242
δήπουθεν ἰδαίους εχω. iota.1086 ̓Ιδιῶται. ἀντὶ τοῦ πολῖται. ουτως Θουκυδίδης. Ιδμονα. εμπειρον. ̓Ιδουμαῖοσ. ουτως ἐκλήθη ὁ ἀπόγονος τοῦ ̔Ησαῦ. ιδουμα γὰρ λέγεται ειδος φακῆς ξανθῆς, ης ἐπιθυμήσας ̔Ησαῦ ἀπέδοτο τὰ πρωτοτόκια. Ιδρισ. ὁ εμπειρος. εστι ῥῆμα ειδω, τὸ ἐπίσταμαι, ὁ μέλλων εισω, ῥῆμα ονομα ειδις, ἀποβολῇ τοῦ ˉε καὶ πλεονασμῷ τοῦ ˉρ, ιδρις. ̔Ιδρώσ. οἱ μὲν, παρὰ τὸ ἰδιῶ γέγονε πλεονασμῷ τοῦ ρ· οἱ δὲ, ἀπὸ τοῦ ἱδρῶ, ἱδρώς. Ιδρισ. ὁ μύρμηξ. παρὰ ̔Ησιόδῳ· -οτε τ' ιδρις σωρὸν ἀμᾶται. σωρὸν τὸν καρπὸν λέγει. ̔Ιδρώσ. παρὰ τὸ υδωρ ὑδαρός. καὶ συγκοπῇ τοῦ ˉα καὶ τροπῇ τοῦ ˉυ εἰς ˉι γίνεται ἱδρώς. iota.1087 ̓Ιδέα. ἡ θεωρία, καὶ ὁ χαρακτὴρ τοῦ λόγου, ι. ̓Ιδέαι καὶ αἱ ὑποθέσεισ. τότε δὲ πολλαὶ ἰδέαι κακῶν συνέσχον τὴν πόλιν. Ιδη. ονομα ορους ὑψηλοῦ. οἱονεὶ οθεν ἐστὶν ἰδεῖν καὶ θεωρεῖν απαντα τὰ μακρόθεν. γράφεται δὲ διὰ τοῦ ἰῶτα, ἐπειδὴ τὰ εἰς ˉδˉη βαρύτονα οὐ θέλει διφθόγγῳ παραλήγειν. οιον κνίδη· βοτάνη ἐστὶ στυπτική. ουτως ουν καὶ Ιδη. πρόσκειται βαρύτονα, διὰ τὸ σπουδὴ καὶ αὐδή. ̓Ιδιότησ. ἡ συγγένεια. η ἰδιότης ἐστὶν οὐσίας πάσης φυσιώδης ποιότης. η ἰδιότης ἐστὶν, ο μόνον πρόσεστιν ἀεὶ καὶ παντὶ τῷ ὑπὸ τὸ αὐτὸ ειδος τελοῦντι. ̓Ιδιωτικαὶ δίκαι. αἱ εἰς χρήματα τὴν ζημίαν ἐπάγουσαι. οιον ἀφαίρεσις πράγματος κινητοῦ η ἀκινήτου. ̓Ιδουμαία. ἑρμηνεύεται αἱματώδης η πηλώδης. δύναται δὲ ληφθῆναι καὶ εἰς τὴν σάρκα τοῦ κυρίου. iota.1088 Ιδρυσισ. ἑδραία ἀσφάλεια η θεμελίωσις. Ιδη. ονομα ορους, καὶ πᾶν σύμφυτον ορος. (Οὐδέτερον.) ̓Ιδάλιμον. δίυγρον. η εὐειδὲς, η καυστικόν. ̓Ιδαῖον. αντρον ἐν Κρήτῃ. Ιδιον. τὸ ἰδιωτικὸν, ὡς ∆ημοσθένης φησίν. Ιδιον. τὸ μιᾷ φύσει ἁρμόζον, καὶ ἀντιστρέφον πρὸς τὸ ὁριστὸν, ωσπερ τὸ, νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἐπὶ τοῦ ἀνθρώπου, καὶ ἐπὶ τοῦ ιππου τὸ χρεμετιστικόν. περὶ τούτου ὁ λόγος τοῖς φιλοσόφοις, τοῦ παντὶ καὶ μόνῳ καὶ ἀεὶ ὑπάρχοντος, οπερ ιδιον ἐπουσιῶδες καλοῦσιν. Ιδιόν ἐστι τὸ παντὶ καὶ μόνῳ τῷ ειδει καὶ ἀεὶ ὑπάρχον. Ιδιόν