242
Ἀνδρόνικον τὸν υἱὸν καὶ τὴν γυναῖκα Ματθαίου τοῦ πρώτου τῶν υἱῶν, ἐν Βυζαντίῳ οὖσαν καὶ αὐτὴν, φρουρὰν περιστήσαντες, ἐφύλαττον οἴκοι διατρίβοντας. Ἀπόκαυκον δὲ τὸν παρακοιμώμενον ἄρχοντα Βυζαντίου ἀποδείξαντες, ἐκέλευον τὸν πόλεμον κινεῖν, ὅθεν ἂν 2.137 αὐτῷ δοκοίη βέλτιον. καὶ ἤρχετο ὁ πόλεμος ἀρχομένου Ὀκτωβρίου. Ἀπόκαυκος δὲ τοὺς ἐν λόγῳ μάλιστα πάντας εἰδὼς οὐκ ἂν ἀνασχομένους ὑπ' ἐκείνου ἄγεσθαι, ἔγνω δεῖν τὸν δῆμον ἐρεθίζειν πρὸς τὸν πόλεμον, οὐ μόνον ἀλόγως πρὸς πᾶν ὁτιοῦν φερόμενον κέρδους ἕνεκα ὀλίγου, ἀλλὰ καὶ ῥᾳδίως ὑποκεισόμενον τοῖς προστάγμασιν ἐκείνου. καὶ πρῶτα μὲν ἀπόρους τινὰς καὶ λάλους περιέστησεν ἑαυτῷ, ἑτοίμως ἔχοντας ὑπὸ πενίας καὶ τῶν δεινοτάτων κατατολμᾷν. ἔπειτα δι' ἐκείνων τὸν δῆμον συνταράξας καὶ πλῆθος ἐπαγαγόμενος πολὺ, πρὸς τὴν οἰκίαν ἀφῖκτο τὴν μεγάλου δομεστίκου καὶ διαρπάζειν ἐκέλευε τὰ ὄντα καὶ τὴν οἰκίαν καταστρέφειν. οἱ δὲ τῶν συνεσκευασμένων συνειδότες μηδὲν καὶ τὴν μεγάλου δομεστίκου δύναμιν κατεπτηχότες ἔτι, μέχρι μὲν αὐλῆς προῆλθον, ἔπειθ' ἔστησαν, ἀπορούμενοι πρὸς ὅ,τι τράπωνται. τῆς μεγάλου δομεστίκου δὲ μητρὸς ἄνωθεν ἐκ τῶν οἰκημάτων τὴν ἄφιξιν αὐτῶν πυνθανομένης ὅ, τι εἴη, σωφρόνως ἐκεῖνοι καὶ συνετῶς, ἀγνοεῖν μὲν ἐφ' ὅ, τι, ἔφασαν, κληθεῖεν· νυνὶ δὲ γνόντες, ἀναχωρεῖν, μὴ τοιούτοις ἐπιχειρεῖν τολμῶντες. οἱ μὲν οὖν, τῆς μεγάλου δομεστίκου μητρὸς χάριτας αὐτοῖς ὁμολογούσης τῆς εἰς αὐτὴν αἰδοῦς, ἐκεῖθεν ἀνεχώρουν καὶ διελύοντο κατ' οἴκους. πατριάρχης δὲ καὶ ἡ συνωμοσία, ἐπεὶ μὴ κατὰ νοῦν αὐτοῖς ἡ τοῦ δήμου κίνησις ἐτελεύτα, πρὸς τοὺς ἐπιτηδείως ἔχοντας ἐτράποντο τῷ μεγάλῳ δομε 2.138 στίκῳ, καί τινας κρατήσαντες αὐθημερὸν, ἐνέθεσαν φρουρᾷ καὶ διήρπαζον τὰς οὐσίας. οἱ δὲ λοιποὶ σφᾶς αὐτοὺς ὁρῶντες ἐν χρῷ κινδύνου καθεστῶτας ἤδη καὶ δείσαντες, μὴ καὶ αὐτοὶ κατασχεθέντες μυρίοις προσπαλαίσωσι κακοῖς, κοινὴ γὰρ εὐθὺς πανωλεθρία τῶν μεγάλου δομεστίκου φίλων κατεψηφίσθη, τὴν τοῦ Πορφυρογεννήτου