239
80.1704 κδʹ. "Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας." Ἕκαστον τῶν εἰρημένων λο γισάμενος ὁ Προφήτης, καὶ τὴν πολλὴν τοῦ Θεοῦ κηδεμονίαν καταμαθὼν, ἐν μέσῳ τῆς διηγήσεως τὸν ὕμνον ἀνέπεμψε· θαυμαστὰ, καὶ λίαν ἀξιάγαστα, καὶ σοφίας μεστὰ φήσας εἶναι πάντα τοῦ Θεοῦ τὰ ποιήματα. Εὗρε γὰρ καὶ τὴν ὑπό τινων δυσσεβῶν διαβαλλομένην νύκτα σφόδρα χρησιμωτάτην, καὶ τὰ ἄκαρπα ξύλα χρείαν ἑτέραν εἰσφέροντα· καὶ τῶν θηρίων τὰ γένη εἰς πολλὰ τοῖς ἀνθρώποις ἁρμόδια. "Ἐπληρώθη ἡ γῆ τῆς κτήσεώς σου." Οἱ δὲ ἄλλοι ἑρμηνευταὶ κτίσεως τεθείκασιν· ἀντὶ τοῦ, Παντο δαπῶν αὐτὴν ἐνέπλησας ἀγαθῶν. Ἀπὸ μέντοι τῆς γῆς, καὶ πρὸς τὴν γείτονα θάλασσαν μεταβαίνει, καί φησιν· κεʹ. "Αὕτη ἡ θάλασσα, ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός· ζῶα μικρὰ μετὰ μεγάλων." Καὶ τοῦτο δὲ τῆς θείας Κηδεμονίας τεκμήριον· τὸ τὰ σμικρὰ γένη τοῖς μεγάλοις ἐνδιαι τᾶσθαι, καὶ μὴ παντελῶς ὑπ' ἐκείνων καταναλί σκεσθαι. κʹ. "Ἐκεῖ πλοῖα διαπορεύονται." Χρεία καὶ αὐτὴ τῶν ἀνθρώπων μεγίστη. ∆ιὰ ναυπηγικῆς γὰρ τέχνης, καὶ κυβερνητικῆς ἐπιστήμης, παρ' ἀλλή λων κομιζόμεθα καὶ τὰ ἐνδέοντα καὶ τὸν παρ' ἡμῖν φυόμενον καρπὸν χορηγοῦμεν ἑτέροις, καὶ δεχόμεθα τὸν παρ' ἐκείνοις γινόμενον. "∆ράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ." ∆ιὰ τοῦ δρά κοντος τὰ μεγάλα παρεδήλωσε κήτη, ἃ τοῖς μεγά λοις πελάγεσιν ἐμφιλοχωρεῖ. Τὸ δὲ, "ἐμπαίζειν αὐτῷ," ἀντὶ τοῦ, αὐτῇ τῇ θαλάσσῃ· ἀῤῥενικῶς γὰρ αὐτὴν ὁ Ἑβραῖος καὶ ὁ Σύρος καλεῖ. Οὕτω, φησὶν, ἐστὶ μεγάλη, ὅτι καὶ τὰ μύρια τῶν ἰχθύων περίκειται γένη, καὶ τὰ μέγιστα κήτη ἀδεῶς ἐν αὐ τῇ νήχεται. Εἰ δέ τισι δοκεῖ καὶ ἀλληγορῆσαι τὸν δράκοντα, διὰ τὸ καὶ ἐν τῷ Ἡσαΐᾳ· "Τὴν μάχαιραν τὴν μεγάλην, καὶ τὴν ἁγίαν, καὶ τὴν ἰσχυρὰν, ἐπὶ τὸν δράκοντα χωρεῖν· τὸν ὄφιν τὸν σκολιὸν, τὸν ἐν τῇ θαλάττῃ·" οὐδὲ ἡμεῖς παραιτησόμεθα τὴν τοιαύτην διάνοιαν· ἐπειδὴ καὶ παρὰ τῷ Ἰὼβ εὑ ρίσκομεν τοῦτο τὸ ζῶον ἀπὸ τῶν θείων ἀγγέλων καταπαιζόμενον. Καὶ ὁ Κύριος ἐξουσίαν ἔδωκε τοῖς ἑαυτοῦ μαθηταῖς, πατεῖν ἐπάνω