241
λόγους παρεσκευασμένος ὢν, «τὴν μὲν ἐμὴν» ἔφη «πρὸς τὸν μέγαν δομέστικον γνησιότητα καὶ πατρικὴν στοργὴν, ἣν ἔχω πρὸς ἐκεῖνον, τῇ φιλτάτῃ συν 2.134 οικοῦντα θυγατρὶ, οὐδεὶς ἀγνοεῖ δήπου. ὅθεν οὐδ' ἐξαρνεῖσθαι τὰ πᾶσι φανερὰ προσῆκον ἥγημαι ἐμοί. εὔδηλον οὖν, ὡς, ἐκείνου κατωρθωκότος, ἃ διανοεῖται, βασιλεὺς μὲν ἐκεῖνος ἔσται καὶ βασιλίδι τῇ ἐμῇ θυγατρὶ συνοικῶν, ἐγὼ δὲ πατὴρ βασιλέων καὶ τὴν ἀρχὴν συμμεριζόμενος αὐτοῖς καὶ ἐπὶ μέγα ἥκων καὶ δόξης καὶ πλούτου καὶ περιφανείας. ἀλλὰ τὰ λαμπρὰ ταῦτα καὶ σεμνὰ, ἅπερ ἑτέρῳ παντί τῳ ἤρκεσαν ἂν εἰς εὐδοξίαν, ἐμοὶ τῶν παρόντων ἀποδέοντα φαίνεται πολλῷ. τῇ γὰρ εἰς βασιλέας εὐνοίᾳ καὶ πίστει καθαρᾷ ἐκ πρώτης ἡλικίας συντραφεὶς, μᾶλλον ἂν βουλοίμην ἐκείνοις συνὼν κακοπραγεῖν, ἢ τοῖς ἐπιβουλεύουσι προσθέμενος, τῶν πρώτων τιμῶν καὶ δωρεῶν παρ' ἐκείνοις ἀπολαύειν. περὶ μὲν οὖν τοῦ μεγάλου δομεστίκου ὅσα τε πατριάρχῃ καὶ τοῖς ἐμοῖς ἀδελφοῖς καὶ τοῖς ἄλλοις εἴρηται, πάντα σύνοιδα ὡς ἀληθῆ, καὶ περὶ οὐδενὸς ἐκείνων σὲ προσῆκον ἀμφιβάλλειν, ἀλλ' ἐμοὶ πείθεσθαι πάντα ἀκριβῶς ἐπισταμένῳ. εἰ δέ σοι ταῦτα πρὸς ἀπόδειξιν τῶν εἰρημένων ἀσθενῆ δοκεῖ, ἀλλ' ἐκεῖνό σε πειθέτω πάντως τὸ μὴ μέτριά τινα περὶ σοῦ καὶ τῶν παίδων τὸν ἄνθρωπον διανοεῖσθαι. σοῦ γὰρ πρὶν ἐνθένδε ἀπελθεῖν τὴν θυγατέρα τῷ σῷ υἱῷ καὶ βασιλεῖ πρὸς γάμου κοινωνίαν συνάπτειν καταναγκαζούσης, οὐκ ἠθέλησεν ἐκεῖνος, ἀλλ' εἰς τὴν ἐκ τῆς ἑσπέρας ἐπάνοδον ἀνεβάλλετο τὴν πρᾶξιν. ἠσχύνετο γὰρ μετὰ τοσαύτας ἀποδείξεις τῆς εἰς ἐκεῖνον εὐμενείας 2.135 παρὰ σοῦ πολεμιώτατος ὀφθῆναι, καὶ ὃν πρὸ μικροῦ τῇ θυγατρὶ πρὸς γάμου συνῆπτε κοινωνίαν, οὐ μόνον βασιλείας, ἀλλὰ καὶ ζωῆς ἀποστερῶν. οὐ γὰρ δὴ ἐκεῖνο φαίη τις ἂν νοῦν ἔχων, ὡς περιφανέστερον ἢ θαυμασιώτερον ἐκείνου νυμφίον ἀγαγέσθαι ποτὲ ᾠήθη τῇ θυγατρί. ὅθεν οὐδὲ σὲ τῆς σωτηρίας χρὴ καταμελεῖν, ἀλλὰ πάντα πράττειν σὺν σπουδῇ, ὅθεν ἂν γένοιτο ἐπιβουλεύοντος ἐκείνου περιγενέσθαι. ἐγὼ δὲ καὶ ὅσοι τῶν