240
ψυχὴν φθείροντα. Θυμαλγέα. τὰ τὴν ψυχὴν λυποῦντα. Θύμβρον. λάχανον, οπερ ἐστὶ δριμὺ καὶ πικρόν. Θυμῆρεσ. καταθύμιον. καὶ θυμηρέστερον τὸ ἡδύτερον. Θυμάτιον. τὸ μικρὸν θῦμα καὶ εὐτελές. Θυμικόν. ὀργίλον. Θυρηβόλιον. ἡ επαυλις. θυρημόλιον τὶ ον. *γράφεται καὶ θυριοβόλιον.* theta.1064 Θύσθλα. τὰ κλαδία. Θυστήριον. τὸ ὁρμητήριον. Θύστιον. πόλις τῆς Αἰτωλίας. τινὲς Θύτιον ανευ τοῦ ς. Θυοδόκα. τὰ δεχόμενα τὰ θυμιάματα. καὶ θυοδόκα σκεύη ἐπέφερον. Θυηπολοῦσι. περιπολοῦσι, διὰ θυσιῶν ὑπισχνούμενοι τὸν θεὸν ἐξιλάσκεσθαι. Θυμιώμενοσ. Θυόμενοσ. θύω τὸ ὁρμῶ. Θυροκρουστεῖν. τὸ θυροκτυπεῖν. Θύω. τὸ σφάζω καὶ ἱερουογῶ. Θυμμένον. τὸ ὑπὸ πυρὸς βεβλημένον καὶ κεκαυμένον. καὶ παρὰ γεωργοῖς αἱ ὑποκεκαυμέναι αμπελοι ὑπὸ πάχνης ἐντεθυμμέναι καλοῦνται. Θῦσαι. τὸ κακῶσαι τῷ καπνῷ τοῦ πυρὸς τὰς μελίσσας. theta.1065 Θύραθεν. τοὺς εξω. Θύραζε. εξω τῆς θύρας. Θύρῃφιν. εξωθεν, εξω. Τὸ Θ μετὰ τοῦ Ω. ( ̓Αρσενικόν.) Θῶκοσ. ὁ θρόνος. παρὰ τὸ θῶ ῥῆμα, ο σημαίνει κατὰ ἀντίφρασιν τὸ ἑδραῖον, ὁ μέλλων θώσω, γίνεται θῶκος, ἡ τοῦ θύειν ἡμᾶς ἐπέχουσα καθέδρα. τὸ δὲ θῶ γέγονε παρὰ τὸ θοῶ, ἀφ' ου τὸ θοάζω. ὡς βοῶ βοάζω. καὶ νύκτα θοὴν τὴν ἑδραίους ἡμᾶς ποιοῦσαν, καὶ δαῖτα θοήν· τὸ γὰρ θοὸν δηλοῖ τὸ ἑδραῖον καὶ ἀσφαλὲς καὶ ἰσχυρόν. Θωμᾶσ. κύριον. ἑρμηνεύεται δὲ δίδυμος, η δισταγμὸς, η διστάζων τοῖς λογισμοῖς. theta.1066 Θωμοί. οἱ τῶν πυρῶν η τῶν σπερμάτων σωροὶ, η σωροὶ ξύλων. Θὼν, Θῶνοσ. κύριον. Θώραξ. χιτὼν σιδηροῦς περὶ τὸ στῆθος κείμενος, η πύργος, η τὸ στῆθος. παρὰ τοῦ τὸ θεῖον ὠρεῖν, τουτέστι φυλάττειν τὸ διανοητικὸν, ο ἐστιν ἐν ἡμῖν θεῖον. η παρὰ τὸ θορῶ, τὸ πηδῶ· πηδώσης γὰρ τῆς καρδίας, ἀπὸ ταύτης κινοῦνται καὶ τὰ λοιπὰ μέλη. Ομηρος καὶ θώρηξ. Θώσ. ὁ λυκοπάνθηρος. καὶ κλίνεται θωός. ταχεῖς γὰρ εἰσὶ καίπερ βραχυσκελεῖς οντες. Θωϋκτήρ. ὑλακτικός. ὡς· αλλός τις κύων θωϋκτήρ. Θώψ. ὁ κόλαξ. καὶ κλίνεται θωπός. Θώμιγξ. τοῦ Ψελλοῦ· θώμιγξ σπάρτος καννάβινος· θηβάνης ανεμός τις. theta.1067 †Θῶνοσ. θημών. σωρεία.