240
σκεψαμένους πολλὰ καὶ βασάνῳ τὸ πρᾶγμα δόντας ἀκριβεῖ, ἕως ἂν ἐκεῖνος ἀπῇ πρὸς τὴν ἑσπέραν, μετὰ τὴν ἐπάνοδον εὐθὺς καλεῖν ἐπὶ τὴν δίκην, καὶ καιρὸν παρασχομένους πρὸς ἀπολογίαν, ἢ καταψηφίζεσθαι, ἂν φαίνηται ἐπιορκῶν, ἢ τῶν ἐγκλημάτων ἀπολύειν, ἂν μηδὲν τῶν ὑποπτευομένων εἰργασμένος ᾖ. τοιαῦτα μὲν ἡ βασιλὶς δίκαιά τε ὁμοῦ καὶ συμφέροντα οἰομένη, ἀπεκρίνατο. καʹ. Ὁ πατριάρχης δὲ ἐλέγχους πυθόμενος καὶ δίκην, πολλήν τε ἑαυτῷ καὶ τοῖς ἄλλοις συνειδὼς συκοφαντίαν, καὶ τὸν κίνδυνον συνορῶν, ὅσος αὐτοῖς μετὰ τῆς συκοφάνταις προσηκούσης αἰσχύνης περιέσται, ἠγωνία τε οὐ μετρίως καὶ τῷ πλείστῳ μέρει ἦν ὑπὸ δέους ἀποτεθνηκώς. ἔτι δὲ οὐ παντάπασι πρὸς τὸ κακουργεῖν ἀπειρηκὼς, ὥσπερ τὴν ἀπόνοιαν βασιλίδος οἰκτιζόμενος, «ἐν οἷς» ἔφασκε «πράγμασι καὶ ὁ θεὸς ἄνωθεν συνεφάπτεται, εὔδρομα πάντα καὶ λεῖα καὶ κατορθούμενα ἀπονητί· ὧν δ' αὐτὸς ἑκὼν μεθίεται πρὸς τὸ διαφθαρῆναι, τοὐναντίον ἅπαν, δυσκολίας γέμοντα καὶ ταραχῆς. ἐγὼ δὲ καίτοι κινδύνοις τοῖς ἐσχάτοις διὰ τὴν εἰς ὑμᾶς εὔνοιαν ἐμαυτὸν περιβαλὼν, οὐ τοσοῦτον ἐν δεινῷ τὴν κακοπραγίαν τίθεμαι τὴν ἐμαυτοῦ, ἄχρι καθαιρέσεως τῶν θρόνων καὶ δεσμωτηρίου ἐσομένην, ὅσῳ τὴν ὑμετέραν, οὐκ ἀφαίρεσιν μόνον μέλλουσιν ὑφίστασθαι τῆς Ῥωμαίων ἡγεμονίας, ἀλλὰ καὶ αὐτῆς ζωῆς ἀκλεῶς ἅμα καὶ παρανόμως ἀπο 2.132 στερεῖσθαι. θαυμάζειν δέ μοι καὶ σοῦ παρίσταται πολλὰ, εἰ νῦν, ἀπόντος ἐκείνου Βυζαντίου καὶ λίαν ὄντος εὐεπιχειρήτου διὰ τὸ μηδὲν εἰδέναι τῶν πραττομένων, οὕτω πέφρικας τὸν πρὸς ἐκεῖνον πόλεμον· μετὰ δὲ χρόνον τοσοῦτον, ἐν ᾧ τῶν τε εἰρημένων μηδὲν ἐκείνῳ ἐξέσται ἀγνοεῖν, οὐκ ὀλίγων ἐνταυθοῖ διατριβόντων τῶν ἡδέως ἂν ὑπὲρ ἐκείνου καὶ τὰς ψυχὰς προησομένων καὶ παρασκευάσασθαι πρὸς ἕκαστα, ὡς ἂν ἄριστα αὐτῷ δοκῇ, ῥᾳδίως ἤλπισας περιγενήσεσθαι. οὐ γὰρ ὡς αὐτή τε οἴει κἀκεῖνος φενακίζων ἡμᾶς ἀπεσεμνύνετο, οὕτω πρὸς Βυζάντιον ἐπανήξει, τοὺς φίλους καταλιπὼν καὶ τὴν πολλὴν θεραπείαν τὴν περὶ αὐτὸν, ὥστε σε ἔχειν ὅ,τι βούλει χρήσασθαι