240
καὶ διαγίνῃ, μὴ λυποῦσα τὸν ὁμόζυγον, ἀλλὰ μᾶλλον κατακάμπτουσα διὰ τῆς ἐνθέου διαγωγῆς. περὶ τῆς ἀδελφῆς, δεδήλωκα αὐτῇ τὸ παριστάμενόν μοι· περὶ τοῦ οἰκονόμου μου καὶ ἀγαπητοῦ τέκνου, πλεῖστά σοι ἀπευχαριστῶ, συμπαθῶς ἐπειχθείσῃ πρὸς αὐτόν. εὕροις ἔλεος παρὰ Κυρίου. 396 {1Μαρίᾳ μοναζούσῃ}1 Ἀνέγνων σου τὴν τιμίαν συλλαβὴν καὶ ἐπέγνων σου τὸν εὐσεβῆ λογισμόν, ὅτι τῆς αὐτῆς τῷ μακαρίῳ ἐκείνῳ πατρὶ διαθέσεως ἀκολούθως ἔχεις ὑπὲρ Χριστοῦ πάσχειν· καὶ εἰκότως, ἵνα φανῇ ὅτι ἡ μία σὰρξ ἓν καὶ φρόνημα κρατεῖ, οὐχ ἑτεροζυγοῦσα περὶ τὴν πίστιν. χάρις οὖν θεῷ, τῷ οὕτως ὑμᾶς διὰ τὸν φόβον καὶ πόθον αὐτοῦ διαζεύξαντι ἀπ' ἀλλήλων μαχαίρᾳ εὐαγγελικῇ σωματικῶς καὶ πάλιν τῷ ἑνὶ πνεύματι καὶ φρονήματι συνάψαντι ψυχικῶς. σπούδασον οὖν, κυρία μου, τῆς ἴσης αὐτῷ μερίδος ἀξιωθῆναι καὶ συντεύξασθαι ἐκεῖ καὶ συνεῖναι εἰσαεί, αἱρουμένην αὐτὸν ὡς ᾑρετίσατό σε· καὶ γὰρ πολλῇ ἀγάπῃ πολλὴν καὶ φροντίδα ἔσχεν ἐν τῇ σωτηρίᾳ σου, ὡς οἶδα κἀγώ, καθότι κοινωνῶν ἦν τῇ ταπεινώσει μου τὰ καθ' αὑτὸν ὡς υἱῷ. Περὶ τῆς κατὰ ἀνάγκην τοῦ διωγμοῦ ὑποκριτικῆς σου ἔξωθεν κοσμικοφορήσεως πρὸς μικρὸν χρόνον καὶ τόπον, εὕρηται ἐν τοῖς ἁγίοις κατά τινα ἀναγκαίαν ὑπόθεσιν, εἰς δὲ τὸ ἀεὶ οὐδαμῶς. λοιπὸν οὐκ οἶδα τί εἴπω· ἐὰν ἐπιτρέψω ῥῖψαι τὴν ὑπόκρισιν, εἴποις ἂν μὴ φέρειν τὸ μαρτύριον· ἐνεχθήσῃ γὰρ καὶ εἰς βάσανα· ἐάν τε πάλιν ἐπαφήσαιμι οὕτως, οὐκ ἔχω γραφικὴν μαρτυρίαν. δύο τοίνυν κακῶν προκειμένων κρεῖττόν ἐστι κρυπτομόναχον εἶναι ἤ, μὴ φέροντα τὰς πληγάς, κοινωνῆσαι τῇ ἀρνητικῇ αἱρέσει καὶ ἀποστῆναι Χριστοῦ, ἐφ' ᾧ ἔσται ἀεὶ ἡ μερίς σου. 397 {1Μοναζούσῃ παραινετική}1 Ὁ παρὼν καιρὸς τοιοῦτος, ὃς ἀναγκάζει ἡμᾶς μεριμνᾶν ὑπὲρ ἀλλήλων διὰ τὸ τῆς ἰσοψυχίας καὶ ὁμοπιστίας ἀξίωμα, ἐπειδὴ ὡς μίαν ἐκκλησίαν, ἤγουν συνοδίαν, συνεκαλέσατο ὁ θεὸς ἅπαντας τοὺς ἀντεχομένους τῆς ἀληθείας καὶ ἐν αὐτῇ ὁμολογοῦντας. καθάπερ οὖν οὐκ ἀκίνδυνον τῷ τῆς αὐτῆς μονῆς ὄντι