241
καὶ οὐκ ἀποτεύξῃ τοῦ τῆς εὐαποδεξίας μισθοῦ διὰ ταῦτά τοι πάντα, καὶ ἔτι πλέον εἰς ἀρετῆς λόγον εἰκότως ὁ ἐμὸς δεσπότης καὶ αἵματι καὶ πνεύματι φιλούμενος γέγονας πρὸς πάντων τῶν γνωρισάντων καὶ ὁρώντων σε. καὶ μάρτυρες τοῦ λόγου αἱ κατὰ τὰς ἀξίας ὑπεροχαί σου, ἀρετῆς ἔπαθλον ὑπάρξασαι· ἐφ' ᾗ σὺν τῷ τῆς φύσεως νόμῳ μορφώσας υἱούς τε καὶ θυγατέρας ἅμα τῇ ὁμοζύγῳ εἰκόνας ὄντως ἐναργεῖς τῆς εὐσεβείας σου ἐναπέδειξας, ἐκ τῆς πρὸς σὲ ἐπιφαινομένης αὐτοῖς ὁμοιότητος ἐπιγινωσκομένους ἀψευδέστατα. Ἀλλ' ὁ μὲν περὶ τούτου λόγος τοιοῦτος. τίνα δὲ λόγον παραμυθητικὸν ἐπὶ τῷ πάθει τοῦ τοῦ Προδρόμου ὁμωνύμου ἔρνους σου παγκαλλίστου ἐξεύροιμι ὁ ταπεινός, λεαίνοντα μικρόν τι τὸ τῶν τιμίων ὑμῶν ψυχῶν θλιβερόν; ἐπεὶ ἀπηγγέλη μοι πρὸς αὐτοῦ τοῦ ἀδελφοῦ ὁποῖον τὸ ἄλγος, οἷα τὰ δάκρυα, ἀποστάζοντα θερμὰ ἐξ ὀφθαλμῶν, τάς τε ἀνακλήσεις, ἐλεεινολογίας τε καὶ στοναχήσεις, ὡς ἀκούσαντι ἕκαστα τὰ τοῦ παιδὸς πλεονεκτήματα, παθεῖν τι μικροῦ δεῖν ὁμοιοπαθὲς ὑμῖν. ὢ πῶς ὡμοιώθημεν τῷ θείῳ ∆αυίδ, πενθήρη ψαλμὸν ἐπὶ υἱῷ ᾄσαντι. εἰ δὲ ἐκεῖνος οὕτως ἐπὶ ἀτασθάλῳ καὶ ἀντάραντι καὶ δικαίαν δίκην τῆς πατραλοίας δώσαντι, τί δεῖ ἐνταῦθα εἰπεῖν καὶ πηλίκον ἔρανον τοῦ λόγου ποιήσασθαι; οἴχεται παῖς αὐτὸ τῆς ἡλι κίας ἄγων τὸ βιώσιμον, εὐπαίδευτος καὶ τρόπῳ καὶ λόγῳ, εὐμελὴς καὶ ἤθει καὶ φθέγματι, ἀπ' αὐτῆς τῆς ὁράσεως εἰς φίλτρον ἐπισπώμενος τὸν θεώμενον· τὸ μεῖζον, καθαρὸς τὸ σῶμα, λευκὸς τὴν ψυχήν, τὸ μὲν τῇ παρθενίᾳ, ὅπερ ἐστὶν ἀξιάγαστον, μὴ κατὰ τοὺς ῥηξίφρονας ἁλούς, ἀλλὰ τοῦ πάθους ὑπεραλλόμενος, τὸ δὲ τῇ ἀμεθεξίᾳ τῆς νῦν κορυβαντιώσης αἱρέσεως. ὅπερ θαυμασίως εἰς ταὐτὸν συνέδραμεν, ἀφθορία, ἀφθορία ψυχῆς, σώματος. ὡς ἐπαινετέοι οἱ γεννήτορες, τοιούτου παιδὸς πατέρες χρηματίσαντες, ἐνεγκόντες οὐ σωματικῶς μόνον, ἀλλὰ γὰρ καὶ πνευματικῶς εὐφυέστατον ἔρνος. ὡς μακαριστὸς ὁ γόνος, ὁμοῦ μὲν πατρῴζων, ὁμοῦ δὲ καὶ ἑαυτὸν Χριστῷ ἰνδαλματίσας· ὃς