15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
μᾶλλον δὲ μηδὲ συγκριτικῶς τοῦτον πρὸς ταῦτα λέγοιμεν, ἀλλ' ἀσχέτως καὶ ἀπολύ τως. ὣς δὲ καὶ τὸ πνεῦμα οὐκ ἄναρχον· πρόεισι γὰρ καὶ τοῦτο ἐκ τοῦ πατρός, ἀλλ' οὐχ ᾗ πατρός, ἀλλ' ᾗ αἰτίου· κοινὸν γὰρ ἀμφοῖν τούτοιν τοῖν προσώποιν, υἱῷ καὶ πνεύματι, τὸ ἐκ τοῦ πατρὸς προϊέναι· διάφορον δὲ τὸ τὸν μὲν υἱὸν «υἱικῶς» προελθεῖν, τὸ δὲ πνεῦμα «ἐκπορευτῶς». Ὅρα τὸν μέγαν τοῦτον ἄνδρα ὅσην περὶ τὰ θεῖα φαίνεται ποιούμενος τὴν εὐλάβειαν. οὐ γὰρ βούλεται ἐν ταῖς θεολογίαις τὰς εὐαγγελικὰς παραλλάτ τειν φωνάς· διὰ τοῦτο, ἐπειδὴ «υἱικῶς» εἶπε καὶ «ἐκπορευτῶς», τῶν θείων λογίων «υἱὸν» καὶ «γέννησιν» καὶ «πνεῦμα» καὶ «ἐκπόρευσιν» λεγόντων, καθάπτεται ὡς παρηνομηκότος αὑτοῦ καὶ παρονομάσαντος, «υἱικῶς» μὲν ἀπὸ τοῦ «υἱοῦ», «ἐκπορευτῶς» δὲ ἀπὸ τῆς «ἐκπορεύσεως», ὅπερ δὴ καὶ ἐπισημαίνων ἔφη· «εἰ δεῖ τι καινοτομ[εῖν] περὶ τὰ ὀνόματα σαφηνείας ἕνεκεν»· οὐ γὰρ προηγουμένως, φησίν, ὀνοματοθετῶ νῦν οὐδὲ τοῦτο βουλόμενος ποιεῖν χρῶμαι ταῖς παρονομασίαις, ἀλλ' ἵν' ὑμῖν διασαφήσω διὰ τῶν ὀνομάτων τούτων τὴν τῶν πραγμάτων δύναμιν. δεῖ γοῦν καὶ ὑμᾶς εὐλαβῶς τῶν θείων ἅπτεσθαι καὶ μὴ καταχρᾶσθαι τοῖς ὀνόμασιν, ὥς που δὴ ποιῶν καὶ Εὐνόμιος φ[αί]νεται, τὸν μὲν πατέρα ἀνωτάτω καὶ πρώτην ὀνομάζων οὐσίαν, τὸν δὲ υἱὸν δευτέραν καὶ μετ' ἐκείνην, τὸ δὲ πνεῦμα τρίτην καὶ μηδεμιᾷ τούτων συντεταγμένην· ὧν δὴ καλῶς ὁ τῆς Νύσσης κατατρέχει φωστήρ, περὶ ὧν ἐν ἄλλοις καιροῖς δηλώσομεν. Ἦν μὲν οὖν καὶ πλείονα ὧν εἰρήκαμεν περὶ τῶν προτεθέντων εἰπεῖν, ἀλλ' ἁρμόζειν δεῖ, φησί, τὸ ὑπόδημα τῷ ποδί. διὰ τοῦτο τὰ εἰρημένα ταῖς διανοίαις ὑμῶν συμμετρήσαντες, τὰ λοιπὰ τῇ ἐφεξῆς θεωρήσομεν.