† Θώραξ. παρὰ τὸ θῶ, τὸ ἀπολαύω. τὸ ἀπολαυστικὸν μέρος τοῦ σώματος. τὸ δὲ θῶ πολυσήμαντόν ἐστι. (Θηλυκόν.) Θωή. ἡ ζημία. Θώμιγξ. τὸ λεπτὸν σχοινίον. Θωπεία. ἡ κολακεία. (Οὐδέτερον.) Θώκνειον. ονομα τόπου. Θωρακεῖον. τὸ τεῖχος. Θωρακίοισ. προμαχῶσι. δρυφάκτοις η λωρικίοις. μέχρι μέν τινος ὑποπτηχότες τοῖς θωρακίοις ἠρέμουν. Θῶ. τὸ ἀπολαύω. ἐξ ου καὶ θώραξ, τὸ ἀπολαυtheta.1068 στικὸν μέρος τοῦ σώματος, τὸ ἀπὸ τραχήλου μέχρι τῶν αἰδοίων καθῆκον κῦτος, ο καὶ ολμος καλεῖται. Θῶ. τὸ κατασκευάζω. ἐξ ου καὶ θεός. Θῶ. τὸ τρέφω. ἐξ ου καὶ θοίνη, ἡ εὐωχία. Θῶ. τὸ θηλάζω. ἐξ ου καὶ θηλή. Θῶ. τὸ ἑδραιῶ. ἐξ ου καὶ θῶκος, ὁ θρόνος. Θῶ. τὸ τίθημι. ἐξ ου καὶ θὶς, ὁ σωρός. Θῶ. τὸ ζημιῶ. ἐξ ου καὶ θωὴ, ἡ ζημία. †Θωθείσ. μεθυσθείς.† †Θωκεῖ. κάθηται.† Θωμίζω. κεντρίζω, σχοινίοις δεσμῶ. Θωρήσσεσθαι. θωρήσσετο· θωρήξασθαι· θωρηχθεὶς καὶ θωρηχθῆναι τὸ καθοπλισθῆναι. θωριχθῆναι δὲ τὸ μεθυσθῆναι, καὶ θωρίσtheta.106 σειν, ι. καὶ ἀκροθώρικας τοὺς ἀκρομεθύσους ἐκάλουν. κέχρηται δὲ τῇ λέξει καὶ ὁ ̓Ανακρέων· ωστε θωρακισθῆναι. οιον τὸ θώρακα πληρῶσαι. θώραξ γὰρ τὸ στῆθος. διὰ τὸ θερμαίνειν ουν τὸ στῆθος θωρίσσειν λέγεται τὸ μεθύειν. theta.1070 Θωπεύει. καλακεύει, ἀπατᾷ. θωπεύεις δεσποτικὴν ὀδύνην. †Θωτάζει. σκώπτει.† †Θωΰσει. βοᾷ.† Θωΰσσοντεσ. ὑλακτοῦντες. καὶ θώϋξεν ἀντὶ τοῦ ἐβόησεν. καὶ θωϋκτὴρ κύων, ὁ ὑλακτικός. iota.1077 Ι. iota.1077 Τὸ Ι μετὰ τοῦ Α. ( ̓Αρσενικόν.) ̓Ιακώβ. κύριον. ̓Ιαβείμ. κύριον. ̓Ιαβὶν δὲ, ˉιˉ. ̓Ιάειροσ. κύριον. ̓Ιαζάρτησ. ὁ Τάναϊς ποταμός. ̓Ιακώβ. κύριον. πτερνιστὴς ἑρμηνεύεται. Ιακχοσ. ὁ ∆ιόνυσος, η ἑορτή. παρὰ τὴν ἰαχὴν τὴν ἐν ταῖς χορείαις, τουτέστι τὴν βοὴν, γέγονεν ιακχος πλεονασμῷ τοῦ κ. ̓Ιάλεμοσ. ηχος. βοή. θρῆνος. ἀπὸ τοῦ ἰάχω. τοῦτο παρὰ τὸ ια, ο σημαίνει τὴν φωνήν. εστιν ιημι, ἐκ τούτου γίνεται ιηος, ἐκ τοῦ ιηος γίνεται iota.1078 ἰήεμος διὰ τοῦ ˉε κατὰ τὴν περίληψιν, ειτα κατὰ τροπὴν τοῦ ˉη εἰς ˉα ἰάεμος, καὶ πλεονασμῷ τοῦ λ, ἰάλεμος, καὶ ἰηλεμῆσαι. ἐν αλλοις δὲ ευρον