τῇ παρθένῳ γεννήσει τὴν παρθενίαν τιμήσας ὀπαδὸν αὐτοῦ ὡς υἱὸν φωτὸς τὸν υἱὸν ὑμῶν εἴληφε. Τί οὖν; κλαυθμοῦ τὸ δρᾶμα ἢ χαρᾶς; δῆλα δὴ εὐφροσύνης, κἂν ἀνίας ὑμῖν ὁ χωρισμὸς αὐτοῦ ἐνεποίησεν. οὗτος χαίρει χαρᾷ νῦν ἐν οὐρανοῖς πρέσβυς καθιστάμενος. δεῖ οὖν συγχαίρειν ἡμᾶς τῷ χαιρομένῳ ἀπ' ἄρτι, ἀλλὰ μὴ λυπεῖν αὐτὸν ἐν τῷ λυπεῖσθαι. πέρας ὁ λόγος ἐχέτω, τὴν ἐπὶ τῇ πεμφθείσῃ εὐλογίᾳ εὐχαριστίαν καὶ ἀπολογίαν συναποφερόμενος. 399 {1Γρηγορᾷ λαϊκῷ}1 Χαῖρε, ὁμολογητὰ τοῦ Χριστοῦ· εἰκότως ἄνθρωπον τοῦ θεοῦ πάλαι προηγόρευσά σε. ἴδε, οὐ διεψεύσθη ὁ ταπεινός μου λόγος, ὑψηλὸς ἐν σοὶ ἀποφανθείς. πῶς ἡ φυλακή; φέρεις καὶ σίδηρα, ὡς ἀκούω, ἔνδον πιεζόμενος τὰς σάρκας. κοπῶδες τὸ πρᾶγμα· πλὴν ἐνδυναμωθείης ἐν Κυρίῳ, ὁσίως καὶ μαρτυρικῶς διαθλῶν. ἔ, ἔ, ἀδελφέ, ποῖος ἐξέλαμψας, ἡλίκον ὑψώθης· εἷς ἐκ πάντων λαϊκὸς (τῶν ὑπὸ τήνδε τὴν ἐξουσίαν λέγω) σὺ μόνος τῷ θεῷ ὁμολογῶν ὑπεδείχθης καὶ ἀνθρώποις καὶ ἀγγέλοις. ὁρᾷς ποῦ σε καὶ κατέχουσιν οἱ διῶκται; εἰς τὰ βασίλεια, ὡς μαργαρίτην, ὡς βασιλέα τῶν παθῶν, κἂν οὐχ οὕτως νομίζουσιν. μὴ δή, φίλε, δείσῃς μηδ' αὖ φοβηθῇς μάστιγας ἐρχομένας. ὑποίσειας· Χριστὸς ὁ συγκουφίζων, ὁ συναντιλαμβανόμενος, ὁ συναθλῶν καὶ συντυπτόμενος. ἐὰν οὖν κατεχόμενος ὑπό τινος τῶν ὑπὸ χεῖρα εἶχες τὸν βασιλεύοντα ὑπερασπιζόμενόν σου καὶ ἐν τῷ δέρεσθαι συνδερόμενόν σοι τῇ διαθέσει, οὐκ ἂν ἔχαιρες παθεῖν φιλῶν τὸν κόσμον, ὡς ἂν τῷ πάθει ἐδρέψω ἃ ἐπόθεις χρήματα, δόξας, πρωτεῖα; πόσῳ δὴ ὧδε μᾶλλον τοῦτο νοητέον· ὃ καὶ φιλητέον ἡμῖν ἐξ ἀναγκαίου, ἵνα μὴ τὰ ὀνειρώδη ταῦτα καὶ μάταια, ἀλλὰ τὰ ἀίδια καὶ ἀληθινὰ καὶ ἀνεκλάλητα ἀγαθὰ ἀπολάβοιμεν, φυγόντες τὰς αἰωνίους τιμωρίας, ἃς οἱ ἀπαρνούμενοι Χριστὸν ἐγγράφεσθαι ὑποστήσονται. ὧν ῥυσθείημεν, ἀδελφέ, ὑπὲρ ἀλλήλων προσευχόμενοι. 400 {1Λέοντι πατρικίῳ καὶ σακελλαρίῳ}1 Εἰ αὐτὸς φιλεῖς μανθάνειν τὰ τῆς ταπεινῆς ζωῆς ἡμῶν, ὡς τῇ ἀγαθῇ καὶ φιλαλλήλῳ διαθέσει