1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

241

καὶ αἱ ἐκκλησίαι ἠρημώθησαν. καὶ οἱ μὲν ἀνῃρέθησαν μαρτυρικῶς, οἱ δὲ τὴν Κύπρον κατέλαβον καὶ ἐκ ταύτης τὸ Βυζάντιον, οὓς Μιχαήλ, ὁ εὐσεβὴς βασιλεύς, καὶ Νικηφόρος, ὁ ἁγιώτατος πατριάρχης, φιλοφρόνως ἐξένισαν. τοῖς μὲν γὰρ ἐλθοῦσιν ἐν τῇ πόλει μοναστήριον ἐπίσημον ἐδωρήσατο, τοῖς δὲ κατὰ τὴν Κύπρον ἐναπομείνασι μοναχοῖς τε καὶ λαϊκοῖς τάλαντον χρυσίου ἀπέστειλεν, καὶ παντοίως τούτους ἐθεράπευσεν. ἦν μὲν οὖν Μιχαὴλ εἰς πάντας χρηστὸς καὶ ἐπιεικής, περὶ δὲ τῆς τῶν πραγμάτων διοι500 κήσεως ἀκυβέρνητος, δεδουλωμένος Θεοκτίστῳ μαγίστρῳ καὶ τοῖς 500 λοιποῖς ἄρχουσιν. τῷ δὲ Φεβρουαρίῳ μηνὶ δύο Χριστιανῶν ἐκ Βουλγαρίας φυγόντων, ἐμήνυσαν τῷ βασιλεῖ Κροῦμμον λοχῆσαι σπεύδοντα τοὺς ἐν τῇ Θρᾴκῃ ἀθρόως. καὶ τῇ ιεʹ τοῦ μηνὸς ἐξῆλθεν ὁ βασιλεὺς τῆς πόλεως, καὶ θεοῦ προνοίᾳ ἄπρακτος ἀνέστρεψε Κροῦμμος οὐκ ὀλίγους ἀποβαλών. ὁ δὲ βασιλεὺς τὴν Ἀδριανούπολιν καταλαβὼν καὶ διευθετήσας τὰ κατ' αὐτὴν ἀνέστρεψε μετὰ χαρᾶς, καὶ ἀνελθὼν εἰς τὴν μονὴν τοῦ ἁγίου Ταρασίου τοῦ πατριάρχου καὶ ἐπιτελέσας αὐτοῦ τὰ μνημόσυνα ἅμα Προκοπίᾳ τῇ αὐγούστῃ, ἀργυρῷ πετάλῳ λιτρῶν εʹ τὸν ἱερὸν αὐτοῦ τάφον ἠμφίασεν. μετὰ δὲ τὴν ἅλωσιν Μεσημβρίας ἀπειπὼν ὁ βασιλεὺς τὰ πρὸς εἰρήνην Κρούμμου, ἐκ πάντων τῶν θεμάτων στρατολογήσας πρὸ τοῦ ἔαρος εἰς τὴν Θρᾴκην περαιοῦσθαι ἐκέλευσεν· ὥστε πάντας δυσχεραίνειν, μάλιστα τοὺς Καππάδοκας καὶ Ἀρμενιάκους. τοῦ δὲ βασιλέως ἐξελθόντος μετὰ τῶν ταγμάτων μηνὶ Μαΐῳ συνεξῆλθε πάλιν καὶ Προκοπία ἡ αὐγούστα ἕως τῶν Ἀκεδούκτου πλησίον Ἡρακλείας. τὰ δὲ πλήθη ἐπὶ τούτῳ δυσχεραίνοντα εἰς δυσφημίαν καὶ λοιδορίαν ἐτράπησαν κατὰ Μιχαήλ. τῇ δὲ δʹ τοῦ Μαΐου μηνὸς ἔκλειψις ἡλίου γέγονε περὶ τὴν ιβʹ μοῖραν τοῦ Ταύρου κατὰ τὸν ὡροσκόπον ἀνατέλλοντος τοῦ ἡλίου· καὶ πολὺς φόβος ἐπέπεσε τοῖς ὄχλοις. ὁ δὲ βασιλεὺς περιεπόλευε τὴν Θρᾴκην σὺν τοῖς στρατηγοῖς καὶ τοῖς στρατεύμασιν, μήτε