μὴ ὑπὲρ τῶν συμμαθητῶν φροντιοῦντι, ἢ καθηγουμένῳ τὸ μὴ περὶ τῶν φοιτητῶν ὡσαύτως φροντίζειν, οὕτω δὴ καὶ ἡμῖν πᾶσιν, ἐπειδήπερ, ὡς εἴρηται, μία ἐκκλησία κοινοβιακή ἐσμεν. Ἐπισκέπτομαί σε διὰ τοῦ γράμματος καὶ ἐρωτῶ πῶς δὴ ἔχοις ἐν Κυρίῳ, ὦ ἀδελφὴ πνευματική, εἰ ἐμμένεις ἐν τῇ καλῇ ὁμολογίᾳ Χριστοῦ, εἰ τηρεῖς τὴν παρακαταθήκην τῆς πίστεως διὰ Πνεύματος Ἁγίου ἀσφαλῆ, εἰ κρατύνῃ ἐν θεῷ, μὴ πτυρομένη ἀπὸ τῶν ἀσεβῶν. εὖγε, εὖγε· στηριχθείης ἔτι πλειόνως καὶ τοσοῦτον, ὡς ἂν ᾄδειν σε σὺν τῷ ἁγίῳ ∆αυίδ· οὐ φοβηθήσομαι ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. καὶ γὰρ ὁ ὡς ἀληθῶς βεβαιόπιστος ἀμετακίνητός ἐστι πάμπαν τῆς ἀγάπης Χριστοῦ, ἧς οὐ θλῖψις, οὐ στενοχωρία, οὐ λιμός, οὐ διωγμός, οὐ κίνδυνος, οὐ μάχαιρα χωρίζειν δύναται. ταύτῃ τῇ πεποιθήσει οἱ ἅγιοι πάντες ἐτελειώθησαν, τῇ αὐτῇ καὶ ἡ σὴ τιμιότης εἴη· οὐ γὰρ εἶ ἀγενεστέρα Θέκλης, Φεβρωνίας καὶ τοῦ περὶ αὐτὰς μακαρίου χοροῦ. θυγάτηρ θεοῦ, νύμφη Χριστοῦ ὡς κἀκεῖναι καὶ αὐτή, ὑπὲρ οὗ καὶ τανῦν τὸ μαρτύριον ὥσπερ τηνικαῦτα. Ὑπομείνωμεν οὖν, παρακαλῶ, οὐχ ὅτι ἐν οἷς ἐσμεν θλιπτικοῖς, ἀλλὰ κἂν τὰ προειρημένα ἅπαντα ἐπιστῇ. ἀπροσωπόληπτος ὁ θεός, τῇ αὐτῇ ἀγάπῃ ἀγαπῶν ἡμᾶς ᾗ ἠγάπησεν καὶ τοὺς πάλαι. ταῦτα ὡς ἐν ὀλίγοις, εἰδὼς ὅτι οἴκοθεν καὶ ἐξ ἄλλων τὰς παρακλήσεις ἔχει σου ἡ σεμνοπρέπεια· ὅμως καὶ παρ' ἡμῶν, ἵνα γνοίης ὅτι οἰκειοπαθοῦμέν σοι ὀφειλομένως καὶ ὅπως προσεύχῃ τοῦ στηρίζεσθαι καὶ ἡμᾶς τοὺς ἁμαρτωλούς. 398 {1Βασιλείῳ πατρικίῳ}1 Τῆς θεοτιμήτου σου συγκαταβάσεως ἔργον οὐ μόνον εἰς ὄψιν σου ἱερὰν ἐνεγκεῖν τὸν ἀδελφὸν ἡμῶν ἐν πνεύματι ὁμιλῆσαί τε τὰ δόξαντα οὕτω προσηνῶς καὶ μετρίως, ἀλλ' ὅτι καὶ τὴν κυρίαν καὶ ἐμοὶ σεβασμίαν πατρικίαν ἅμα τοῖς εὐγενεστάτοις σου βλαστοῖς ἀγαγὼν κλῖναί τε οὐ κεφαλήν, ἀλλὰ γόνυ πρὸς αὐτὸν ἐπιτέτραπας. ὢ τῆς μεγίστης σου ταπεινοφροσύνης· ὢ τῆς φιλοθέου σου συνέσεως· ὢ τῆς ὑπερβαλλούσης σου ἐν ἁμαρτωλοῖς πίστεως.