15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
τῶν ἄλλων προσαπορεῖν δεῖ· ἀλλ' ἵνα μὴ πάντῃ καταδεσμήσαντες ὑμᾶς τοῖς ἀπὸ τῶν λόγων ἅμμασιν οὐδὲν ἧττον καὶ καταναγκάζωμεν ἐν ταῖς λύσεσι, πρῶτόν γε λυτέον ἃ ἠπορήκαμεν. «πατήρ» φησίν «ὁ πατήρ». ἐπειδὴ γάρ τινες ἄλλως ᾤοντο περικεῖσθαι τὸ τοῦ πατρὸς ὄνομα τῷ πρώτῳ αἰτίῳ καὶ κατὰ μόνην τὴν δημιουργίαν νοού μενον, οὐ μέντοι γε κατὰ τὴν πρὸς τὸν υἱὸν σχέσιν προηγουμένως, ὥσπερ δήπου φαμὲν καὶ λόγων πατέρας τινὰς καὶ ἐπιστημῶν καὶ παιδεύσεων, ὥς που δὴ καὶ Πλάτων φησί, «ὁ μὲν πατὴρ τοῦδε τοῦ παντός». ἐπειδὴ τοιγαρ οῦν οὕτως συγκεχυμένως τὸ τοῦ πατρὸς ὄνομα [...12...], οὗτος ὁ μέγας ἀνὴρ ἐπὶ τοῦ υἱοῦ ἰδιοτρόπως ἀφορίζων, «πατήρ» φησίν «ὁ πατήρ», τουτέστιν ὁ παρὰ πάντων πατὴρ ὀνομαζό[μενος] κυρίως ἂν πατὴρ λέγοιτο, οὐχ ὡς τὴν κτίσιν παραγαγών, ἀλλ' ὡς υἱὸν γεγεννηκώς· ὥς που δὴ καὶ υἱὸς ἂν κυρίως λέγο[ιτο], οὐχ ὡς ἀπ' ἐκείνου ἁπλῶς παρηγμένος, ὥσπερ δὴ τὸ ξύμπαν γέννημά φαμεν τοῦ πατρός, ἀλλ' ὡς υἱεῖ πρέποι γεννωμένῳ παρὰ πατρός. κατὰ ταὐτὸν δὴ καὶ πνεῦμα τὸ πνεῦμα. ἀλλ' ἐπειδὴ πολυ ώνυμον δοκεῖ τὸ τοῦ πνεύματος ὄνομα, ν[ῦν] μὲν κατὰ ψυχῆς φερόμενον, νῦν δὲ κατὰ τοῦ ἀέρος καὶ αὖθις καθ' ἑτέρου τινός, ὧν οὐδέν ἐστιν ἅγιον, διὰ ταῦτα ἐνταῦθα τρανῶς τὴν προσθήκην πεποίηται («πνεῦμα» γάρ φησιν «ἅγιον»), καὶ πρὸς τῇ πρώτῃ προσθήκῃ καὶ ἑτέραν τέθεικε, τὸ «ἀληθῶς». ἐπειδὴ γὰρ καὶ ἕτερα πολλὰ ἅγια κέκληται, ὡς «ἅγιον κρέας» τὸ καὶ ἐς θυσίαν ἀφωρισμένον θεῷ καὶ «ἀνάθημα ἅγιον» καὶ Ἰσραὴλ ἅγιος, ὧν οὐδέν ἐστιν ἀληθῶς ἅγιον, ἀλλὰ κατὰ μετοχήν, διὰ τοῦτο προστέθεικε τὸ «ἀληθῶς», ἵνα δείξῃ τὴν καθαρὰν τοῦ πνεύματος ἁγιότητα. ἐπεὶ τοίνυν τὰς ῥηθείσας ἀπορίας λελύκαμεν, ἴδωμεν καὶ τἆλλα. «Πατήρ» φησίν «ὁ πατὴρ καὶ ἄναρχος· οὐ γὰρ ἔκ τινος». διττὴ γὰρ ἡ τοῦ ἀνάρχου σημασία, ἡ μὲν ἐπὶ τοῦ ἀτέκτου φερομένη, ἡ δὲ ἐπὶ τοῦ ἀγεννή του. ἀγέννητον δέ ἐστι καὶ κατὰ τοὺς ἔξω φιλοσόφους