241
πραγματεύεται. βʹ. "Ἄσατε αὐτῷ, καὶ ψάλατε αὐτῷ· διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ." Ὕμνοις αὐτὸν καὶ μελῳδίαις ἀμείβεσθε· καὶ τοὺς ἀγνοοῦντας διδά ξατε τὰ παρ' αὐτοῦ γεγενημένα θαύματα. γʹ. "Ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ." Ὁ δὲ Ἀκύλας καυχᾶσθε ἀντὶ τοῦ ἐπαινεῖσθε τέθεικε. Παρακελεύεται δὲ ὁ λόγος, μὴ ἐπὶ πλού τῳ, μὴ ἐπὶ ῥώμῃ, μὴ ἐπὶ δυναστείᾳ μέγα φρονεῖν, ἀλλ' ἐν τῇ τοῦ Θεοῦ γνώσει καὶ προμηθείᾳ. Τοῦτο παρηγγύησε καὶ ὁ θεῖος Ἀποστόλος· "Ὁ καυχώμενος γὰρ, φησὶν, ἐν Κυρίῳ καυχάσθω." Ταῦτα καὶ ἡ σοφωτάτη Ἄννα διέξεισι, "Μὴ καυχάσθω ὁ σο φὸς ἐν τῇ σοφίᾳ αὑτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυ ρὸς ἐν τῇ ἰσχύϊ αὑτοῦ." Καὶ, "Μὴ καυχάσθω ὁ πλού σιος ἐν τῷ πλούτῳ αὑτοῦ, ἀλλ' ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν Κύ ριον, καὶ ποιεῖν κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς." -"Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύ ριον." Τῆς γὰρ εἰς τὸν Θεὸν ἐλπίδος εὐφροσύνη καρπός. δʹ. "Ζητήσατε τὸν Κύριον, καὶ κραταιώθητε." Καὶ διδάσκων πῶς δεῖ τοῦτο ποιεῖν, ἐπήγαγε· "Ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός." Οὐ γὰρ ἅπαξ ἢ δὶς, ἀλλὰ παρὰ πάντα τὸν βίον τὴν ἄνωθεν ἐπικουρίαν προσήκει ζητεῖν, καὶ τὴν ὠφέ λειαν καρποῦσθαι. Ἄμαχοι γὰρ οἱ ζητοῦντες ἔσονται, καὶ ἀήττητοι. Τοῦτο καὶ ὁ Κύριος νομοθετῶν ὑπηγ γείλατο· "Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν, ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται." εʹ. "Μνήσθητε τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησε, τὰ τέρατα αὐτοῦ, καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ." Μὴ παράδοτε λήθῃ τὰς ἀῤῥήτους θαυ ματουργίας, ἃς τῇ δικαίᾳ ψήφῳ κοσμήσας ὁ ∆εσπό της εἰργάσατο. Κρίματα γὰρ ἐνταῦθα προσηγό ρευσε τὰ ἐνδίκως ὑπὸ τοῦ Θεοῦ γεγενημένα θαύ ματα. Ἐπειδὴ γὰρ τῶν ἐν Αἰγύπτῳ γεγενημένων ποιεῖται διήγησιν, προδιδάσκει τῆς Αἰγυπτίων τι μωρίας τὸ δίκαιον. ʹ. "Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ." Τοὺς αὐτοὺς καὶ τοῦτο κἀκεῖνο 80.1712 καλεῖ, ὡς τοὺς μὲν ἀπογόνους, τοὺς δὲ υἱοὺς χρη ματίσαντας. Ἐκλεκτοὺς δὲ προσηγόρευσεν ὡς παρὰ πάντα τὰ ἔθνη λαὸς κληθέντας Θεοῦ. Τοῦτο δὲ καὶ διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν. ζʹ. "Αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ." Ὁ γὰρ αὐτὸς ὢν ἁπάντων Θεὸς καὶ Κύριος, καὶ πάσης δεσπόζων τῆς οἰκου μένης, τούτους ἴδιον λαὸν προσηγόρευσεν. ηʹ. "Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὑτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεάς." Τὸ διαρ κὲς καὶ μόνιμον τῶν πρὸς τὸν Ἀβραὰμ γεγενημένων ὑποσχέσεων διὰ τούτων διδάσκει. Οὐ γὰρ, ὥς τινες ὑπέλαβον, ὑπερβολικὸς ὁ λόγος· ἀλλ' ἀληθὴς καὶ θεῖος. Ὑπέσχετο δὲ ὁ τῶν ὅλων Θεὸς, ἐν τῷ σπέρ ματι αὐτοῦ εὐλογήσειν πάντα τὰ ἔθνη. Σπέρμα δὲ αὐτοῦ ὁ ∆εσπότης Χριστὸς κατὰ σάρκα· ὃς αἰώνιον ἔχει τὸ κράτος, καὶ τὴν βασιλείαν ἀνώλεθρον. Τοῦτο δὲ καὶ τῶν χιλίων γενεῶν ἡ μνήμη παραδηλοῖ. Οὐ γὰρ ἐτῶν ἀριθμὸν ὁ λόγος σημαίνει, ἀλλὰ τὸ διαρκὲς καὶ αἰώνιον τῶν γενεῶν τὸ πλῆθος αἰνίτ τεται. θʹ, ιʹ. "Ὅ τι διέθετο τῷ Ἀβραὰμ, καὶ τοῦ ὅρκου αὑτοῦ τῷ Ἰσαάκ. Καὶ ἔστησεν αὐτὸν τῷ Ἰακὼβ εἰς πρόσταγμα, καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον." Τούτων τῶν ὅρκων καὶ ὁ θεσπέσιος ἐμνημόνευσε Μωσῆς· "Εἶπε γὰρ, φησὶν, ὁ Θεὸς πρὸς Ἀβραὰμ, Κατ' ἐμαυτοῦ ὤμοσα, ἦ μὴν εὐλο γῶν εὐλογήσω, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει· καὶ εὐλο γηθήσονται ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς." Τούτῳ τῷ ὅρκῳ καὶ τὸν Ἰσαὰκ ἀναμιμνή σκει· βεβαιοῖ καὶ πρὸς τὸν Ἰακὼβ τὰς συνθήκας· καὶ μέντοι καὶ πληροῖ ταύτας, διὰ μὲν Μωσοῦ τοὺς ἐκείνων ἐκγόνους τῆς Αἰγυπτίων ἐλευθερώσας δουλείας, διὰ δὲ Ἰησοῦ τοῦ Ναυῆ τὴν ἐπηγγελμένην γῆν ἀποδούς· τὸ δὲ τέλος τῆς ἐπαγγελίας διὰ τοῦ ∆εσπότου συμπεράνας Χριστοῦ. ιαʹ. "Λέγων, Σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοί νισμα κληρονομίας ὑμῶν." Σχοίνισμα τὴν τῆς γῆς ἐκάλεσε δεσποτείαν· τῶν κεκτημένων γὰρ ἴδιον μέτρῳ τὴν γῆν ὑποβάλλειν. ιβʹ. "Ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλι γοστοὺς καὶ παροίκους ἐν αὐτῇ." Ταῦτα δὲ, φησὶν, ὑπέσχετο τοῖς πατράσιν ὀλίγοις