1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

240

Μεσημβρίας." ταῦτα δεξάμενος ὁ βασιλεὺς ταῖς τῶν κακοσυμβούλων εἰσηγήσεσιν οὐ προσήκατο τὴν εἰρήνην. εὐσεβείας γὰρ δῆθεν ψευδοῦς, μᾶλλον δὲ ἀμα498 θίας καὶ περὶ τὸ κοινὸν ἀπωλείας οἱ παρασυμβουλευταὶ ἔφασκον ὅτι οὐ δεῖ τοὺς προσφεύγοντας ἀποδίδοσθαι, ἐπιφθεγγόμενοι εἰς μαρτυρίαν καὶ τὸ εὐαγγελικὸν τοῦ κυρίου λόγιον, ὅτι "τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω." μεσοῦντος δὲ τοῦ Ὀκτωβρίου μηνὸς παρετάξατο ὁ Κροῦμμος κατὰ Μεσημβρίας ἐν μηχανήμασι μαγγανικῶν καὶ ἑλεπόλεων, ἃ τῇ προφάσει Νικηφόρου, τοῦ καταλύτου τῶν Χριστιανῶν, μεμάθηκεν. Ἄραβα γάρ τινα προσελθόντα τῷ βαπτίσματι πάνυ ἔμπειρον μηχανικῆς ὑπάρχοντα στρατεύσας ἐν Ἀδριανουπόλει κατέστησεν, μηδεμίαν κατ' ἀξίαν ἀντίληψιν εἰς αὐτὸν ἢ εὐεργεσίαν πεποιηκώς, ἀλλ' ἢ μᾶλλον καὶ τὴν ῥόγαν αὐτοῦ κολοβώσας, τὸν δὲ γογγύσαντα ἔτυψε σφοδρῶς· ἀπονοηθεὶς δὲ ἐπὶ τούτῳ προσέφυγε τοῖς Βουλγάροις καὶ ἐδίδαξεν αὐτοὺς πᾶσαν μαγγανικὴν τέχνην. ἐν τούτοις παραστησάμενος, μηδενὸς ἀντιταξαμένου διὰ πολλὴν σκαιότητα δι' ὅλου τοῦ μηνός, παρέλαβεν αὐτήν. τῇ δὲ αʹ τοῦ Νοεμβρίου μηνὸς προσκαλεσάμενος ὁ βασιλεὺς τὸν πατριάρχην, περιστατηθεὶς ἐβουλεύετο περὶ εἰρήνης· παρῆσαν δὲ καὶ μητροπολῖται, ὅ τε Νικαίας καὶ ὁ Κυζίκου, συμπαρόντων καὶ τῶν παρασυμβούλων σὺν Θεωδώρῳ, τῷ ἡγουμένῳ τῶν Στουδίου. καὶ ὁ μὲν πατριάρχης καὶ οἱ μητροπολῖται σὺν τῷ βασιλεῖ τὴν εἰρήνην ἠσπάζοντο, οἱ δὲ κακοὶ σύμβουλοι σὺν Θεοδώρῳ, τῷ ἡγουμένῳ τῶν Στουδίου, ταύτην ἀνέτρεπον φάσκοντες· "ἐπ' ἀνατροπῇ τῆς θείας ἐντολῆς οὐ δεῖ ἀσπάζεσθαι τὴν εἰρήνην. τὸν γὰρ ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω, ὁ κύριος ἀπεφήνατο," μὴ εἰδότες, μήτε ἃ λέγουσιν, μήτε περὶ τίνων διαβεβαιοῦνται· πρῶτον μέν, ὅτι μηδενὸς πρὸς ἡμᾶς ἐξ αὐτῶν προσφεύγοντος, ἡμεῖς τοὺς ἔσω τῆς αὐλῆς προδεδώκαμεν δυνάμενοι τούτους εἰρηνεύοντες περισώσασθαι· δεύτερον δὲ ὅτι, εἰ καὶ προσέφυγόν τινες σπάνιοι, τὴν τῶν πλειόνων μᾶλλον καὶ ὁμοφύλων σωτηρίαν ἐχρῆν πραγματεύσασθαι, ἢ ἐπ' ἀδήλοις καὶ ἀφανέσι πλουτεῖν. φίλον γὰρ θεῷ πλείους ἢ ὀλίγους σώζεσθαι. τὸ δὲ ζημιοῦσθαι πλεῖστα διὰ μικρὸν κέρδος πρώτης ἀνοίας. ἀλλὰ καὶ ὁ περὶ τοὺς οἰκείους ἀπρονοήτως διακείμενος τὴν πίστιν κατὰ Παῦλον ἤρνηται καὶ χείρων ἀπίστου κρί499 νεται. ποῦ δὲ καὶ τό· "μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός," εἰ μή που καὶ Παύλου καὶ ∆αβὶδ οὗτοι σοφώτεροι; τίς δὲ Γερμανοῦ τοῦ τρισμάκαρος σοφώτερος νῦν, εἰ μὴ κατὰ τὴν ψυχόλεθρον οἴησιν οἱ κακοὶ παρασύμβουλοι, οἱ τὴν εἰρήνην κωλύσαντες; ταῦτα κατὰ τὴν αʹ γέγονε τοῦ Νοεμβρίου μηνός, ὡς εἴρηται. τῇ δὲ δʹ τοῦ αὐτοῦ μηνὸς ὤφθη κομήτης ἐν σχήματι λαμπρῶν δύο σεληνίων ἑνωθέντων καὶ πάλιν διαιρεθέντων εἰς διάφορα σχήματα, ὡς καὶ εἰς ἀκεφάλου ἀνδρὸς διάπλασιν τυπωθῆναι. καὶ τῇ ἐπαύριον ἡ περὶ τῆς ἁλώσεως Μεσημβρίας ἦλθεν ἡμῖν ἐλεεινὴ φάσις πάντας πτοοῦσα διὰ μειζόνων κακῶν ἀπεκδοχήν. εὑρόντες γὰρ αὐτὴν οἱ ἐχθροὶ πεπλησμένην πάντων τῶν ὀφειλόντων πρὸς κατοίκησιν ἀνθρώπων παρεῖναι πραγμάτων, ταύτην ἐκράτησαν σὺν τῇ ∆εβελτῷ, ἐν οἷς καὶ σίφωνας χαλκοῦς εὗρον λʹ, καὶ τοῦ δι' αὐτῶν ἐκπεμπομένου ὑγροῦ πυρὸς οὐκ ὀλίγον, χρυσοῦ τε καὶ ἀργύρου πλῆθος. τῷ δ' αὐτῷ ἔτει πολλοὶ τῶν κατὰ Παλαιστίνην Χριστιανῶν μοναχοὶ καὶ λαϊκοὶ καὶ ἐκ πάσης Συρίας τὴν Κύπρον κατέλαβον φεύγοντες τὴν ἄμετρον κάκωσιν τῶν Ἀράβων. ἀναρχίας γὰρ καθολικῆς κατασχούσης Συρίαν καὶ Αἴγυπτον καὶ Ἀφρικὴν καὶ πᾶσαν τὴν ὑπ' αὐτοὺς ἀρχήν, φόνοι τε καὶ ἁρπαγαὶ καὶ μοιχεῖαι, ἀσέλγειαί τε καὶ πᾶσαι πράξεις θεοστυγεῖς ἐν κώμαις καὶ πόλεσι ὑπὸ τοῦ θεολέστου ἔθνους αὐτῶν ἐπράττοντο, οἵ τε κατὰ τὴν ἁγίαν Χριστοῦ τοῦ θεοῦ ἡμῶν πόλιν σεβάσμιοι τόποι τῆς ἁγίας ἀναστάσεως, τοῦ κρανίου καὶ τῶν λοιπῶν ἐβεβηλώθησαν. ὁμοίως δὲ καὶ αἱ κατὰ τὴν ἔρημον διαβόητοι λαῦραι τοῦ ἁγίου Χαρίτωνος καὶ τοῦ ἁγίου Σάβα, καὶ τὰ λοιπὰ μοναστήρια