241
«Εὐλογημένος γεννητὸς γυναικὸς, ὀλιγόβιος.» «Ἡρπάγη, ἵνα μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δοῦλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας.»
ΤΙΤΛ. ΙΑʹ. -Περὶ τῶν τοὺς ὅρκους στεργόντων· καὶ ὅτι οὐ χρὴ ὀμνύειν.
«Οὐ λήψῃ τὸ ὄνομα τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ. Οὐ γὰρ μὴ καθαρίσῃ Κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ.» «Οὐκ ὀμεῖσθε τῷ ὀνόματί μου ἐπ' ἀδίκῳ.» «Μὴ ὀμνύετε ζῶντα Κύριον.» «Ὅρκῳ μὴ ἐθίσῃς τὸ στόμα σου, καὶ ὀνομασίᾳ τοῦ Ἁγίου μὴ συνεθισθῇς. Ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος, ἀπὸ μώλωπος οὐκ ἐλαττωθήσεται, οὕτως καὶ ὁ ὀμνύων, καὶ ὀνομάζων τὸ ὄνομα τοῦ Κυρίου, οὐκ ἐλαττωθήσεται ἀπὸ ἁμαρτίας.» «Λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως, μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ, μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστι τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, 96.221 ὅτι πόλις ἐστὶ τοῦ μεγάλου Βασιλέως, μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι. Ἔστω δὲ ὁ λόγος ὑμῶν, Ναὶ, ναί· Οὒ, οὔ. Τὸ δὲ περισσὸν τούτων, ἐκ τοῦ πονηροῦ ἐστιν.» «Ὁ ὀμόσας ἐν τῷ θυσιαστηρίῳ, ὀμνύει ἐν αὐτῷ, καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ. Καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ, ὀμνύει ἐν αὐτῷ, καὶ ἐν τῷ κατοικήσαντι αὐτόν. Καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ, ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θεοῦ, καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.» «Πρὸ πάντων, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν, μήτε τὴν γῆν, μήτε ἄλλον τινὰ ὅρκον. Ἔστω δὲ ὑμῶν τὸ, Ναὶ, ναὶ, καὶ τὸ Οὒ, οὔ· ἵνα μὴ ὑπὸ κρίσιν πέσητε.» Οὐκ ἔστιν ὠφέλιμον τὸ ὀμνύειν, ἀλλὰ καὶ σφόδρα βλαβερὸν, καὶ ἐπάρατον, καὶ ἐβδελυγμένον. Πέπαυσο λοιπὸν τοῦ ὀμνύειν· μὴ βούλου τὴν ἑαυτοῦ γλῶσσαν πρὸς τοὺς ὅρκους ἐθίζειν. ΤΙΤΛ. ΙΒʹ. -Περὶ τῶν τοὺς ὅρκους ἀθετούντων καὶ ἐπιορκούντων. «Εἶπε Κύριος πρός με· Τί ὁρᾷς; Καὶ εἶπα· Ὁρῶ δρέπανον πετόμενον, μῆκος πηχῶν εἴκοσι, καὶ πλάτος πηχῶν δέκα. Καὶ εἶπε πρός με· Τοῦτο εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ ὀμνύοντος ἐν τῷ ὀνόματί μου ἐπὶ ψεύδει· καὶ καταλύσει, καὶ συντελέσει αὐτόν.» «Τάδε λέγει Κύριος· Ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε, διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος.» «Προσάξω πρὸς ὑμᾶς ἐν κρίσει, καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματί μου ἐπὶ ψεύδει.» «Ἀδίκως ὤμοσαν ἐν δόλῳ, καταφρονήσαντες ὁσιότητος.» «Ἀνὴρ πολύορκος πλησθήσεται ἀνομίας, καὶ οὐκ ἀποστήσεται ἀπὸ τοῦ οἴκου αὐτοῦ μάστιξ.» Λαλιὰ πολύορκος ὀρθώσει τρίχας, καὶ ἡ μάχη αὐτῶν ἐπιφραγμὸς ὠτίων.» Πιστούμενος τὸ ψεῦδος διὰ τῶν ὅρκων, κακὸν παρεμπόρευμα τῆς ἀπανθρωπίας τὴν ἐπιορκίαν προσκτᾶται. Οὐχ οὕτω κεντεῖ ξίφος, ὡς ὅρκου φύσις· οὐχ οὕτως ἀναιρεῖ μάχαιρα, ὡς ὅρκου πληγή. Ὁ ὀμόσας, κἂν δόξῃ ζῇν, ἤδη τετελεύτηκεν, καὶ τὴν πληγὴν ἐδέξατο. καὶ καθάπερ ὁ τὸ σπαρτίον λαβὼν, καὶ πρὶν τὴν πόλιν ἐξελθεῖν, καὶ δήμιον ἰδεῖν ἐφιστάμενον, τέθνηκεν ἅμα τῷ τὰς θύρας ἐξελθεῖν τοῦ δικαστηρίου· οὕτω καὶ ὁ ὀμόσας ἐπὶ ψεύδει, κἂν ζῇ, τέθνηκεν.
ΣΤΟΙΧΕΙΟΝ Π.
ΤΙΤΛ. Αʹ. -Περὶ πίστεως καὶ εὐσεβείας εἰς Θεόν. «Ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» 96.224
«Ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία.» «Αἱ ῥίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασιν.» «Ὁ δίκαιος ἐκ πίστεως ζήσεται.» «Κύριε ὁ Θεὸς Ἰσραὴλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν. Ἐλπὶς τῷ εὐσεβεῖ, καὶ ἐροῦσιν· Οὐαὶ τοῖς ἀσθενοῦσιν.» «Ὁδὸς εὐσεβῶν εὐθεῖα καὶ παρεσκευασμένη.» «Οἱ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο· καὶ αὕτη ἡ βουλὴ μένει.» «Εἰ ἔστι ποιῶν κρῖμα, καὶ ζητῶν πίστιν, ἵλεως ἔσομαι αὐτῷ, λέγει Κύριος.» «Παντὸς δυνατωτέρα ἐστὶν ἡ εὐσέβεια.» «Οὐχ ἁμαρτησόμεθα εἰδότες, ὅτι σοὶ