241
κήπου αὐτοῦ γῦπες νεοσσοὺς ἐξήλασαν ἀετῶν, καὶ ἐξ ἀνδρῶνος, ἐν ῳ συνειστιᾶτο φίλοις, οφις μέγας ἐπιφανεὶς αὐτόν τε καὶ τοὺς συσσίτους ἐξέβαλε. διά τοι ταῦτα ἐς ∆ελφοὺς Τίτον τε καὶ ̓Αρροῦντα τοὺς υἱοὺς επεμψε. τοῦ δὲ ̓Απόλλωνος χρήσαντος τότε τῆς ἀρχῆς ἐκπεσεῖσθαι αὐτὸν οτε κύων φωνῇ ἀνθρωπίνῃ χρήσαιτο, ἀγαθαῖς ἐλπίσιν ᾐώρητο, μὴ οἰηθείς ποτε γενέσθαι τὸ μάντευμα. Ην δὲ Λούκιος ̓Ιούνιος ἀδελφῆς τοῦ Ταρκυνίου 2.117 υἱός, ου τὸν πατέρα καὶ τὸν ἀδελφὸν ὁ Ταρκύνιος εκτεινεν. ουτος ουν καὶ περὶ ἑαυτῷ δεδοικὼς μωρίαν προσεποιήσατο, ταύτην ἑαυτοῦ προστησάμενος σώτειραν· διὸ καὶ Βροῦτος ἐπεκλήθη· τοὺς γὰρ εὐήθεις ουτω τοῖς Λατίνοις εθος καλεῖν. πλαττόμενος ουν τὸν μωραίνοντα, τοῖς τοῦ Ταρκυνίου παισὶν εἰς ∆ελφοὺς ἀπιοῦσι συμπαρελήφθη ὡς αθυρμα. ὁ δὲ καὶ ἀνάθημα φέρειν ελεγε τῷ θεῷ· τὸ δ' ην βάκτρον τι μηδὲν ἐκ τοῦ φαινομένου εχον χρηστόν, οθεν καὶ ἐπὶ τούτῳ ὠφλίσκανε γέλωτα. τὸ δ' ην οιον εἰκών τις τῆς κατ' αὐτὸν προσποιήσεως· κοιλάνας γὰρ αὐτὸ λάθρᾳ χρυσίον ἐνέχεεν, ἐνδεικνύμενος δι' αὐτοῦ ὡς καὶ τὸ φρόνημα αὐτῷ τῷ τῆς μωρίας ἀτίμῳ σῷον καὶ εντιμον κατακρύπτεται. ἐρομένων δὲ τῶν Ταρκυνίου υἱῶν τίς τὴν βασιλείαν τοῦ πατρὸς διαδέξεται, εχρησεν ὁ θεὸς τὸν πρῶτον τὴν μητέρα φιλήσαντα τὸ κράτος εξειν. καὶ συνεὶς ὁ Βροῦτος ὡς τυχαίως καταπεσὼν τὴν γῆν κατεφίλησεν, αὐτὴν μητέρα πάντων ὑπάρχειν κρίνας ὀρθῶς. Ουτος ὁ Βροῦτος τοὺς Ταρκυνίους κατέλυσεν, αἰτίαν τὸ περὶ τὴν Λουκρητίαν συμβεβηκὸς προστησάμενος, καὶ αλλως μισουμένους παρὰ πάντων διὰ τὸ τυραννικόν τε καὶ βίαιον. ἡ δὲ Λουκρητία θυγάτηρ μὲν ην Λουκρητίου Σπουρίου, ἀνδρὸς τῶν τῆς συγκλήτου ἑνός, γαμετὴ δὲ Κολλατίνου Ταρκυνίου τῶν ἐπιφανῶν, ἐπί τε κάλλει καὶ σωφροσύνῃ τυγχάνουσα περιβόητος. ταύτην Σέξτος ὁ τοῦ Ταρκυνίου υἱὸς αἰσχῦναι σπούδασμα εθετο, οὐχ ουτω τοῦ κάλλους αὐτῆς ἐρασθεὶς οσον τῇ ἐπὶ τῷ σώφρονι δόξῃ ἐπιβουλεύων αὐτῆς. τηρήσας ουν τὸν Κολλατῖνον 2.118 τῆς οἰκίας ἀποδημοῦντα, νυκτὸς