239
λείους.» «Τρίβοι ζωῆς ἐκκλίνουσιν ἀπὸ κακῶν.» «Ὀρθὰς τροχιὰς ποίει σοῖς ποσίν· μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ, μηδὲ εἰς τὰ ἀριστερά.» «Τάδε λέγει Κύριος· Στῆτε ἐπὶ ταῖς ὁδοῖς, καὶ ἴδετε, καὶ ἐρωτήσατε ὁδοὺς Κυρίου, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίζετε ἐν αὐτῇ. Ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» «Μὴ ἐπισπᾶσθε ὄλεθρον ἐν ἔργοις χειρῶν ὑμῶν.» «Μὴ λίκμα ἐν παντὶ ἀνέμῳ, καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ.» «Ἀπόστησον ἀπὸ πλημμελείας σου, καὶ εὔθυνον χεῖρας, καὶ ἀπὸ πάσης ἁμαρτίας καθάρισον χεῖρά σου.» «Κατάρας τέκνα ἐπλανήθησαν ἀπὸ ὁδοῦ ἀληθείας, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαάμ.» «Πάντα δοκιμάσαντες, τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.» Οἱ τὸ κακὸν φεύγοντες, οὐκ ἐὰν ἅπαξ ἢ δεύτερον ἐκκλίνωσι τὴν ἁμαρτίαν, ἐπαινετοὶ, ἀλλ' ἐὰν δυνηθῶσι τοῦ κακοῦ τὴν πεῖραν εἰς τὸ παντελὲς διαδρᾶναι. Ἀρχὴ γὰρ πρὸς τὴν ἀνάληψιν τῶν καλῶν, ἡ ἀναχώρησις τῶν κακῶν. Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν, σοφῶς καὶ ἐντέχνως εἰσάγων εἰς ἀρετὴν, ἀναχώρησιν τῆς κακίας ἀρχὴν ποιούμενος τῶν καλῶν. Σπινθὴρ ἀνάπτει καὶ βραχὺς πολλὴν φλόγα. Σπαραγμὸς ἐχίδνης πολλάκις διώλεσεν. Τοῦτο οὖν ὁρῶν, ἔκκλινον καὶ μικρὸν βλάβος. Μικρὸν μέν ἐστιν, εἰς δὲ μεῖζον ἔρχεται. Πηγὴ κακῶν, μὴ βλύζε, μὴ, ματαία φρήν· Ἡ δ' οὖν σὺ, γλῶσσα, μὴ δέχου τὸν βόρβορον· Ἡ δ' οὖν σὺ, χείρ γε, μὴ γράφε τὰ χείρονα· Οὕτως ἂν ἡμῖν εἰκὼν ἄφθαρτος μένοι. Ἐπιγνῶμεν τὰς παγίδας, καὶ πόῤῥωθεν αὐτῶν βαδίζωμεν. Ἐπιγνῶμεν τοὺς κρημνοὺς, καὶ μηδὲ ἐγγὺς γενώμεθα. Τοῦτο ἀσφαλείας ἡμῖν ἔσται μεγίστης ὑπόθεσις, τὸ μὴ ἁμαρτήματα φεύγειν μόνον, ἀλλὰ καὶ τὰ ἀδιάφορα μὲν εἶναι δοκοῦντα, πρὸς δὲ τὴν ἁμαρτίαν ἡμᾶς σκελίζοντα. Ἡ τῶν κακῶν ἀπαλλαγὴ, σωτηρίας ἀρχή.
ΤΙΤΛ. Εʹ. -Περὶ ὀνόματος χρηστοῦ καὶ κακοῦ.
«Αἱρετώτερον ὄνομα καλὸν, ἢ πλοῦτος πολύς· ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή.» «Ἀγαθὸν ὄνομα ὑπὲρ ἔλαιον ἀγαθόν.» «Φρόντισον περὶ ὀνόματος. Αὐτὸ γάρ σοι παραμένει, ἢ χίλιοι μέταλλοι θησαυροῦ.» «Χάρις ὡς παράδεισος ἐν εὐλογίαις.» 96.216 «Ἀγαθῆς ζωῆς ἀριθμοὶ ἡμερῶν, καὶ ἀγαθὸν ὄνομα εἰς τὸν αἰῶνα διαμένει.» «Ὄνομα πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει.» «Ἄνθρωπος ἄχαρις, μῦθος ἄκαιρος.»
ΤΙΤΛ. ϛʹ. -Περὶ οἰήσεως καὶ δοκήσεως· καὶ ὅτι κρεῖττον τὸ εἶναι τοῦ δοκεῖν.
Ἐμπόδιον γὰρ τοῦτο πρὸς ἀρετήν. «Εἶδον δίκαιον ἀπολλύμενον ἐν τῷ δικαιώματι αὐτοῦ, καί γε τοῦτο
ματαιότης.» «Εἴ τις δοκεῖ σοφὸς εἶναι παρ' ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ Θεῷ ἐστι Γέγραπται γάρ· Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. Καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι. Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις.» «Εἷς ὑπὲρ τοῦ ἑνὸς μὴ φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. Τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;» «Εἴ τις δοκεῖ εἶναί τι, μηδὲν ὢν, φρεναπατᾷ ἑαυτόν. Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον.» Βέλτιον καλὸν ὄντα νομίζειν κακὸν, εἴπερ κάκιστον, δόξαν ἔχοντα ἀγαθοῦ· ὡς τάφος πλαστὸς τοῖς ἀνθρώποις φαινόμενος καὶ ὑπάρχων, ὅστις σεσηπόσι νεκροῖς ἔσωθεν ὑπερόζων, ἔξωθεν δὲ λάμπει ἀσβέστῳ ζωγραφίαις τερπναῖς. ∆όξαν πόθησον μήτε πᾶσαν, μήτε πάνυ. Βέλτιον γὰρ τὸ εἶναι τοῦ νομίζειν. Εἰ δὲ ἄπληστος εἶ περὶ τούτου, μὴ τὴν ματαίαν ἄγρευε, μηδὲ τὴν νεαρὰν, ἢ τὴν κεχρωσμένην. Τίς γὰρ τῷ πιθήκῳ ὠφέλεια ἐκ τοῦ ἀκούειν καὶ καλεῖσθαι λέων; Εἴ σοι πίθηκον μετασχηματίσας