239
οἱ δὲ Βούλγαροι τὰ τῆς στάσεως μαθόντες τῶν στρατευμάτων, καὶ ὅτι πτοούμενοι τὸν 496 πόλεμον καὶ τὸν ταξατιῶνα ἀτακτοῦσιν, πλέον κατίσχυσαν Θρᾴκης καὶ Μακεδονίας. τότε καὶ Ἀγχίαλον καὶ Βέροιαν ἀφέντες Χριστιανοὶ ἔφυγον, μηδενὸς διώκοντος, Νίκαιάν τε καὶ τὸ Προβάτου κάστρον καὶ ἄλλα τινὰ ὀχυρώματα, ὡσαύτως καὶ τὴν Φιλιππούπολιν καὶ Φιλίππους· καὶ οἱ τὸν Στρυμῶνα οἰκοῦντες μέτοικοι προφάσεως δραξάμενοι ἐν τοῖς ἰδίοις φεύγοντες ἐπανῆλθον. τοῦτο δὲ ἦν θεομηνία τὴν τοῦ Νικηφόρου μανίαν ἐλέγχουσα, δι' ἣν τὰ δοκοῦντα κατορθώματα αὐτοῦ, ἐφ' οἷς ηὔχει, τάχιστα διαπέπτωκεν. καὶ τὰς τῶν πολλῶν κακοδοξίας οἱ τὰς θεομάχους αἱρέσεις πλεοναζούσας Παυλικιάνων καὶ Ἀθιγγάνων, Εἰκονοκλαστῶν καὶ Τετραδιτῶν ἀφέντες αἰτιᾶσθαι (ἀφῶ γὰρ λέγειν μοιχείας καὶ πορνείας, ἀσελγείας τε καὶ ἐπιορκίας, μισαδελφίας τε καὶ πλεονεξίας,) καὶ τῶν λοιπῶν παρανομιῶν, κατὰ τῶν θείων καὶ σεπτῶν εἰκόνων καὶ τοῦ μοναδικοῦ σχήματος ἐκίνουν τὰς γλώσσας, μακαρίζοντες Κωνσταντῖνον τὸν θεοβδέλυκτον καὶ τρισάθλιον ὡς κατὰ Βουλγάρων ἀριστεύσαντα δι' ἥν, ὡς ἐκεῖνοι ἀσεβῶς ἔλεγον οἱ τάλανες, εἶχεν εὐσέβειαν. οἱ δὲ κατὰ τὴν βασιλίδα πόλιν ὡπλίζοντο τὴν ὀρθόδοξον πίστιν μετὰ σύνοδον οἰκουμενικὴν ἀνατρέπειν, τυφλοὺς βουλόμενοι βασιλεύειν χωρὶς θεοῦ οἱ πεπηρωμένοι τὰς ψυχὰς τοὺς υἱοὺς Κωνσταντίνου τοῦ θεομάχου φρουρουμένους ἐν τῇ Πανόρμῳ νήσῳ κλέψαι διὰ νυκτὸς ἠβουλήθησαν καὶ ἀγαγεῖν εἰς τὸ στράτευμα· ἀλλὰ κύριος τούτους κατῄσχυνε διεγείρας Μιχαὴλ τὸν εὐσεβέστατον εἰς ἐκδίκησιν τῆς ἀληθείας. διαλεχθεὶς γὰρ τὰ εἰκότα περὶ πίστεως τοῖς λαοῖς ἀνυποκρίτως ἀνέζευξεν ἐπὶ τὴν βασιλεύουσαν πόλιν, καὶ σοφὸν διανοηθεὶς τοὺς πολλοὺς τῶν νεωτεριστῶν δι' ὀλίγων πληγῶν κατεπτόησεν, ἐξορίσας καὶ τοὺς Κωνσταντίνου τυφλοὺς παῖδας εἰς Ἀφουσίαν. ἕνα δὲ τῶν ἐμπεριάκτων ψευδερημίτην, Νικολάου τοῦ Ἑξακιονίτου συγγόητα, εἰκόνα τῆς παναγίας