καὶ καθ' ἡμᾶς τὸ μὴ ἔχον πρεσβυτέραν ὑπόστασιν τῆς ἰδίας ὑπάρξεως· οὕτω γὰρ ὁ φιλό σοφος Σιμπλίκιος τὴν Περὶ οὐρανοῦ πραγματείαν ἐξηγούμενος τοῦ Ἀριστοτέλους ὡρίσατο τὸ ἀγέννητον. οὐδὲν οὖν τῶν ὄντων ἀγέννητον, εἰ μὴ παρ' ἐκείνοις τὸ ὂν καὶ παρ' Ἰουδαίοις θεὸς καὶ παρ' ἡμῖν κοινῶς μὲν ἡ τριαδικὴ ὑπόστασις, ἰδίως δὲ ὁ πατήρ. τῶν γὰρ ἄλλων τὰ μὲν ἐξ ἀλλήλων γεννᾶται, τὰ δὲ ἐκ τοῦ πρώτου αἰτίου· οὕτω γοῦν Ἕλληνες ψυχὴν μὲν ἀπὸ νοῦ γεννῶσι, νοῦν δὲ ἀπὸ τοῦ ὄντος, τὸ δὲ ὂν ἀπὸ τοῦ ἑνός. Τὸ γοῦν παρ' ἐκείνοις {ἓν} λεγόμενον, ὃ τέως οὐκ ἔτυχε διακρίσεως, τὸ «πᾶν τὸ γεννῶν χεῖρον τῇ ἑαυτοῦ οὐσίᾳ γεννᾷ», ἐντεῦθεν ἔχει τὴν σύστα σιν. γεννῶν γὰρ τὸ ἓν τὸ ὄν, καὶ τὸ ὂν τὸν νοῦν, καὶ ὁ νοῦς τὴν ψυχήν, χείρονα ἑαυτῶν γεγεννήκασι. καὶ ὁ φιλοσοφώτατος δὲ Πρόκλος κατὰ διαίρεσιν οὕτως τοῦτο συνιστᾷ· ἤ, γάρ φησιν, ὅμοια γεννήσει τὰ γεννῶντα ἑαυτοῖς ἢ χείρονα ἢ κρείττονα. ἀλλ' εἰ μὲν ὅμοια, ἔσται πάντα ταὐτά, καὶ διαφορὰ ἐν τοῖς οὖσιν οὐδεμία, ὅπερ ἄτοπον. εἰ δὲ κρείττονα, «ἄνω ποτα μῶν αἱ πηγαί»· τοῦτο γὰρ καὶ τῶν Ἐπικουρείων ἀτόμων πολὺ καταγελα στότερον· ἔσται γὰρ ἀπὸ τοῦ ἀτελοῦς ἡ πρόοδος εἰς τὸ τέλειον, καὶ τὰ μὲν ἄνω χείρονα, τὰ δὲ κάτω κρείττονα. λείπεται οὖν χεῖρον ἑαυτοῦ γεν νᾶν τὸ γεννῶν. ἀλλ' ἐπὶ τῆς θείας γεννήσεως φλυάρημα τοῦτο τὸ φιλοσό φημα· οὐ γὰρ χείρονα ἑαυτοῦ γεγέννηκεν ὁ πατὴρ τὸν υἱόν, ἀλλ' ἴσον. εἰ δέ τις θελήσει διαιτῆσαι φιλοσόφως τῷ λόγῳ, εἴποι ἂν ὡς ἐπ' ἐκείνων τῶν γεννώντων καὶ γεννωμένων χώραν ἔχει τὸ θεολογικὸν ἐκεῖνο ῥητὸν τῶν Ἑλλήνων, ἐφ' ὧν τὸ γεννῶν πρεσβύτερον τῷ χρόνῳ τοῦ γεννωμένου ἐστί, τῷ δὲ παρ' ἡμῖν πατρὶ καὶ υἱῷ οὐδεὶς μεσιτεύει αἰών, πολλοῦ γε δεῖ χρόνος, διὰ τοῦτο οὐ χεῖρον τὸ γέννημα τοῦ πατρός. Πλὴν ὅπως ἂν ἔχοι ταῦτα, ὁ μὲν πατὴρ ἀναίτιος, αὐτὸς ὢν τὸ πρῶτον αἴτιον· ὁ δὲ υἱὸς ἐκ τοῦ πατρός, διὰ τοῦτο οὐκ ἄναρχος, ἐπεὶ μηδ' ἀναίτιος, ἀλλὰ καὶ ἄναρχος, ὅτι καὶ χρόνου καὶ αἰῶνος πρεσβύτερος,