κατὰ Μεσημβρίας ἀπερχόμενος, μηδ' ἄλλο τι τῶν ὀφειλόντων εἰς καθαίρεσιν ἐχθρῶν διαπραττόμενος, ἀλλ' ἢ μόνον πειθόμενος λόγοις ματαίοις τῶν ἀπειροπολέμων αὐτοῦ συμβούλων φασκόντων μὴ τολμᾷν τὸν ἐχθρὸν κατ' αὐτοῦ ἐλθεῖν ἐν τῇ ἰδίᾳ χώρᾳ καθεζομένου. καὶ ἦν βαρβαρικῆς ἐφόδου βαρυτέρα ἡ τῶν ὁμοφύλων πληθὺς ἀπορουμένων εἰς τὰς ἀναγκαίας χρείας καὶ ἁρπαγαῖς καὶ ἐπιβάσεσι λυμαινομένων τοὺς ἐγχωρίους. περὶ δὲ τὰς ἀρχὰς τοῦ Ἰουνίου μηνὸς ἐξῆλθε Κροῦμμος, ὁ τῶν Βουλγάρων ἀρχηγός, σὺν τοῖς ἰδίοις στρατεύμασιν, ὑφορώμενος τὰ τῶν Χριστιανῶν πολλὰ εἶναι σφόδρα. στρατοπεδεύσας δὲ εἰς Βερσινικίαν ὡς ἀπὸ σημείων λʹ τοῦ βασιλικοῦ φωσάτου, Λέων, ὁ πατρίκιος καὶ στρατηγὸς τῶν ἀνα501 τολικῶν, καὶ Ἰωάννης, πατρίκιος καὶ στρατηγὸς Μακεδονίας, ὁ Ἀπλάκης, πολλὰ προθυμούμενοι τούτους πολεμῆσαι ἐκωλύθησαν ὑπὸ τοῦ βασιλέως διὰ τῶν κακῶν συμβούλων. τῆς δὲ πόλεως λιτανευούσης μετὰ τοῦ ἀρχιερέως ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων, τινὲς τῶν δυσσεβῶν τῆς μιαρᾶς αἱρέσεως τοῦ θεοστυγοῦς Κωνσταντίνου μοχλεύσαντες τὴν πύλην τῶν βασιλικῶν τάφων, μηδενὸς προσέχοντος διὰ τὴν συνοχὴν τοῦ ὄχλου, ἀθρόως ἀνοιχθῆναι μετά τινος κτύπου παρεσκεύασαν, ὡς ἐκ θείας τινὸς τερατουργίας· καὶ ἔνδον εἰσπηδήσαντες προσέπιπτον τῷ τοῦ πλάνου μνήματι τοῦτον ἐπικαλούμενοι καὶ οὐ θεόν, "ἀνάστηθι," λέγοντες, "καὶ βοήθησον τῇ πολιτείᾳ ἀπολλυμένῃ·" διαφημίσαντες, ὅτι ἀνέστη ἔφιππος καὶ πορεύεται πολεμῆσαι Βουλγάρους ὁ τάρταρον οἰκῶν μετὰ δαιμόνων. τούτους συλλαβόμενος ὁ τῆς πόλεως ἔπαρχος, τὸ μὲν πρῶτον ἐψεύδοντο θεόθεν αὐτομάτως τὰς τῶν τάφων πύλας ἀνεῷχθαι· παραστάντες δὲ τῷ ἐπαρχικῷ βήματι καὶ περὶ τὴν μαρτυρίαν ὀκλάσαντες τὸ τῆς μοχλεύσεως δρᾶμα πρὸ πάσης ἐξεῖπον τιμωρίας· οὓς ἀξίως μοχλεύσας πομπῇ δημοσίᾳ παρέπεμψεν ἀναβοῶντας τῆς τιμωρίας τὴν πρόφασιν· οὕτω γὰρ ὁ τῆς κακίας εὑρετὴς διάβολος τοὺς στρατευομένους ἐξεπαίδευσεν, ὡς μὴ αἰτιᾶσθαι τὰς