προσαγορευομένην πυλίδα διατεμόντες, ἦσαν δὲ δύο καὶ τεσσαράκοντα τὸν ἀριθμὸν, Ἀπελμενὲ πρὸς τὴν πρᾶξιν ἡγουμένου, ὃς τῶν οἰκειοτάτων τῷ μεγάλῳ δομεστίκῳ ἦν, ἔξω τειχῶν ἐγένοντο Βυζαντίου. ἐπεὶ δὲ τῶν προσδοκωμένων ἀπηλλάττοντο δεινῶν, ἐδόκει δεῖν πρεσβείαν ποιεῖσθαι πρὸς τὴν βασιλίδα, τοῦτο μὲν ὑπὲρ τῶν τετολμημένων παραιτούμενοι, ὡς οὐ διὰ κακίαν, ἀλλὰ δείσαντες τὸν κίνδυνον τολμήσαιεν, τοῦτο δὲ καὶ δεόμενοι αὐτῆς, ὡς, εἰ παράσχοιτο συγγνώμην, ἐπανήξοντες πρὸς τὰς οἰκίας. ἐδεδίεσαν γὰρ, μὴ, καίτοι πρὸς ἀνάγκην εἰς τοιαῦτα συνελαθέντες, καὶ παρὰ μεγάλῳ δομεστίκῳ τῶν τετολμημένων ἕνεκα ὡς νεωτερίζοντες εὐθύνοιντο. ἐπεὶ δὲ τοιαῦτα ἔδοξε, τὸν Καντακουζηνὸν ἀπολεξάμενοι Νικηφόρον, ὃς ἐξάδελφος τῷ μεγάλῳ δομεστίκῳ ἦν, καὶ Γαβαλᾶν, οὔπω μέχρι τότε τῷ μεγάλῳ δομεστίκῳ πολέμιον ἀναδεδειγμένον φανερῶς, ἀλλ' ἔτι τοῖς ἐκείνου φίλοις συνεξετάζεσθαι δοκοῦντα, πέμπουσι πρὸς βασιλίδα. ἐπεὶ δὲ ἀφίκοντο, Γαβαλᾶς μὲν, οἷα δὴ τὰ ἀπόῤῥητα ἐκείνοις συνειδὼς, τῶν τε διαδράντων ἀπιστίαν κατηγόρει προφανῶς καὶ κατὰ μεγάλου δομεστίκου τὰ ἴσα τοῖς ἄλλοις λέγων, ἐδόκει ἀξιόχρεως εἰς πίστιν 2.139 βασιλίδι. καὶ πατριάρχῃ καὶ τοῖς ἄλλοις φανερῶς συντεταγμένος, τό γε εἰς αὐτὸν ἧκον οὐδὲν ἠμέλει τῶν κατὰ μεγάλου δομεστίκου πραττομένων. ὅθεν καὶ τῆς εἰς βασιλίδα εὐνοίας ἆθλον, τὸ πρωτοσεβαστοῦ ἀξίωμα εἰλήφει, χρόνῳ δὲ ὕστερον καὶ τὸ μεγάλου λογοθέτου. Νικηφόρος δὲ ὁ Καντακουζηνὸς ἐν δεσμωτηρίῳ κατακλείεται. κγ. Οἱ φυγάδες μέντοι γε ἐκεῖνοι, ἐπεὶ τῶν πρέσβεων τὸν μὲν ἐπύθοντο εἱργμένον, Γαβαλᾶν δὲ τοῖς μεγάλῳ δομεστίκῳ πολεμοῦσι συντεταγμένον φανερῶς, ἀπογνόντες τὴν ἐπάνοδον, εἰς ∆ιδυμότειχον παρὰ τὸν μέγαν δομέστικον ἀφικνοῦνται καὶ τὰ γεγενημένα πάντα ἀπαγγέλλουσι καὶ τὸν πόλεμον τὸν κεκινημένον πρὸς αὐτόν. ὁ δὲ πιστεύειν οὐκ ἠβούλετο διὰ τῶν ἀπαγγελλομένων τὴν ἀτοπίαν. ἀλλ' ᾤετο αὐτούς τι βασιλίδι προσκεκρουκότας διαδρᾶναι, δείσαντας τὸν κίνδυνον, καὶ συνηγοροῦντας ἑαυτοῖς,