239
ενεστιν ἐν τῷ θυλάκῳ. theta.1058 Θυέεσσι. θυμιάμασι θυσιῶν. εστι θύω, θυόεις θυόεντος θυόεσι, καὶ τροπῇ θυέεσσιν. ερχεο σὺν θυέεσσιν. Θυμολέων. ὁ τὴν ψυχὴν θυμώδης. Θυμήρησ. ἡδὺς, ἀρέσκων. Θυμόσοφοσ. εὐμαθὴς, εὐφυής. Θυμελικοί. οἱ ἐν ὑποκρίσει τὴν τέχνην ἐπιδεικνύμενοι. Θυμβροφάγοσ. ὁ δριμέα ἐσθίων καὶ πικρά. τοιοῦτον γὰρ τὸ θύμβρον λάχανον. Θυμόσ. ζέσις τοῦ καρδίου αιματος. καὶ ορεξις ἀντιλυπήσεως. γίνεται δὲ ἐξ ἀναθυμιάσεως τῆς χολῆς η ἀναθολώσεως· διὸ καὶ χολὴ καὶ χολὸς λέγεται. εστι δὲ καὶ ὁ θυμὸς ορεξις ἀντιτιμωρήσεως. ἀδικούμενοι γὰρ νομίζοντες ἀδικεῖσθαι θυμούμεθα, καὶ γίνεται τότε μικτὸν τὸ πάθος ἐξ ἐπιθυμίας καὶ θυμοῦ. τοῦ δὲ θυμοῦ ειδη τρία· ὀργὴ, μῆνις, κότος. θυμὸς μὲν γὰρ ἀρχὴν καὶ κίνησιν εχων ὀργὴ καὶ χολὴ καὶ χολὸς λέγεται· μῆνις δὲ χολὴ ἐπιμένουσα ηγουν theta.1059 μνησικακία· ειρηται δὲ παρὰ τὸ μένειν καὶ τῇ μνήμῃ παραδίδοσθαι· κότος δὲ ὀργὴ ἐπιτηροῦσα καιρὸν εἰς τιμωρίαν· ειρηται δὲ παρὰ τὸ κεῖσθαι. Θυμόσ. ὀργὴ τοῦ κακῶσαι τὸν παροξύναντα. η εξαψις καὶ ἀναθυμίασις ὀξεῖα τοῦ πάθους. η ὁρμὴ ἐπιθυμίας ἡμέρου ψυχῆς, κατ' ἐξοχὴν ἀμύνης. Θυμοῦ φύσις ἐστὶ, τὸ τοῖς δαίμοσι μάχεσθαι, καὶ ὑπὲρ ἡστινοσοῦν ἡδονῆς ἀγωνίζεσθαι. Θυμὸσ ειρηται οἱονεὶ θύεμος τὶς ων, ἀπὸ τοῦ θύειν, ο ἐστιν ὁρμᾷν. σημαίνει δὲ πέντε· τὴν ὀργὴν, οιον· θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων- τὴν ψυχὴν, ὡς τό· μελιηδέα θυμόν. τὴν ἐπιθυμίαν, ὡς τό· ειξας ῳ θυμῷ- τὸν λογισμόν· -ετερος δέ με θυμὸς ἀνῆκε. τὴν ὁμόνοιαν, ὡς τό· - ενα θυμὸν εχοντες. theta.1060 Θύμοσ. βοτάνη εὐτελής. Θυοσκόοσ. ὁ μάντις, ὁ ἱερεὺς, ὁ μεριστὴς, ὁ ἀπὸ τῶν θυομένων κοῶν, ο ἐστι νοῶν, τὸ μέλλον. Θυοσκόποσ. ὁ διὰ τῶν θυμάτων μαντευόμενος. Θυόεισ. ὁ τεθυμιασμένος οικος. Θυρεόσ. ἀσπὶς, σκουτάριον. Θυραῖοσ. ὁ εξωθεν τῆς θύρας. Θύρσοσ. κύριον. καὶ ἡ Βάκχη. καὶ ἡ ῥάβδος η κλάδος ἐλαίας. τοῦ Χρυσοστόμου· οὐ θύρσον φέρων, οὐ δᾷδα κατέχων. Θύσανοι. οἱ κροσσοί. παρὰ τὸ θύω, τὸ ὁρμῶ, ὁ μέλλων θύσω, καὶ ἐξ αὐτοῦ θύσανος καὶ θυσανόεις. Θυσανωτόσ. χιτὼν ὁ κροσσωτός. Θυώδησ. ἀπὸ τοῦ θύω, τὸ θυμῶ. σημαίνει δὲ ὁ τεθυμιασμένος οικος. Θυωρίτησ. ὁ τραπεζοφύλαξ. (Θηλυκόν.) Θυωρόσ. κυρίως ἡ τράπεζα. παρὰ τὸ τὰ θύη θεῶν δέχεσθαι. †Θυέστησ. ου τὰς νʹ θυγατέρας καὶ τὰς αἰχμαλώτιδας ἐμίγη ὁ ̔Ηρακλῆς.† theta.1061 †Θυννεία. ἡ τῶν θύννων αγρα.† †Θυάσ. ἡ Βάκχη.† †Θυηλή. ἡ διὰ θυμάτων μαντεία.† Θυγάτηρ. παρὰ τὸ θύειν καὶ ὁρμᾷν κατὰ γαστρός. λέγουσι γὰρ κινεῖσθαι ταχέως τὰ θήλεα ἐν τῇ γαστρὶ οντα. †Θύμεται. ηδεται.† Θυγατριδή. ἡ ἐγγόνη, ο ἐστι τῆς θυγατρὸς θυγάτηρ. Θυάτειρα. ονομα τόπου. καὶ Θυατειρηνός. Θύελλα. ἀνέμου συστροφή. παρὰ τὸ θύω, τὸ ὁρμῶ, ἀφ' ου καὶ θύνω, παράγωγον γίνεται θύελλα, ὡς ἀπὸ τοῦ αω, τὸ πνέω, αελλα. Θυείαν. ιγδην. σὺν δὲ θυείαν ευπετρον, καὶ τὰν κρειοδόχον σκαφίδα. ̓Αριστοφάνης· -θυΐειαν ἑσπέρας ὑπερφυᾶ τὸ μέγεθος εἰσηνέγκατο· καὶ τρίβειν ἐν αὐτῇ τὰς πόλεις βούλεται. theta.1062 εστι δὲ ἀγγεῖον, εἰς ο ἐμβάλλοντες ἀρτύματα τρίβομεν καὶ λειοῦμεν. Θυηλαί. αἱ ἀπαρχαί. αἱ θυσίαι. κυρίως δὲ οἱ θύλακοι, εἰς ους τὰ θυμιάματα ἐμβάλλεται. Θυμηδία. τέρψις, χαρά. Θυμαρέα. τὴν ψυχὴν ἀρέσκουσαν. καὶ θυμάρεια, ἡ ἀρέσκουσα. Θυμοβαρήσ. τὴν ψυχὴν ἀλγυνομένη. Θύμβρα. τόπος τῆς ̓Ιλίου ἀπὸ Θύμβρης τινός. η Θύμβρις ονομα τόπου καὶ πεδίον τί. Θυμέλη. ἡ τοῦ θεάτρου. μέχρι νῦν ἀπὸ τῆς τραπέζης ὠνόμασται, διὰ τὸ ἐπ' αὐτῆς τὰ θύη μερίζεσθαι, τουτέστι τὰ θυόμενα ἱερεῖα. τράπεζα ην, ἐφ' ης ἑστῶτες ἐν τοῖς ἀγροῖς ῃδον, μήπω τάξιν λαβούσης τραγῳδίας. Θύραι οὐρανοῦ. ἡ ανωθεν χορηγία. ∆αβίδ· καὶ θύρας οὐρανοῦ ἀνέῳξε. μεταφορικῶς ἀπὸ τῶν ταμιείων. Θυσανόεσσα. ἡ κροσσωτοὺς εχουσα, θυσανόεσσα ἐσθής. theta.1063 (Οὐδέτερον.) Θυΐδιον. ἡ ιγδη. Θύϊνα. ἐπὶ Ζήνωνος βασιλέως εὑρήθη ἐν Κύπρῳ τὸ λείψανον Βαρνάβα τοῦ ̓Αποστόλου· εκειτο δὲ ἐπὶ τὸ στῆθος αὐτοῦ τὸ κατὰ Ματθαῖον αγιον εὐαγγέλιον εχον πτυχία θύϊνα. Θυλήματα. πέμματα, ἀπαρχὰς, αλφιτα, α εμιγον οινῳ καὶ ἐλαίῳ εἰς θυσίαν ἀναφέροντες. Θυμοφθόρα. τὰ τὴν