239
αὐτῷ καὶ τῆς γυναικὸς Τουλλίας· καὶ πολλὰ μὲν ειπε τῆς τοῦ πατρὸς ἀξίας τοὺς παρόντας ἀναμιμνήσκων, πολλὰ δ' ἀπέσκωψε πρὸς τὸν Τούλλιον. ἐπεὶ δ' ἐκεῖνος ταῦτα μαθὼν ἐπέστη σπουδῇ, καί τι δὴ καὶ ἐφθέγξατο, συνήρπασεν αὐτὸν καὶ ἐξάρας ωσε κατὰ τῶν πρὸ τοῦ βουλευτηρίου ἀναβαθμῶν. καὶ ὁ μέν, ταραχθεὶς πρὸς τὴν τοῦ Ταρκυνίου τόλμαν καὶ οτι οὐδέ τις αὐτῷ ἐπεκούρησεν, ουτ' ειπεν ετι οὐδὲν ουτ' ἐποίησε· Ταρκύνιος δὲ τήν τε βασιλείαν εὐθὺς παρὰ τῆς βουλῆς ελαβε καὶ πέμψας τινὰς τὸν Τούλλιον κομιζόμενον οικαδε διεχρήσατο. ἡ δὲ θυγάτηρ ἐκείνου ἐν τῷ βουλευτηρίῳ τὸν ανδρα καταφιλήσασα καὶ βασιλέα προσαγορεύσασα καὶ ἀπιοῦσα πρὸς τὰ βασίλεια τὸ οχημα κατὰ τοῦ νεκροῦ τοῦ πατρὸς ὡς ειχεν ἐπήλασεν. 2.112 Ουτω μὲν ουν ὁ Τούλλιος ηρξε καὶ ουτως ἀπέθανε βασιλεύσας τέσσαρας ἐνιαυτοὺς ἐπὶ τεσσαράκοντα, ὁ Ταρκύνιος δὲ τὴν βασιλείαν παρειληφὼς δορυφόρους κατὰ ̔Ρωμύλον ἑαυτῷ περιέστησεν, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν αὐτοῖς καὶ οἰκουρῶν καὶ ἀγοράζων ἐκέχρητο. ἐξ ων γὰρ αὐτὸς εἰς τὸν κηδεστὴν καὶ ἡ γυνὴ πρὸς τὸν πατέρα ἐποίησαν, καὶ τοὺς λοιποὺς ἐδεδίεσαν. ἐπεὶ δὲ ὡς τυραννήσων παρεσκευάσατο, τοὺς δυνατωτάτους τῶν βουλευτῶν καὶ τῶν αλλων συλλαμβάνων ἐκτίννυεν, οις μὲν αἰτίαν ειχεν ἐπενεγκεῖν φανερῶς ἀναιρῶν, ους δὲ λάθρᾳ· ἐνίους δέ γε καὶ ὑπερώριζεν. οὐ γὰρ τοὺς τῷ Τουλλίῳ προσκειμένους μόνους, ἀλλὰ καὶ τοὺς πρὸς τὴν μοναρχίαν συναραμένους αὐτῷ προσαπώλλυε, καὶ ουτω τὸ κράτιστον τῆς βουλῆς καὶ τῆς ἱππάδος ἀνάλωσε. μισεῖσθαί τε ὑπὸ παντὸς τοῦ δήμου ἐπίστευε· διὸ οὐ δὲ ἀντικαθίστη τὸ παράπαν ἀντὶ τῶν ἀπολλυμένων τινάς, ἀλλὰ καὶ τὴν γερουσίαν καταλῦσαι παντελῶς ἐπιχειρήσας ουτε ἀντεισῆγεν ἐς αὐτὴν οὐδένα ουτε τοῖς ουσιν ἐπεκοίνου τι λόγου αξιον. συνεκάλει μὲν γὰρ αὐτούς, οὐ μὴν ωστε τι τῶν ἀναγκαίων συνδιοικεῖν, ἀλλ' ινα δήλη αὐτῶν ἡ βραχύτης γίνοιτο απασι, κἀντεῦθεν καταφρονοῖντο· τὰ δὲ πλεῖστα καθ' ἑαυτὸν η καὶ μετὰ τῶν υἱέων επραττε. δυσπρόσιτός