καταψηφίζονται τὴν βασιλείας ἁρπαγὴν, μηδὲν πλέον προστιθέντες. οὐ δὴ δίκαιον, οὔτ' ἄλλως εὐπρεπὲς ἐμοὶ, τοῖς παρὰ τῶν πολλῶν πεισθεῖσαν λόγοις, οὐδὲν βέβαιον πρὸς ἀπόδειξιν ἔχουσι τῆς ἀληθείας, πόλεμον πρὸς ἐκεῖνον ἐμφύλιον κινεῖν. οὐ γὰρ τῶν πολλῶν εἷς, ὥστ' αὐτοῦ ῥᾷστα πε 2.131 ριγενέσθαι. ἀλλὰ νῦν μὲν τῶν εἰρημένων δῆλον πρὸς αὐτὸν μηδὲν ποιεῖν, ἀλλὰ