240
εἰς λέοντα σπουδὴν προσήνεγκαν, ἆρα οὐκ ἂν ᾐσχύνθης θεασάμενος; Τί δὲ εἴ σοι ὁ κύκνος εἰς τέρψιν ἐθεάτριζεν, τί σοι ἐδόκει; ὁ πάντων ἀτιμότατος τῶν ὀρνέων κόραξ, περιχρώσας ἑαυτὸν τῷ λευκῷ σχήματι, οὐ καταγελαστότερος πολλῷ πλέον· Ῥᾷστον ἑαυτὸν ἀπατᾷν, καὶ οἴεσθαι εἶναί τι οὐδὲν ὄντα, ὑπὸ τῆς κενῆς δόξης φυσώμενον. Οἴησις, ὡς ὁ τῶν ἀρχαίων λόγος, ἔστιν ἐκκοπὴ προκοπῆς. Ὁ γὰρ κατοιόμενος, βελτίωσιν οὐκ ἀνέχεται. Οἴησις, ἀκάθαρτον φύσει ἐστίν.
ΤΙΤΛ. Ζʹ. -Περὶ οἴνου, καὶ τῆς χρήσεως αὐτοῦ.
«Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.» «Ἀκόλαστον οἶνος, καὶ ὑβριστικὸν μέθη· πᾶς δὲ ἄφρων τοιούτοις συμπλέκεται.» «∆ότε οἶνον τοῖς ἐν λύπαις, καὶ τοῖς ἐν ὀδύναις 96.217 οὖσιν, ἵνα ἐπιλάθωνται τῆς πενίας, καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι.» «Οἶνος καὶ γυναῖκες ἀποστήσουσι συνετούς.» «Ἐν οἴνῳ μὴ ἀνδρίζου. Πολλοὺς γὰρ ἀπώλεσεν ὁ οἶνος. Οἶνος εἰς εὐφροσύνην, καὶ οὐκ εἰς μέθην ἐκτίσθη ἀπ' ἀρχῆς. Ἀγαλλίαμα καρδίας καὶ εὐφροσύνη ψυχῆς, οἶνος πινόμενος.» «Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία.» «Μηκέτι ὑδροπότει, ἀλλ' οἴνῳ ὀλίγῳ χρῶ, διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.» Οἶνος τὸ παρὰ Θεοῦ δῶρον, εἰς παραμυθίαν τῆς ἀσθενείας δεδομένον τοῖς σωφρονοῦσι. Μέτρον ἄριστον τῆς τοῦ οἴνου χρήσεως ἡ χρεία τοῦ σώματος. Ῥώννυσι μὲν γὰρ οἶνος σῶμα, τὴν δὲ ψυχὴν λόγος Θεοῦ. Οἴνου μεταληφθέντος, λύπαι οἰχήσονται, φυγαδευθεῖσαι καθάπερ ὑπὸ λαίλαπος γνόφος.
ΤΙΤΛ. Ηʹ. -Περὶ ὀφθαλμῶν.
«Θεωρῶν ὀφθαλμὸς καλὰ εὐφραίνει καρδίαν.» «Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· τὰ δὲ βλέφαρά σου νευέτω δίκαια.» «Πονηρότερον ὀφθαλμοῦ τί ἔκτισται; ∆ιὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύσει.» «Ὀφθαλμὸς πονηρὸς, φθονερὸς ἐπ' ἄρτῳ, καὶ ἐλλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ.» «Κύριε Πάτερ, καὶ Θεὲ ζωῆς μου, μετεωρισμὸν ὀφθαλμῶν μὴ δῷς μοι.» «Φύλαξον, μνήσθητι, ὅτι κακὸν ὀφθαλμὸς πονηρός.» «Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. Ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται. Ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμα σκοτεινὸν ἔσται.»
ΤΙΤΛ. Θʹ. -Περὶ ὀνειδισμοῦ· καὶ ὅτι οὐ χρὴ ὀνειδίζειν.
«Ἀπόστρεψον ἀπὸ σοῦ ἐπονειδίστους λόγους.» «Μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε· ὥσπερ γὰρ ἱμάτιον βρωθήσεται ἀπὸ χρόνου, καὶ ὡς ἔρια βρωθήσεται ἀπὸ σητός.» Μὴ φοβοῦ, ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης, ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ, καὶ ὄνειδος τῆς χηρείας σου, οὐ μὴ μνησθῇς ἔτι.» «Μὴ βδελύξῃς ἄνθρωπον, καὶ μὴ ὀνειδίσῃς αὐτὸν ἐν ὁράσει αὐτοῦ.» 96.220 «Ὁ ὀνειδίζων φίλον, διαλύσει φιλίαν.» «Μὴ ὀνειδίσῃς ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας. Μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτιμίοις.» «Ὄνειδος τέκνων, μήτηρ ἐν ἀδοξίᾳ.» «Μὴ καταγελάσῃς ἀνθρώπου ὄντος ἐν πικρίᾳ ψυχῆς αὐτοῦ. Ἔστι γὰρ ὁ ταπεινῶν καὶ ὑψῶν.» «Βαρεῖα ταῦτα ἀνθρώπῳ ἔχοντι φρόνησιν, ἐπιτίμησις οἰκίας, καὶ ὀνειδισμὸς δανειστοῦ.» Μία ἀσφάλεια, μὴ ὀνειδίζειν τύχας. Κοινὴ γὰρ ἡ τύχη, καὶ τὸ μέλλον ἀόρατον. Εὖ μὲν λέγοντες ἀεὶ τοὺς ἀξίους, κακῶς δὲ οὐδέποτε τοὺς ἀναξίους, τευξόμεθα καὶ ἡμεῖς τῆς τοῦ Θεοῦ δόξης καὶ βασιλείας. Ψέγειν τὸν ἀνεπίληπτον, εἰς Θεὸν ἁμαρτία. Μηδενὶ συμφορὰν ὀνειδίσῃς· κοινὴ γὰρ ἡ φύσις, καὶ τὰ ἐπιόντα ἄδηλα· μήποτε τοῖς αὐτοῖς ἁλοὺς, αὐτοκατάκριτος ἐν τῷ συνειδότι εὑρεθῇς. Οὔτε ἔπαινος ἀγαθὸν ποιεῖ, οὔτε ψόγος κακόν.
ΤΙΤΛ. Ιʹ. -Περὶ ὀλιγοβίων καὶ ὀλιγοχρονίων.