106 Ἐκ τοῦ περὶ τοῦ πνεύματος λόγου εἰς τὸ «Σαδδουκαῖοι μὲν οὐδ' εἶναι»
Παρὰ τοῦ πνεύματος ὁ θεολόγος πατὴρ περὶ αὐτοῦ δὴ τούτου τοῦ πνεύ ματος διαλέγεσθαι εἰληφώς, πρὶν ἢ τὸν περὶ τούτου λόγον ἀκριβέστερον πραγματεύσασθαι, ῥητορικώτερον τῆς ὑποθέσεως ἅπτεται, προκατα σκευαῖς τισι καὶ προκαταστάσεσι τὸν λόγον ὑποτυπούμενος καὶ πᾶν αὐτῷ τὸ μέλλον ῥηθήσεσθαι ἐν προκαταρκτικαῖς αἰτίαις προδιοικο[ύ]με νος. «Τὸ πνεῦμα» γάρ φησι «τὸ ἅγιον Σαδδουκαῖοι μὲν οὐκ εἶναι τὸ παράπαν ἐνόμισαν, οὐδὲ γὰρ ἄγγελον οὐδὲ ἀνάστασιν, οὐκ οἶδ' ὅθεν τὰς τοσαύτας περὶ αὐτοῦ μαρτυρίας διαπτύσαντες ἐν τῇ παλαιᾷ εἰρημένας. Ἑλλήνων δὲ οἱ θεολογικώτεροι καὶ μᾶλλον ἡμῖν προσεγγίσαντες ἐφαντάσθησαν μέν, ὡς ἐμοὶ δοκεῖ· περὶ δὲ τὴν κλῆσιν διηνέχθησαν, νοῦν τοῦ παντὸς καὶ τὸν θύραθεν νοῦν καὶ τὰ τοιαῦτα προσαγορεύσαντες. τῶν δὲ καθ' ἡμᾶς φιλοσόφων οἱ μὲν ἐνέργειαν τοῦτο ὑπέλαβον, οἱ δὲ κτίσμα, οἱ δὲ θεόν, οἱ δὲ οὐκ ἔγνωσαν ὁπότερον τούτων, αἰδοῖ τῆς γραφῆς, ὥς φασιν, οὐδέτε ρον σαφῶς δηλωσάσης, καὶ διὰ τοῦτο οὔτε σέβουσιν οὔτε ἀτιμάζουσι, μέσως πως περὶ αὐτοῦ διακείμενοι, μᾶλλον δὲ καὶ λίαν ἀθλίως. καὶ τῶν θεὸν ὑπειληφότων οἱ μὲν ἄχρι διανοίας εἰσὶν εὐσεβεῖς, οἱ δὲ τολμῶσιν εὐσεβεῖν τοῖς χείλεσιν.» Ἃ μὲν οὖν ἡ θεολόγος γλῶσσά φησι ταῦτα. ἀρκτέον δὲ ἡμῖν ἄνωθεν, καὶ πρῶτόν γε περὶ τῶν Σαδδουκαίων τούτων ῥητέον, οἳ δὴ ἀπὸ τοῦ αὐτοῦ μὲν γένους τῷ λοιπῷ κατάγονται Ἰσραὴλ καὶ τοῦ κοινοῦ ὀνόματος τετυχή κασιν, ἰδιαίτερον [δὲ] ἀπό τινος αὐτοῖς προπάτορος χρηματίσαντος Σα δοὺκ καλουμένου Σαδδουκαῖοι κατωνομάσθησαν. εἰς ἑπτὰ γὰρ γένη καὶ ἰσάριθμα τούτοις ὀνόματα διῃρημένου τοῦ παντὸς Ἰσραήλ, τὸ μέν τι τούτων ἀπὸ πατρὸς κατωνόμασται, ὥσπερ Σαδδουκαῖοι, τὸ δὲ παρὰ τὸ ἐξαίρετον τοῦ θρησκεύματος, ὡς οἱ Φαρισσαῖοι καλούμενοι (τὸ γὰρ φαρὲς ὁ Ἑβραῖος καθαρὸν εἶναι βούλεται)· εἰσὶ δὲ οἳ καὶ τοῦτο τὸ γένος γενεαλο γοῦσιν ἀπὸ τοῦ τῆς Θάμαρ υἱοῦ, ἥτις δὴ τὸν Φαρὲς καὶ