240
λῃστῶν, αλλους δὲ καὶ ἐκ δικαστηρίων ἀπέκτεινε, συκοφαντίας κατ' αὐτῶν πρὸς τὸν πατέρα προδοσίας πλαττόμενος. Ομοιον δέ τι τούτῳ καὶ ὁ ̔Ηρόδοτος ἱστορεῖ. Περίανδρον γὰρ τὸν Κυψέλου τύραννον Κορίνθου γενόμενόν φησι πρὸς Θρασύβουλον τὸν Μιλήτου τύραννον διαπέμψασθαι πυνθανόμενον οπως αὐτῷ τὰ τῆς ἀρχῆς ἀσφαλῶς εξει. τὸν δὲ Θρασύβουλον τῷ ἀπαγγείλαντι ταῦτα μηδὲν ἀποκρίνασθαι, ἀπαγαγόντα δ' εἰς λήιον τῶν ἀσταχύων τοὺς ὑπερέχοντας ἐκτέμνειν τε καὶ ῥιπτεῖν, καὶ ουτως ἀποπέμψαι τὸν ἐσταλμένον. τὸν δὲ ἐπανελθόντα καὶ τὴν Θρασυβούλου συμβουλὴν ἐρωτώμενον εἰπεῖν εἰς παραπλῆγα πεμφθῆναι, καὶ διηγεῖσθαι οσα ἐκεῖνος ἐποίησε, μή τι πρὸς ο ἠρωτήθη φθεγξάμενος· τὸν δὲ Περίανδρον συνεικέναι τὸν τοῦ Θρασυβούλου λογισμόν, καὶ τοὺς ὑπερέχοντας τῶν Κορινθίων απαντας ἀπολέσαι. Καὶ ὁ Σέξτος ουν ουτω τοὺς Γαουίνους μετῆλθε, καὶ τοὺς μὲν κρείττους ἀπώλλυε, τῷ πλήθει δὲ τὰ σφῶν διένειμε χρήματα. καὶ μετὰ τοῦτο τῶν μὲν διαφθαρέντων ηδη, τῶν δὲ λοιπῶν ἠπατημένων καὶ πάντα πιστευόντων αὐτῷ, μετὰ τῶν αἰχμαλώτων ̔Ρωμαίων καὶ τῶν αὐτομόλων, ους πολλοὺς διὰ τοῦτο συνήθροισε, κατέσχε τὴν πόλιν καὶ τῷ πατρὶ παραδέδωκε. καὶ ος ἐκείνης τῷ υἱῷ παρεχώρησεν, αὐτὸς δὲ πρὸς αλλα ἐπολέμησεν εθνη. Τοὺς δὲ τῆς Σιβύλλης χρησμοὺς ̔Ρωμαίοις καὶ ακων προσεποιήσατο. γυνὴ γάρ τις θεόμαντις, ην 2.115 Σίβυλλαν ὠνόμαζον, ἐς τὴν ̔Ρώμην ἐλήλυθε βιβλία τρία η ἐννέα φέρουσα, καὶ ταῦτα πρίασθαι τῷ Ταρκυνίῳ ἐδίδου καὶ τὴν τιμὴν τῶν βιβλίων ὡρίσατο. ἐκείνου δὲ μὴ προσεσχηκότος αὐτῇ, τὸ εν η τὰ τρία τῶν βιβλίων κατέκαυσεν. ὡς δ' αυθις ὠλιγώρει αὐτῆς ὁ Ταρκύνιος, κἀκ τῶν λοιπῶν ὁμοίως διέφθειρε. μελλούσης δὲ καὶ τὰ ετι λοιπὰ καταφλέξειν, ἠνάγκασαν αὐτὸν οἱ οἰωνισταὶ τὰ γοῦν σωζόμενα πρίασθαι. καὶ ὠνήσατο ταῦτα οσου τὰ πάντα κτήσασθαι εμελλε, καὶ δύο βουλευταῖς ἀνδράσι φυλάσσειν παρέδωκεν. ὡς δ' οὐ πάνυ τῶν γεγραμμένων συνίεσαν, εἰς τὴν ̔Ελλάδα στείλαντες δύο ανδρας ἐκεῖθεν μισθοῦ ηγαγον τοὺς ἀναγνωσομένους ταῦτα καὶ ἑρμηνεύσοντας. οἱ δὲ περίοικοι μαθεῖν ἐθελήσαντες ο,τι ποτὲ τὸ διὰ τῶν βιβλίων ειη δηλούμενον, τὸν ετερον τῶν φυλασσόντων αὐτὰ Μάρκον ̓Ακίλλιον χρήμασιν ἀναπείσαντες μετεγράψαντό τινα. γνωσθέντος δὲ τοῦ εργου ὁ Μάρκος βύρσαις δύο συρραφείσαις ἐμβληθεὶς κατεποντώθη, ο ἐξ ἐκείνου μετέπειτα κατὰ τῶν πατροκτόνων ἐπεκράτησε γίνεσθαι, ινα μήτε ἡ γῆ μήτε τὸ υδωρ μήτε ὁ ηλιος μιανθῇ αὐτοῦ θνήσκοντος. Τὸν δὲ νεὼν τὸν ἐν τῷ Ταρπηίῳ ορει κατὰ τὴν τοῦ πατρὸς εὐχὴν ᾠκοδόμει. τῆς δὲ γῆς εἰς τὴν τῶν θεμελίων καταβολὴν ἀναρρηγνυμένης, ἀνδρὸς νεοθνῆτος κεφαλὴ ἀνεφάνη εναιμος ετι. επεμψαν ουν ̔Ρωμαῖοι πρὸς ανδρα Τυρσηνὸν τερατοσκόπον ἐρωτῶντες τὸ διὰ τοῦ φανέντος δηλούμενον. ὁ δὲ τὸ σημεῖον εἰς τὴν Τυρσηνίδα μεταθεῖναι μηχανησάμενος, διάγραμμα ἐπὶ τῆς γῆς ἐποιήσατο, καὶ εἰς αὐτὸ τήν τε τῆς ̔Ρώμης θέσιν ἐντείνας καὶ τὸ Ταρπήιον 2.116 ορος, εμελλε τοὺς πρέσβεις ἀνερέσθαι "ἡ ̔Ρώμη αυτη ἐστί; τὸ ορος τοῦτό ἐστιν; ἡ κεφαλὴ ἐνταῦθα εὑρέθη;" ιν' ἐκείνων μηδὲν ὑποτοπησάντων καὶ συμφησάντων ἡ δύναμις τοῦ σημείου εἰς τὸ χωρίον ἐν ῳ διεγέγραπτο μετασταίη. καὶ ὁ μὲν ταῦτα ἐτεχνάσατο, οἱ δὲ πρέσβεις παρὰ τοῦ υἱέος ἐκείνου μαθόντες τὸ τέχνασμα, ἐρωτώμενοι "οὐκ ἐνταῦθα" ειπον "οἰκεῖται ἡ ̔Ρώμη, ἀλλ' ἐν τῷ Λατίῳ, καὶ τὸ ορος ἐν τῇ ̔Ρωμαίων ἐστί, καὶ ἡ κεφαλὴ ἐν τῷ ορει ἐκείνῳ εὑρέθη." ουτω δὲ τῷ τερατοσκόπῳ διακρουσθέντος τοῦ μηχανήματος πᾶσαν ἐκεῖνοι τὴν ἀλήθειαν εμαθον καὶ τοῖς πολίταις ἀνήγγειλαν οτι κράτιστοι εσονται καὶ πλείστων αρξουσιν. ἐλπὶς ουν κἀκ τούτου αὐτοῖς προσεγένετο. κἀντεῦθεν τὸ ορος μετωνομάσθη παρ' αὐτῶν Καπιτώλιον· καπίτα γὰρ τῇ ̔Ρωμαίων διαλέκτῳ ἡ κεφαλὴ ὀνομάζεται. ∆εηθεὶς δὲ χρημάτων εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ ὁ Ταρκύνιος ̓Αρδεάταις ἐπήνεγκε πόλεμον· οθεν ουτε χρήματα προσεκτήσατο καὶ τῆς βασιλείας ἐξέπεσε. γεγόνασι δ' αὐτῷ καὶ σημεῖά τινα δηλωτικὰ τῆς ἐκπτώσεως. εκ τε γὰρ τοῦ