ἐλθὼν πρὸς αὐτὴν ὡς πρὸς γαμετὴν συγγενοῦς κατέλυσε παρ' αὐτῇ. καὶ πρῶτον μὲν λόγοις ἐπείρα συγγενέσθαι αὐτῇ, ειτα καὶ βίαν προσῆγεν· ὡς δ' οὐδὲν ἐπέραινεν, ἀποσφάξειν ἠπείλησεν· ὡς δὲ καὶ τοῦ θανάτου κατωλιγώρει, δοῦλον παρακατακλινεῖν αὐτῇ ἐπηπείλησε καὶ αμφω κτανεῖν καὶ λόγον διαδώσειν ὡς εὑρὼν αὐτοὺς συγκαθεύδοντας εκτεινε. τοῦτο τὴν Λουκρητίαν ἐτάραξε, καὶ φοβηθεῖσα μὴ πιστευθείη ταῦθ' ουτω γενέσθαι, ἐνέδωκε. καὶ μοιχευθεῖσα ξιφίδιον ὑπὸ τὸ προσκεφάλαιον εθετο, καὶ μεταπεμψαμένη τόν τε ανδρα καὶ τὸν πατέρα, συνεπομένων αὐτοῖς τοῦ τε Βρούτου καὶ Ποπλίου Οὐαλερίου, κατεδάκρυσε καὶ στενάξασα τὸ δρᾶμα πᾶν διηγήσατο· ειτα ἐπήγαγε "καὶ ἐγὼ μὲν τὰ πρέποντα ἐμαυτῇ ποιήσω, ὑμεῖς δὲ ειπερ ανδρες ἐστέ, τιμωρήσατε μὲν ἐμοί, ἐλευθερώθητε δὲ αὐτοί, καὶ δείξατε τοῖς τυράννοις οιων ὑμῶν οντων οιαν γυναῖκα υβρισαν." τοιαῦτα εἰποῦσα εὐθὺς τὸ ξιφίδιον ὑφελκύσασα κατέκτεινεν ἑαυτήν. ̓Ακούσαντες δ' ἐκεῖνοι ταῦτα καὶ θεασάμενοι ὑπερήλγησαν. καὶ τῷ Ποπλίῳ συμβούλῳ καὶ προθύμῳ πρὸς τουργον ὁ Βροῦτος χρησάμενος τήν τε γυναῖκα πολλοῖς τῶν τοῦ δήμου κειμένην ὑπέδειξε, καὶ πρὸς τοὺς λοιποὺς δημηγορήσας τὸ πρὸς τοὺς τυράννους μῖσος ἐκφῆναι πεποίηκε· καὶ μηκέτι δέξασθαι συνέθεντο τὸν Ταρκύνιον. ταῦτα δὲ πράξας, καὶ τὴν πόλιν ἐπιτρέψας τοῖς αλλοις, αὐτὸς πρὸς τὸ στρατόπεδον ἐξιππάσατο, καὶ τὰ αὐτὰ τῷ δήμῳ συνέπεισε καὶ τοὺς στρατιώτας ψηφίσασθαι. ὁ δέ γε Ταρκύνιος τὰ συμβεβηκότα μαθὼν καὶ πρὸς τὴν πόλιν ἐπειχθεὶς ἀπεώσθη, καὶ πρὸς τοὺς Ταρκυνη2.119 σίους μετὰ τῶν παίδων καὶ τῶν αλλων ὁμοφρόνων κατέφυγε, μόνης τῆς Τουλλίας, ὡς λόγος, ἑαυτὴν ἀνελούσης. ̔Ο μὲν ουν Ταρκύνιος πέντε καὶ εικοσι τυραννήσας ἐνιαυτοὺς ουτως ἐξέπεσε τῆς ἀρχῆς, οἱ ̔Ρωμαῖοι δὲ πρὸς τὸν Βροῦτον ἀπέκλιναν καὶ αὐτὸν ειλοντο αρχοντα. ινα δὲ μὴ ἡ μοναρχία βασιλεία δοκῇ, καὶ συνάρχοντα αὐτῷ ἐψηφίσαντο τὸν τῆς Λουκρητίας ἐκείνης ανδρα τὸν Κολλατῖνον Ταρκύνιον, ὡς ἀπεχθῶς πρὸς τοὺς τυράννους