ὄφεων, καὶ σκορ πίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. κζʹ. "Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον." Παρὰ σοῦ, φησὶν, εἰς καιρὸν ἅπαντα τὴν χρείαν κομίζεται. Τὰ γὰρ ἄλογα ζητεῖ μὲν τὴν τροφήν· ἀγνοεῖ δὲ τὸν χορηγόν· δέ χεται δὲ ὅμως ταύτην παρὰ τοῦ Ποιητοῦ. κηʹ. "∆όντος σου αὐτοῖς, συλλέξουσιν." Σοῦ παρ έχοντος τὴν ἀφθονίαν, τούτων ἕκαστον καρποῦται τὰ πρόσφορα. "Ἀνοίξαντος δέ σου τὴν χεῖρα, τὰ σύμ 80.1705 παντα πλησθήσονται χρηστότητος." Τὴν εὐ κολίαν τῆς τῶν ἀγαθῶν χορηγίας διὰ τούτων ἐδή λωσεν. Ὥσπερ γὰρ εὐπετὲς εἴσω νενευκότας ἐκτεῖ ναι δακτύλους, οὕτω ῥᾴδιον τῷ Θεῷ τῶν ἀγαθῶν ἁπάντων δωρήσασθαι τὴν φοράν. κθʹ. "Ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, τα ραχθήσονται." Καθάπερ δὲ πάσης ἐμφορεῖς θυμη δίας τοὺς τῶν ἀγαθῶν ἀπολαύοντας, ἐν εὐμενείᾳ ταῦτα δωρούμενος· οὕτως ἀποστρεφομένου σου, τα ραχῆς ἅπαντα καὶ δέους ἐμπίπλαται. "Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὑτῶν ἐπιστρέψουσι." Σοῦ γὰρ βουλομένου, καὶ ὁ τῆς ψυχῆς καὶ ὁ τοῦ σώματος γίνεται χωρισμός· μεθ' ὃν τὸ σῶμα φθορᾷ παραδίδοται, καὶ εἰς τὸν πρόγονον ἀναλύεται χοῦν. Πνεῦμα δὲ ἐνταῦθα τὴν ψυχὴν προσηγόρευσεν. λʹ. "Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθή σονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς." Ἐνταῦθα σαφῶς ἡμῖν τὴν ἀνάστασιν προεκήρυξε, καὶ τὴν διὰ τοῦ παναγίου Πνεύματος ἀναβίωσιν. Οὕτω δὲ καὶ Ἡλίας ὁ πάνυ τῆς χήρας τρὶς ἐμφυσήσας τῷ παιδαρίῳ, καὶ διὰ τῆς ἐνοικούσης πνευ ματικῆς χάριτος ἐπαναγαγὼν ζωήν· οὕτω καὶ Ἑλισσαῖος τὸν τῆς Σουμανίτιδος ἐζωοποίησε παῖδα, τῷ πνευματικῷ χρησάμενος ἐμφυσήματι, καὶ τῷ ζωοποιῷ πνεύματι πραγματευσάμενος τὴν ζωήν. Οὕτω τῆς θείας δυνάμεως, καὶ τήνδε τὴν ἐνέργειαν δείξας, εἰς ὑμνῳδίαν μεταφέρει τὴν γλῶτταν. λαʹ. "Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας." Ἀεὶ, φησὶν, αὐτὸν παρὰ πάντων ὑμνεῖσθαι δίκαιον. Εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὑτοῦ." Τὴν ἐσομένην τῶν ἀνθρώπων θεογνωσίαν διὰ