αὐτῷ. ἀλλ' εἰδὼς, ὡς ὑποπτεύεται, οὐ τῶν εὐγενεστέρων μόνον πείσει πολλοὺς ὑποσχέσεσι καὶ δωρεαῖς μεγάλων ἀγαθῶν, ἀλλὰ καὶ στρατιὰν ἅπασαν αὐτῷ προσέχειν παρασκευάσει χρήμασι διαφθείρας. ἔχων δὲ μεγάλην δύναμιν περὶ αὐτὸν, οὐ μόνον ἡμᾶς τοὺς ᾑρημένους ἐκείνῳ πολεμεῖν τῆς εἰς ὑμᾶς εὐνοίας ἕνεκα διαφθερεῖ ῥᾳδίως, ἀλλὰ καὶ σοὶ καὶ τέκνοις, μηδενὸς τοῦ βοηθοῦντος ὄντος, ὃν αὐτῷ τρόπον λυσιτελήσειν χρήσεται οἰήσεται, πᾶσιν ἐκείνοις τοῖς σεμνολογήμασι καὶ ταῖς ἀπάταις καὶ ταῖς εἰρωνείαις χαίρειν εἰπὼν μακρά. ἃ οὐκ οἶδ' ὅπως οὐ συνορᾷς αὐτὴ, οὐδὲ σωτηρίαν ἑαυτῇ τε καὶ τέκνοις ἐκ τῶν ἐνόντων ἐκπορίζειν βούλει, ἀλλὰ δίκας ὀνειροπολεῖς καὶ συκοφαντίας 2.133 καὶ ἐλέγχους, οὐδ' αὐτὸ τοῦτο βουλομένη ἐννοεῖν, ὅτι φθάσαις ἂν διαφθαρεῖσα πρὶν εἰς ταῦτα ἥκειν. ἐγὼ μὲν οὖν, ἃ καὶ πρότερον ἔφθην εἰπὼν, οὐ τῆς βασιλέως μόνον εὐμενείας μεμνημένος, ὑφ' οὗ πολλῶν ἀπήλαυσα καὶ μεγάλων εὐεργετημάτων, ἀλλὰ καὶ τῆς σῆς, ἄλλως θ' ὅτι καὶ νόμων αὐτῶν καὶ δικαίων προβεβλημένος, πᾶσιν ἀνάγκην ἔχων τοῖς ὁπωσοῦν ἀδικουμένοις συναίρεσθαι τὰ δυνατὰ, ἐκείνου τε ἀπεσχόμην τῆς φιλίας, ἄδικα καὶ παράνομα διανοηθέντος, καίτοι πολλὰς ἀφορμὰς τῆς εἰς ἐκεῖνον εὐνοίας ἐσχηκὼς, καὶ σοὶ τὰ λυσιτελοῦντα συμβεβούλευκα, κύβον, ὅ φασι, ῥίψας, καὶ σὺν ὑμῖν ἑλόμενος ἢ ζῇν νικώντων, ἢ ἀποθνήσκειν, ἂν τῆς ἐναντίας πειρᾶσθαι συμβαίνῃ τύχης. θειοτέρᾳ δέ τινι καὶ τοῦδε παρόντος τύχῃ, ὃς ἐκείνου τε οὐκ ἄν ποτε ἕλοιτο καταψεύδεσθαι συνοικοῦντος θυγατρὶ, καὶ σοὶ βουλεύσαιτο τὰ δέοντα οὐ μόνον διὰ τῶν πραγμάτων τὴν ἐμπειρίαν καὶ τὴν σύνεσιν, ἣν ὁ πολὺς αὐτῷ τῆς ἡλικίας χρόνος ἐστὶ συνειλοχὼς, ἀλλὰ καὶ τὴν εἰς βασιλέα καὶ τοὺς παῖδας τοὺς ἐκείνου εὔνοιαν καὶ πίστιν ἄδολον καὶ καθαρὰν, ἄξιον πυνθάνεσθαι καὶ πείθεσθαι παραινοῦντι, οὐδὲν ἄδικον, οὐδ' ἐπισφαλὲς βουλησομένῳ συμβουλεύειν.» Ἀσάνης δ' ὥσπερ οἱ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἐφεδρεύοντες, ὥστε τοῖς νικῶσιν αὐτοὶ συμπλέκεσθαι, πρὸς τοὺς