τε καὶ δυσπροσήγορος ην, καὶ τῇ ὑπεροψίᾳ καὶ τῇ ὠμότητι ὁμοίως ἐχρῆτο πρὸς απαντας, καὶ τυραννικώτερον αὐτός τε καὶ οἱ παῖδες αὐτοῦ προσεφέροντο απασι. διὰ ταῦτα δὲ καὶ τοὺς δορυφόρους ὑπόπτους εχων, ἐκ τῶν Λατίνων προσηταιρίσατο δορυφορικόν, καὶ ἐς τὰς τῶν ̔Ρωμαίων τάξεις 2.113 Λατίνους ἐνέμιξεν, ινα οἱ μὲν Λατῖνοι ἰσομοιρίας τοῖς ̔Ρωμαίοις τυχόντες ευνοιαν αὐτῷ ἐντεῦθεν ὀφείλωσι, καὶ οἱ ̔Ρωμαῖοι ηττον ἐκφοβῶσιν αὐτόν, μηκέτι κατὰ σφᾶς οντες, ἀλλὰ τοῖς Λατίνοις συνοπλιτεύοντες. Γαουίνοις δὲ μάχην συνῆψε, καὶ κακῶς μὲν ἠγωνίσατο, δόλῳ δὲ αὐτοὺς ἐχειρώσατο. αὐτομολῆσαι γὰρ αὐτοῖς Σέξτῳ ὑπέθετο τῷ υἱῷ· ινα δ' εὐπρόσωπος αὐτῷ τῆς αὐτομολίας πρόφασις γένηται, ἐκεῖνος μὲν τὸν πατέρα φανερῶς ὡς τύραννον καὶ παράσπονδον ἐλοιδόρησεν, ὁ δὲ τὸν υἱὸν ἐμαστίγωσέ τε καὶ ἀντημύνατο. ειτα κατὰ συνθήκας πρὸς Γαουίνους ἐψευδαυτομόλησε, χρήματά τε καὶ ἑταίρους παρειληφώς. οἱ δέ, πιστεύσαντες τῇ σκηνῇ διά τε τὴν τοῦ Ταρκυνίου ὠμότητα καὶ οτι καὶ τότε πολλὰ καὶ ἀληθῆ τὸν πατέρα ἐκακηγόρει κἀντεῦθεν ἐκπεπολεμῶσθαι αὐτῷ ἐδόκει, ἐδέξαντό τε αὐτὸν ἀσμενέστατα καί τινας ἐπελεύσεις κατὰ τῆς ̔Ρωμαϊκῆς χώρας σὺν αὐτῷ ἐποιήσαντο καὶ οὐ μετρίως αὐτῇ ἐλυμήναντο. διὰ ταῦτα γοῦν, καὶ οτι χρήματα ἰδίᾳ τέ τισι παρεῖχε καὶ ἐς τὸ κοινὸν ἀνήλισκε δαψιλῶς, ᾑρέθη παρ' αὐτῶν στρατηγὸς καὶ τὴν τῶν πολιτικῶν ἐν αὐτοῖς πραγμάτων ἐπετράπη διοίκησιν. ἐπὶ τούτοις λάθρᾳ πέμψας τινὰ τὰ συμβάντα τε ἐγνώρισε τῷ πατρὶ καὶ πρὸς τὸ μέλλον γνώμην ῃτησεν ἐξ αὐτοῦ. ὁ δὲ ειπε μὲν τῷ πεμφθέντι οὐδέν, ινα μὴ ισως γνωσθεὶς ἑκών τι η ακων ἐξείποι, εἰς δὲ κῆπον εἰσαγαγὼν αὐτόν, ἐν ῳ μήκωνες ησαν, τὰς κωδύας αὐτῶν τὰς ὑπερεχούσας ῥάβδῳ κατέκλασε καὶ εἰς γῆν κατεστόρεσε, καὶ ουτω τὸν ἀγγελιαφόρον ἀπέπεμψε. καὶ ὁ μὲν τὸ πραχθὲν τῷ Σέξτῳ ἀπήγγειλεν, ἀσυνέτως εχων τῆς πράξεως, ὁ δὲ τὸν νοῦν συνῆκε τῆς ὑποθέσεως, καὶ τοὺς ἀξιολογωτέρους τῶν Γαουίνων τοὺς 2.114 μὲν λάθρᾳ φαρμάκοις διέφθειρε, τοὺς δὲ διά τινων δῆθεν