ἐστι τὸ ἰδίως ἐφεστὼς ἐν τῷ προσώπῳ. Ιδιόν ἐστι σαρκὸς ἐμψύχου τὸ κοπιοῦσθαι, τὸ ὀδυνᾶσθαι, πεινῇν, δειψῇν, ὑποκρατεῖσθαι. Ιδιόν ἐστι ψυχῆς σώματι κεχρημένης λύπαι, ἀδημονία, φροντίδες, καὶ οσα τοιαῦτα. iota.1089 Ιδιόν ἐστιν ἀνθρώπου τὸ γελαστικόν. Ιδιόν ἐστιν ἀνθρώπου κυρίως τὸ σύνθετον ἐκ θνητῆς καὶ ἀθανάτου φύσεως ἐν αλλῃ οἱᾳδήποτε οὐσίᾳ μὴ γνωριζόμενον. ̓Ιδικόν. ἰδικόν ἐστι τοῦ ἀνθρώπου ἡ οὐσία ηγουν ἡ φύσις. ̓Ιδίωμα. τὸ εν τινι φύσει γνωριζόμενον κυρίως, καὶ ἐν ἑτέρᾳ οὐσίᾳ μὴ ὑπάρχον. ωσπερ ἐν τῷ ἀνθρώπῳ τὸ γελαστικόν. ̓Ιδίωμα λέγεται κατὰ τὸ ιδια ειναι αμα τῆς ἰδίας φύσεως ἀμιγὲς τῶν λοιπῶν οὐσιῶν ὑπάρχον. η διὰ τὸ ἐν τῷ ειδει αμα ειναι. ἀχώριστοι γὰρ εἰσὶ τῶν φύσεων καὶ τῶν ὑποστάσεων αἱ αὐτῶν ἰδιότητες. ̓Ιδίωμα ηγουν ἰδιότης ἐστὶ τὸ κυρίως ἐν τινὶ φύσει ἰδίως γνωριζόμενον, ἐν ἑτέρᾳ δὲ μὴ εὑρισκόμενον. οιον ἐν τῇ θείᾳ φύσει τὸ προαιώνιον, τὸ ακτιστον, τὸ ἀπερίγραπτον. ατινα οὐχ ὑπάρχουσιν ἐν αλλῃ οἱᾳδήποτε οὐσίᾳ ουτε ἐν αὐτῷ τῷ παναγίῳ σώματι τοῦ Χριστοῦ κατ' οὐσίαν. ουτε γὰρ προαιώνιόν ἐστιν ουτε ακτιστον ουτε ἀπερίγραπτον εσεταί ποτε. ̓Ιδίωμά ἐστι τὸ ἰδικῶς ἐν ῳ ἐστὶ καὶ μόνον γνωριζόμενον, ἐν ἑτέρῳ δὲ ου. ̓Ιδίωμά ἐστι τὸ σημαντικὸν πάσης οὐσίας σχῆμα τὲ καὶ πρᾶγμα. ̓Ιδίωμά ἐστι τὸ σημαῖνον, ου ἐστὶ τὴν υπαρξιν. ̓Ιδίωμα ὑποστατικόν ἐστι τὸ ἀφορίζον τοῦ κοινοῦ τῆς φύσεως γνώρισμα. η τὸ χαρακτηρίζον τινὸς ἀνθρώπου πρόσωπον. η τὸ πρὸς ετερον ὁμοειδὲς κατ' αὐτὸ ἐπιδεικνύον τὸ σημαινόμενον πρᾶγμα. ̓Ιδίωμά ἐστι τὸ σημαντικὸν πάσης οὐσίας σχήματι καὶ πράγματι. ̓Ιδίωμα τῆς θείας φύσεως τῆς ἁγίας τριάδος τὸ ακτιστον, τὸ αναρχον, τὸ ἀπέρατον, τὸ ἀσώματον, τὸ ἀόριστον, τὸ ἀόρατον. ̓Ιδίωμα τῆς θείας φύσεως παρὰ τὴν φύσιν τῶν ἀγγέλων τὸ δημιουργικόν· τὸ φωτιστικὸν φύiota.1090 σει· τὸ ατρεπτον· τὸ ἀπερίγραπτον· τὸ ἀχώριστον· τὸ ἀόριστον· τὸ ἀπερινόητον· τὸ ἀνενδεὲς καὶ αὐτοκρατές· τὸ ζωοδοτικόν· τὸ παντοδύναμον· ατινα οὐδ' ἐν τῇ ἀγγελικῇ τάξει φαίνεσθαι τῶν ἐνδεχομένων ἐστίν.