242
πιστευόμενον εχειν διὰ τὴν βίαν τῆς γυναικός. ἐκ δέ γε Ταρκυνίου πρέσβεις εἰς ̔Ρώμην ηκον περὶ καθόδου διαλεγόμενοι· ὡς δ' οὐδὲν ηνυον, ετεροι αυθις ἐπέστησαν, ἀφίστασθαι τῆς βασιλείας καὶ παύειν τὸν πόλεμον λέγοντες τὸν Ταρκύνιον, εἰ τὰ χρήματα δοθεῖεν αὐτῷ καὶ τοῖς φίλοις καὶ τοῖς οἰκείοις, ἀφ' ων διαβιώσονται φεύγοντες. ἐπικλωμένων δὲ πολλῶν καὶ αὐτοῦ Κολλατίνου τοῦ τῷ Βρούτῳ συνάρχοντος, εἰς ἀγορὰν ὁ Βροῦτος ἐκ τοῦ βουλευτηρίου ἐξέδραμε, προδότην τὸν Κολλατῖνον ἀποκαλῶν, πολέμου καὶ τυραννίδος ἀφορμὰς χαριζόμενον. Οἱ πρέσβεις δὲ ἐπὶ τῇ τῶν χρημάτων προφάσει τῇ ̔Ρώμῃ ἐνδιατρίβοντες ισχυσαν διαφθεῖραι τῶν ἐπισήμων τινάς, μεθ' ων καὶ δύο τοῦ Βρούτου παῖδας επεισαν ἐν τῇ προδοσίᾳ γενέσθαι. ὡς ουν συνέπεισαν τὰ μειράκια, εδοξε καὶ ορκον προβῆναι, καὶ ἐπὶ τούτοις εἰς οἰκίαν συνῆλθον. ην δὲ ὁ οικος ὑπέρημος καὶ σκοτώδης. ελαθεν ουν ενδον ων οὐκ ἐκ προνοίας, ἀλλὰ τυχαίως οἰκέτης ονομα Οὐινδίκιος, καὶ κατακρυφθεὶς ἐκεῖ θεατής τε τῶν δρωμένων ην 2.120 καὶ τῶν βεβουλευμένων ἐπήκοος· απερ ησαν τοὺς ὑπάτους ἀνελεῖν καὶ τὴν πόλιν προδοῦναι· καὶ ταῦτα τῷ Ταρκυνίῳ διὰ τῶν πρέσβεων ἐπεστάλκασιν. ἀπελθόντων δὲ τοῦ οἰκήματος τῶν συνωμοτῶν, ἐξελθὼν ὁ οἰκέτης απαντα κατεμήνυσε. καὶ οι τε τὴν προδοσίαν μελετήσαντες συνελήφθησαν, καὶ τὰ γράμματα ἐκομίσθησαν· καὶ εἰς τὴν ἀγορὰν προαχθέντων αὐτῶν καὶ τὸν Οὐίνδικα παρεστήσαντο. τά τε γράμματα ἀνεγνώσθησαν· καὶ οἱ μὲν αλλοι ἐν κατηφείᾳ ησαν καὶ σιωπῇ, ὁ δὲ Βροῦτος ὀνομαστὶ τῶν υἱέων ἑκάτερον προσειπών "οὐκ ἀπολογεῖσθε" εφη "πρὸς τὴν κατηγορίαν;" τῶν δὲ σιωπώντων στραφεὶς πρὸς τοὺς ὑπηρέτας "ὑμέτερον" ειπεν "ηδη λοιπὸν τὸ εργον." οἱ δὲ συλλαβόντες τοὺς νεανίσκους ῥάβδοις κατέξαινον. καὶ τῶν αλλων ἐπικλωμένων τοῖς πάσχουσιν ὁ πατὴρ ουτ' ἀλλαχόσε τὰς οψεις ἀπήγαγεν ουτε μὴν οικτου τι ἐνεδείξατο μέχρι πελέκει τὰς κεφαλὰς τῶν παίδων ἀπέκοψαν. τοῦτο δὲ ουτ' ἐπαινεῖν ουτε ψέγειν ἐστὶ ῥᾴδιον· η γὰρ ἀρετῆς υψος εἰς ἀπάθειαν ἐξέστησεν αὐτοῦ τὴν ψυχὴν η πάθους μέγεθος εἰς ἀναλγησίαν· οὐδέτερον δὲ μικρὸν οὐδ' ἀνθρώπινον, ἀλλ' η θεῖον η θηριῶδες. Ουτω δὲ τούτων θανόντων καὶ περὶ τῶν αλλων συνωμοτῶν ψῆφον ἐνεγκεῖν ὁ Βροῦτος ἀπῄτητο. ὁ δέ "τοῖς μὲν υἱέσιν" ειπεν "αὐτὸς ἀποχρῶν εἰμι δικαστής, περὶ δὲ τῶν αλλων τοῖς πολίταις ἐλευθέροις ουσι τῆς ψήφου παραχωρῶ." ψήφου τοίνυν δοθείσης πάντες ἐπελεκίσθησαν. ησαν δὲ τούτων τινὲς τῷ Κολλατίνῳ προσήκοντες· δι' ους καὶ ὠργίζετο. οθεν ὁ Βροῦτος ουτω κατ' αὐτοῦ τὸν δῆμον παρώξυνεν ὡς μικροῦ καὶ αὐτοχειρίᾳ αὐτὸν ἀνελεῖν. ἀλλὰ τοῦτο μὲν οὐκ ἐποίησαν, τὴν δ' ἀρχὴν ἠνάγκασαν 2.121 αὐτὸν ἀπειπεῖν. ειλοντο δὲ ἀντ' ἐκείνου συνάρχοντα Πόπλιον Οὐαλέριον, ος Ποπλικόλας προσωνομάσθη· δηλοῖ δ' ἡ κλῆσις ἐξελληνιζομένη δημοκηδῆ η δημοτικώτατον. Ταρκύνιος δὲ ἀπογνοὺς τὴν ἐκ προδοσίας τῆς βασιλείας ἀνάληψιν, προσῄει τοῖς Τυρσηνοῖς. οἱ δὲ δυνάμει βαρείᾳ κατῆγον αὐτόν. ἀντεξῆγον δὲ καὶ τοὺς ̔Ρωμαίους οἱ υπατοι. ἀρχομένης δὲ τῆς μάχης Αρρων ὁ Ταρκυνίου παῖς καὶ Βροῦτος ὁ ̔Ρωμαίων υπατος ἀλλήλοις περιπεσόντες ἐμάχοντο, καὶ ἀφειδήσαντες ὑπὸ θυμοῦ ἑαυτῶν συναπέθανον. μεγάλης δὲ τῆς μάχης γενομένης καὶ πολλῶν ἑκατέρωθεν πεσόντων ακριτος ην ἡ νίκη. νυκτὸς δ' ἐπελθούσης λέγεται σεισθῆναι τὸ αλσος παρ' ῳ ἐστρατοπεδεύοντο, καὶ φωνὴν ἐκπεσεῖν ἐκεῖθεν μεγάλην φράζουσαν ἑνὶ πλείους τεθνάναι Τυρρηνῶν η ̔Ρωμαίων. αμα δὲ τῇ φωνῇ ̔Ρωμαῖοι μὲν μέγα καὶ θαρσαλέον ἠλάλαξαν, πτοία δ' ἐνέπεσε Τυρρηνοῖς· καὶ θορυβηθέντες τοῦ στρατοπέδου ἐξέπεσον· ειλον δ' οἱ ̔Ρωμαῖοι τοῦτο καὶ διηρπάκασιν. ἀριθμηθέντες δὲ οἱ νεκροὶ τῶν ἐν τῇ μάχῃ θανόντων εὑρέθησαν οἱ μὲν τῶν Τυρρηνῶν ἐπὶ μυρίοις χίλιοι τριακόσιοι, οἱ δὲ ̔Ρωμαῖοι παρ' ενα τοσοῦτοι. ἐθριάμβευσε δὲ Οὐαλέριος Ποπλικόλας πρῶτος ὑπατεύων. ̔Ο δὲ Ταρκύνιος μετὰ τὴν μεγάλην μάχην, ἐν ῃ καὶ τὸν υἱὸν ἀπέβαλε μαχεσάμενον Βρούτῳ, καταφυγὼν εἰς τὸ Κλούσιον ἱκέτευε