239
πάθος, δύναμίν τε καὶ ἀδράνειαν ἐπιτηροίη καὶ οὕτω φαρμακεύοι καὶ ἰᾶται, ἐλλείψεσι καὶ προσθήκαις χρώμενος· ἃ ἐν κεφαλαίῳ περιλαβεῖν οὐχ οἷόν τε κανονικῶς, ὡς καὶ αὐτοὶ οἱ ἅγιοι πατέρες ἡμῶν ὡρίσαντο. 394 {1Λουκιανῷ τέκνῳ}1 Ὁ ἀγαθὸς θεὸς ἡμῶν, εἰδὼς τὸ τῆς ἀνθρωπίνης φύσεως εὐόλισθον καὶ ὅτι, εἰ καὶ δοκεῖ τις κατ' ὀρθὸν πορεύεσθαι, ὡς οὐκ οἶδεν μικρὸν ῥαθυμήσας ὑποσκελίζεται, φιλανθρώπως ἐδωρήσατο τὴν μετάνοιαν, ἀνακαλουμένην τὸν ἄνθρωπον τῆς πτώσεως καὶ εἰς τὸ ὑγιὲς ἀποκαθιστῶσαν. ἐπεὶ οὖν καὶ αὐτός, ἀδελφέ μου, πέπονθας ὃ πέπονθας καὶ τὸν τῆς ἀξιολόγου μετανοίας καιρὸν πεπλήρωκας, πολλῇ κατανύξει καὶ πλείστοις δάκρυσιν, ὡς ἀκήκοα, ἐξιλεωσάμενος τὸν θεόν, ἐπιζη τοίης δὲ ἄρτι λύσιν, καθὰ διά τε τοῦ οἰκονόμου καὶ τοῦ παροικονόμου ἐδηλώθη μοι, εἴη σοι αὕτη παρὰ Κυρίου· καὶ ἔσῃ ὑγιαίνων ἐκ τοῦ δεῦρο, υἱέ μου, καὶ χαίρων ἐν Χριστῷ καὶ κατευοδούμενος ἐν αὐτῷ, μηκέτι συμπίπτειν διδοὺς ἐγγυὰς τῷ δεσπότῃ, ἀλλὰ θνήσκειν ὑπὲρ αὐτοῦ, ὡς καὶ αὐτὸς ὑπὲρ σοῦ ἔπαθεν. Πρότερον μὲν οὖν διὰ γράμματος ὁ ἀνάξιος κλαυθμυρικῶς ἐφθεγξάμην πρὸς σέ, Ἀδάμ, ποῦ εἶ; τὴν θείαν φωνὴν ὑπειπών, διὰ τὸ ἐξ ὑψηλοῦ σε βίου οἱονεὶ παραδεισιακοῦ ἐκπεπτωκέναι· νῦν δὲ ἀναγκαῖον ἀποτολμῆσαί με τὸν τάλανα καὶ εἰπεῖν· εἰρήνη σοι, ἀνάστα, Χριστὸς κελεύει, ζῆθι εἰς αἰῶνα. 395 {1Ἀλβενέκᾳ πρωτοσπαθαρέᾳ}1 Ἐξένισέν με τὸ γράμμα τῆς εὐγενείας σου οὐκ ὀλίγον, οὕτω μὲν ἐκ φιλοθέου καρδίας ὑπαγορευθέν, οὕτω δὲ ὑπὸ συντετριμμένης καὶ τεταπεινωμένης διαθέσεως προαχθέν, ὥστε δὶς ἐπὶ τὸ αὐτὸ ἀναγνόντα με ἐπιλέγειν· τίς καὶ ὁποία καὶ ἡλίκη ἡ ψυχὴ αὕτη, ἡ ταῦτα φθεγγομένη πρός με τὸν ταλαίπωρον; ὡς δὲ καὶ παρὰ τοῦ γραμματηφόρου ἀνηγγέλη μοι ἅπερ ζώσῃ φωνῇ παρέθου αὐτῷ ἐξειπεῖν, τότε καὶ μᾶλλον ἠγάσθην λίαν καὶ ἐδόξασα τὸν ἀγαθὸν ἡμῶν θεόν, ὃς ἐνέπνευσέν σοι τοιοῦτον διαλογισμόν, καὶ εἰς ἔργον αὐτὸν προαγαγεῖν ἐφιεμένην. Μέγα τοιγαροῦν τὸ ἔργον, ὃ ἐπεπόθησας, κυρία, καὶ τῶν δυσανύστων, οὐ μόνον διὰ τὸ ὑψηλὸν καὶ οὐράνιον τοῦ βίου (οὐδὲν γὰρ ἄλλο ἡ ἀποταγὴ ἢ σταυροῦ καὶ θανάτου ἐπαγγελία τῷ γε ἀληθινῶς μονάσαντι), ἀλλὰ καὶ διὰ τὸ δεδέσθαι σε ἀνδρί, οὗπερ οὐχ ὡς ἔτυχεν ἔστι διαζευχθῆναι, διὰ τὸ θεοσύναπτόν σοι εἶναι δῆλον ὅτι. τίς οὖν ἀποσυνάψειεν ἢ δῆλα δὴ ὁ συνάψας, ἐπὶ μείζονα ἐπειγμένην προελθεῖν πολιτείαν; δεῖ οὖν, καθάπερ ἡ διαταγὴ τοῦ Ἁγίου Βασιλείου, πρῶτον τὰ πρὸς τὸν ὁμόζυγον εὖ διαθέσθαι· τί τοῦτο; ἀπογυμνῶσαι τὸν λογισμὸν τῆς ἐφέσεως, ὑποδεῖξαι τὸ τοῦ κόσμου μάταιον καὶ ὀνειρῶδες, ὡς οὐδὲν μόνιμον ἐν αὐτῷ, ἀλλὰ παρατρέχον ἴσα καὶ σκιαῖς, κἂν περιχαρές τι, κἂν ἀπολαυστικόν, κἂν πολύολβον, κἂν ἐνήδονον, κἂν βασιλεία αὐτή· ὡσεὶ ἄνθος γὰρ τοῦ ἀγροῦ πάντα ἀφίπταται· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ κρίμα ἀπαραίτητον ἐπὶ τῶν προσπαθῶς ζησάντων ἐν τῷ παρόντι αἰῶνι καὶ μὴ κατὰ τὰς ἐντολὰς τοῦ Χριστοῦ· ὅπερ ἐργῶδες ἐκτελέσαι ἐν τῷ κοινῷ βίῳ. Ταῦτα λάλησον, παρακάλεσον, ἐκμείλιξαι, ὡς ἂν πείσειας αὐτὸν συναιρήσασθαί σοι τὸν σκοπὸν τῆς ἀποταγῆς (τί γὰρ οἶδας, φησί, γύναι, εἰ τὸν ἄνδρα σώσεις;), καὶ τοῦτο ἐπὶ χρόνον ἱκανόν. καὶ εἰ μὲν συνέλθοιεν, εὖ ἂν ἔχοι, εἰ δὲ μή, τότε, εἰ τοσοῦτον ἀνάπτει σε ὁ θεοῦ πόθος, πράττεις τὰ δόξαντά σοι καὶ μὴ βουλομένου τοῦ ὁμόζυγος. ἀλλ', ὡς προείρηται, δυσεξάνυστον τὸ πρᾶγμα, καὶ μάλιστα ἐν ταῖς τοῦ διωγμοῦ ἡμέραις καὶ ὅτι οὐχ ἡ τυχοῦσα αὐτή, ἀλλὰ τῶν ὑπερεχουσῶν καί γε τῶν συναίμων τῇ βασιλευούσῃ· ἐφ' ᾧ καὶ θαυμάζειν ἐστί, πῶς ἐν τῇ ἄγαν εὐδοξίᾳ τοῦ τῇδε βίου ταύτην βδελυσσομένη τὴν ταπείνωσιν Χριστοῦ ἐπιποθεῖς ἐνδύσασθαι. εὐλογητὸς Κύριος ὁ οὕτω πείθων· καὶ γὰρ πρὸς τὴν τοῦ θεοῦ δόξαν ὡς ἀληθῶς βδέλυγμά ἐστι τὰ ἔνδοξα τοῦ ματαίου βίου. Ἔχου τοίνυν τοῦ καλλίστου βίου σου· ἀκούω γὰρ οἷα ἀγαθουργεῖς καὶ πῶς ἀφιεμένη τὰς βασιλικὰς διατριβὰς σχολάζοις ἐν ἑαυτῇ καὶ ἐν ἀγαθοῖς (ἔστι γὰρ καὶ ἐν τῷ βίῳ σωθῆναι καὶ μετὰ ἀνδρός), καὶ πάλιν πρὸς τὸ ἑξῆς, ὡς ὁ Κύριος εὐοδώσειεν, οὕτω