θεοτόκου ξέσαντα καὶ ἀτιμάσαντα ἐγλωσσοτόμησεν, ὅστις καὶ τέθνηκε σὺν τῇ ψυχῇ καὶ τῷ σώματι· τὸν δὲ τούτου σύμφρονα Νικόλαον ἐπαγγειλάμενον μετα497 νοεῖν ἐπὶ πάντων ἐθριάμβευσεν, ἐξομολογούμενον τὰ ἑαυτοῦ κακά· καὶ παρέδωκεν αὐτὸν ἐν μοναστηρίῳ πρὸς τὸ μὴ αὐτεξουσίως διάγειν. τοῖς δὲ λαοῖς σιλεντιακῶς ἐπὶ τῆς Μαγναύρας διαλεχθεὶς τὰ τῆς κατὰ θεὸν αὐτοῦ εὐσεβοῦς γνώμης ἐφανέρωσε δόγματα. τοὺς δὲ Ἀθιγγάνους δημεύσας ἐξορίᾳ παραδέδωκε διὰ Λέοντος, τοῦ στρατηγοῦ τῶν ἀνατολικῶν. τῷ δὲ Αὐγούστῳ μηνὶ τῆς εʹ ἰνδικτιῶνος Θεβὶθ κατὰ Χριστιανῶν ἐπεστράτευσεν. τούτῳ συμβαλὼν Λέων, ὁ τῶν ἀνατολικῶν στρατηγός, εὐδοκίμησε δισχιλίους κατασφάξας καὶ ἵππους καὶ ἄρματα συλλαβόμενος. Μουάμεδ δέ, ὁ πρῶτος υἱὸς Ἀαρών, κρατῶν τὴν ἀρχὴν τοῦ ἔθνους, συμβαλὼν τῷ ἀδελφῷ αὐτοῦ Ἀβδελᾷ κατὰ τὴν ἐνδοτέραν Περσικὴν ἡττήθη· καὶ καταφυγὼν εἰς τὸ Βάγδα τοῦτο ἐκράτησεν. τὴν δὲ ∆αμασκὸν ἄλλος κατέσχε τύραννος, καὶ τὴν Αἴγυπτον καὶ Ἀφρικὴν δύο κατεμερίσαντο, καὶ τὴν Παλαιστίνην ἕτερος λῃστρικῶς κατενέμετο. τεʹ. ωεʹ. βʹ. ιζʹ. ηʹ. Τούτῳ τῷ ἔτει Κροῦμμος, ὁ τῶν Βουλγάρων ἀρχηγός, διὰ ∆αργαμηροῦ τὰ περὶ τῆς εἰρήνης αὖθις πρὸς Μιχαὴλ τὸν βασιλέα ἐπρεσβεύσατο, ζητῶν τὰς ἐπὶ Θεοδοσίου τοῦ Ἀδραμυτινοῦ στοιχηθείσας καὶ Γερμανοῦ τοῦ πατριάρχου σπονδὰς πρὸς Κορμέσιον, τὸν κατ' ἐκεῖνο καιροῦ κύριον Βουλγαρίας· αἳ τοὺς ὅρους περιεῖχον ἀπὸ Μηλεώνων τῆς Θρᾴκης, ἐσθῆτάς τε καὶ κόκκινα δέρματα ἕως τιμῆς λʹ λιτρῶν χρυσίου· καὶ ἐπὶ τούτοις τοὺς πρόσφυγας ἑκατέρων ἀποστρέφεσθαι πρὸς ἑκάτερον, κἂν τύχωσιν ἐπιβουλεύοντες ταῖς ἀρχαῖς, τοὺς δὲ ἐμπορευομένους εἰς ἑκατέρας χώρας διὰ σιγιλλίων καὶ σφραγίδων συνίστασθαι, τοῖς δὲ σφραγῖδας μὴ ἔχουσιν ἀφαιρεῖσθαι τὰ προσόντα αὐτοῖς καὶ εἰσκομίζεσθαι τοῖς δημοσίοις λόγοις. ἔγραψε δὲ καὶ κατακρίσεις πρὸς τὸν βασιλέα, ὅτι· "εἰ μὴ σπεύσῃ πρὸς τὴν εἰρήνην τῷ κρίματί σου παρατάσσομαι κατὰ