ἐπιφανεστέρων νῦν ἐπιδημοῦσι Βυζαντίῳ, οὐ χρήματα μόνον καὶ σώματα καὶ οἰκέτας, ἀλλὰ καὶ ψυχὰς αὐτὰς, εἰ δέοι, ὑπὲρ τῶν σοὶ καὶ τέκνοις συμφερόντων προησόμεθα προθύμως. κβʹ. Ἐπὶ τούτοις ὥσπερ ὑπὸ λύπης ἡ βασιλὶς καταβαπτισθεῖσα τὴν ψυχὴν, καὶ μήθ' ὡς ἀπιστεῖν τοῖς ὑπὸ πολλῶν καὶ οὕτως ἀξιόχρεων πρὸς πίστιν εἰρημένοις ἔχουσα, μήθ' ὥστε πιστεύειν μηδεμίαν ἐλλείπουσι κακίας ὑπερβολὴν, ἐφ' ἱκανὸν πολλὰ τῶν ὀφθαλμῶν καταγαγοῦσα δάκρυα, ἔπειθ' ὥσπερ ἐκ τῆς ἀθυμίας ἀνενεγκοῦσα, «ἔτι μὲν» ἔφη «τῶν προτέρων ἔχομαι λογισμῶν, καὶ οὐ δύναμαι παραδέξασθαι ὡς ἀληθῆ τὰ κατὰ μεγάλου δομεστίκου εἰρημένα. μαρτύρομαι γὰρ τὸν πάντα γινώσκοντα καὶ πρὶν γενέσθαι θεὸν, ὡς οὐδέποτε ᾠήθην ἀμελέστερον ἐκεῖνον διακείσεσθαι περὶ ἐμὲ, ἢ περὶ μητέρα τὴν ἰδίαν ἢ γνησιωτάτην ἀδελφὴν, καὶ τῶν βασιλέως παίδων οὐχ ἧττον προνοήσεσθαι, ἢ βασιλεὺς αὐτὸς, 2.136 εἰ περιῆν, οὐ μόνον τὴν αὐτοῦ καὶ βασιλέως πρὸς ἀλλήλους μικροῦ καὶ ἀπιστουμένην φιλίαν ἐννοοῦσα, ἀλλὰ καὶ τὴν ἡμετέραν πρὸς αὐτόν. ἐπεὶ δ' αὐτὸς οὐκ ἄλλοθέν ποθεν, ἢ θεοῦ παραχωροῦντος ἐπὶ τῷ Ῥωμαίους ὑπὸ πολέμων ἐμφυλίων διαφθείρεσθαι, πρὸς τοιαύτην ἀτοπίαν ἐξήχθη λογισμῶν καὶ οὕτως ἄδικα καὶ βίαια διενοήθη, ἐκείνῳ μὲν θεὸς, ὁ πάντα ἄνωθεν ἐφορῶν, τῆς ἐπιβουλῆς δικάσαι καὶ τῶν πραττομένων ἀξίας παράσχοιτο τὰς ἀντιδόσεις. ἐγὼ δ' ὑμῖν ἐμαυτὴν καὶ τέκνα ἐπιτρέπω μετὰ θεὸν, ἵν' ὑπ' ἐκείνῳ μάρτυρι πάντα καὶ διανοῆσθε καὶ πράττητε ὑπὲρ ἡμῶν, ὡς τὸν ἴσον τρόπον, ὃν αὐτοὶ πρὸς ἐμὲ καὶ τέκνα, διακεισομένῳ πρὸς ὑμᾶς.» ἐκείνη μὲν οὖν περίδακρυς τοιαῦτα εἶπεν, ἀγνοήσασα, οἷ κακῶν ὑπὸ συκοφαντίας κατηνέχθη καὶ διαβολῆς. οἱ δ' ὑφ' ἡδονῆς οὐδὲ κατέχειν ἑαυτοὺς ἐπιπλέον δυνηθέντες, ᾗ τάχους εἶχον, ἀναστάντες καὶ τοῖς ἄλλοις, οἳ τῶν ἀποῤῥήτων ἐκοινώνουν, πάντα ἀπαγγείλαντες, ἔγνωσαν δεῖν μηκέτι διαμέλλειν, ἀλλ' ὁμόσε πρὸς τὸν πόλεμον χωρεῖν, ἵνα μή τι συμβὰν τὰ μελετώμενα κωλύσῃ. αὐτίκα δὲ τὴν μὲν μητέρα τοῦ μεγάλου δομεστίκου καὶ