240
τούτων ἐθέσπισε. Τῆς γὰρ προτέρας ἀπάτης τῶν ἀνθρώπων ἀπαλλαγέντων, καὶ δεξαμένων τοῦ Θεοῦ τὴν ἐπί γνωσιν, εὐφρανθήσεται Θεὸς, οὐ προσκυνούμενος, ἀλλὰ σωζομένους ὁρῶν. λβʹ. "Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν· ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνί ζονται." Εἰκότως ταῦτα προστέθεικε, τὸ ἀνενδεὲς διδάσκων τῆς θείας φύσεως. Οὐ γὰρ ὡς δεόμενος τέρπεται προσκυνούμενος· ἀλλ' ὡς σώζειν βουλό μενος, τὴν ἀλήθειαν δείκνυσι· καὶ κολάζειν δυνά μενος, οὐκ ἐπιφέρει τὴν κόλασιν· καί τοι μόνῃ τῇ ἐπιφανείᾳ σείων τὴν γῆν, καὶ πυρὸς καὶ καπνοῦ τὰ ὄρη πληρῶν. Τοῦτο δὲ καὶ ἐν τῷ Σινᾷ ὄρει πεποίηκε· τὴν οἰκείαν γὰρ ποιησάμενος ἐπιφάνειαν, τὸ ὄρος ἅπαν ἔδειξε καπνιζόμενον. λγʹ. "Ἄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω." Καὶ ταῦτα εἰκότως προσ τέθεικεν. "Οὐ γάρ ἐστιν ἐν τῷ θανάτῳ ὁ μνημο νεύων αὐτοῦ, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεται 80.1708 αὐτῷ;" Οὕτως ἀπεκλείσθη ταῖς μωραῖς παρθένοις τοῦ νυμφῶνος ἡ θύρα, τὸν τῆς λαμπαδοφο ρίας καιρὸν εἰς ἀγορασίαν ἐλαίου δαπανησά σαις. λδʹ. "Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου." Τὴν διαλογὴν, διάλεξιν ὁ Σύμμαχος εἴρηκεν· ὁ δὲ Ἀκύλας, ὁμιλίαν. Εὔχομαι δὲ, φησὶ, ταύτην μου τὴν ὑμνῳδίαν ἡδίστην καὶ τερπνοτάτην ὀφθῆναι. "Ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ." Τούτου γὰρ, φησὶν, γινομένου, ἐγὼ τὴν ἐντεῦθεν εὐθυμίαν καρπώσομαι. λεʹ. "Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς· καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς." Τὸ θεῖον κάλλος, καὶ τὸν ἄῤῥητον πλοῦτον ὡς ἐνῆν ἀνθρω πείᾳ φύσει διεξελθὼν, πάντας ἀνθρώπους τῆς αὐ τῆς μεταλαχεῖν ἱμείρεται γνώσεως, καὶ τὴν τῶν ἁμαρτωλῶν πάμπαν ἐκλεῖψαι συμμορίαν ἱκετεύει· οὐκ αὐτοὺς ἀπολέσθαι παρακαλῶν, ἀλλὰ μεταβλη θῆναι δεόμενος, καὶ παύσασθαι αὐτῶν τὸ στῖφος ἀντιβολῶν μεταταξαμένων καὶ μεταμαθόντων τὰ θεῖα. Εἰ δέ τις ἑτέρως ταῦτα βούλεται νοεῖν τὰ ῥητὰ, ὡς τοῦ προφήτου τοὺς δυσσεβείᾳ συζῶντας ὑπο βάλλοντος ἀραῖς, καὶ οὕτως εὑρήσει τῇ ἀποστολικῇ διδασκαλίᾳ τὴν προφητείαν συμβαίνουσαν. Καὶ γὰρ ὁ μακάριος Παῦλος Κορινθίοις ἐπιστέλλων, τοιοῦτον ἀκροτελεύτιον τέθεικεν· "Εἴ τις οὐ φιλεῖ τὸν Κύ ριον Ἰησοῦν, ἤτω ἀνάθεμα." Ἴδιον γὰρ τῶν θερμῶς ἀγαπώντων. "Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον." Οἱ μὲν οὖν ὑμνεῖν τὸν τοσούτων ἀγα θῶν χορηγὸν οὐ βουλόμενοι, ἐκεῖνα πασχέτωσαν ἅπερ εἴρηκα· σὺ δὲ, ὦ ψυχὴ, ἐνδελεχῶς τὸν σὸν ὕμνει ∆ημιουργὸν καὶ Σωτῆρα.
ΕΡΜΗΝ. ΤΟΥ Ρ∆ʹ. ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ὑμνεῖν καὶ οὗτος ὁ ψαλμὸς παρακελεύεται τὸν τῶν ὅλων Θεόν·
δηλοῖ δὲ καὶ ἡ ἐπιγραφή. Τὸ γὰρ ἀλληλούϊα, Αἰνεῖτε τὸν Κύ ριον ἑρμηνεύεται. Ἀναμιμνήσκει δὲ τῶν πρὸς τοὺς πατριάρχας ὑπὸ τοῦ Θεοῦ γεγενημένων ὑποσχέ σεων, καὶ τῶν δι' ἐκείνους ὑπ' αὐτοῦ παρασχεθέν των ἀγαθῶν τοῖς ἐκείνων ἐκγόνοις. Ἱκανὴ γὰρ καὶ τούτων κἀκείνων ἡ μνήμη, τοὺς τοσούτων εὐερ γεσιῶν ἀπολαύσαντας εἰς ζῆλον τῆς τῶν προγόνων ἀρετῆς ἐρεθίσαι καὶ παραθῆξαι. ∆ιδάσκει δὲ καὶ κατὰ ταυτὸν, καὶ τὸν νέον λαὸν, ὡς οὐκ ἀδίκως τὸν ἀχάριστον ἐκεῖνον λαὸν τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν. Ἐπειδὴ γὰρ Θεοῦ λαὸς ἐχρημάτιζον, καὶ προφανῶς τῆς θείας προμηθείας ἀπήλαυον, ἔρημοι δὲ ταύτης ὕστερον ἐγένοντο παντελῶς· διὰ τῶν προκειμένων ψαλμῶν διδάσκει πάντας ἀνθρώ πους, ὅσα μὲν αὐτὸν εὐεργέτησε καὶ ἡλίκα, ὅπως δὲ ἀχάριστοι περὶ τὰς εὐεργεσίας ἐκεῖνοι γεγένην 80.1709 ται· ὡς ἂν ὁμοῦ καὶ τῆς κατ' ἐκείνων ἐξενεχθείσης ψήφου τὸ δίκαιον καταμάθοιεν ἅπαντες, καὶ τῆς ἀχαριστίας ὁρῶντες τὰ ἐπίχειρα, μὴ τὴν αὐτὴν ἐκείνοις βαδίζοιεν, ἀλλὰ τὴν εὐθεῖαν ὁδεύσοιεν. αʹ. "Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ." Τὸ δὲ ἐπικαλεῖσθε, κηρύσσητε ὁ Σύμμαχος εἴρηκε. Παρακελεύεται δὲ ὁ λόγος τὴν εὐχαριστήριον ὑμνῳδίαν προσφέρειν, καὶ δι ηγεῖσθαι τὰς θείας εὐεργεσίας. "Ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ." ∆ῆλόν ἐστι καὶ σαφὲς, ὡς ὄνησιν οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ, καὶ τοῖς ἔθνεσιν ἅπασιν