242
οὖσι, καὶ σφόδρα εὐαριθμήτοις· δηλοῖ δὲ διὰ τούτου τοῦ ὑπισχνου μένου τὴν δύναμιν· ὅτι καί τοι οὕτως ὀλίγοις τοσαύτης γῆς δεσποτείαν παρέχειν ἠδύνατο. ιγʹ. "Καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βα σιλείας εἰς λαὸν ἕτερον." Παροικοῦντες γὰρ οἱ πατριάρχαι διετέλεσαν, καὶ οὐδὲ ἐφ' ἑνὸς ἱδρύμενοι 80.1713 τόπου· ἀλλὰ νῦν μὲν ὧδε, νῦν δὲ ἐκεῖ τὰς σκηνὰς μεταφέροντες. ιδʹ. "Οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτούς." Κρείττους γὰρ αὐτοὺς τῶν ἀδικιῶν πειραθέντων ἀπέφηνεν. "Καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασι λεῖς." ιεʹ. "Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύσεσθε." Οὕτω τὸν Φαραὼ ἤτασεν ἐτασμοῖς μεγάλοις καὶ φοβεροῖς περὶ Σάῤῥας τῆς γυναικὸς Ἀβραάμ. Οὕτω νύκτωρ τὸν Ἀβιμέλεχ ἐξεδειμάτωσεν εἰρηκώς· Ἰδοὺ σὺ ἀποθνήσκεις περὶ Σάῤῥας τῆς γυναικὸς Ἀβραάμ· αὕτη δέ ἐστιν συνῳκηκυῖα ἀνδρί. Οὕτω τὸν Ἰσαὰκ αἰδέσιμον τοῖς τηνικαῦτα τὴν Παλαιστίνην οἰκοῦσιν ἀπέφηνεν. Οὕτω φονῶντι τῷ Λάβαν ἠπείλησεν· "Ὅρα γὰρ, ἔφη, μὴ λαλήσῃς σκληρὰ κατὰ τοῦ παιδός μου Ἰακώβ." Χριστοὺς δὲ προσαγορεύει, οὐχ ὡς ἐλαίῳ κεχρισμένους, ἀλλ' ὡς ἐκλεκτοὺς γενομέ νους. Προφήτην δὲ καὶ αὐτὸς ὁ Θεὸς τὸν Ἀβραὰμ προσηγόρευσεν· "Ἀπόδος γὰρ, ἔφη, τὴν γυναῖκα τῷ ἀνδρὶ, ὅτι προφήτης ἐστί· καὶ προσεύξεται περὶ σοῦ, καὶ σωθήσῃ." ιʹ. "Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν." Ἡ ἁμαρ τία τὴν παιδείαν ἐφέλκεται· ἡ δὲ παιδεία τὸν θηριώδη βίον ἐλέγχει· ὁ δὲ ἔλεγχος τὴν τοῦ βίου μεταβολὴν πραγματεύεται. Τὸν τοίνυν λιμὸν ἐπήγαγε διὰ τὸν παράνομον βίον τῶν τηνικαῦτα ἀνθρώπων· ἀλλ' ὅμως καὶ οὕτω τῶν οἰκείων θεραπόντων ἐπεμελήθη. "Πᾶν στήριγμα ἄρτου συνέτριψεν." Ἀντὶ τοῦ, Πᾶν διαθρέψαι δυνάμενον σπανίσαι πεποίηκεν· οὐ μόνον σῖτον, ἀλλὰ καὶ κριθὰς, καὶ ὄσπρια, καὶ τ' ἄλλα δι' ὧν βιοτεύουσιν ἄνθρωποι. ιζʹ. "Ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλον ἐπράθη Ἰωσήφ." Ἀμφότερα κατὰ ταυτὸν ἐδήλωσε, καὶ τῶν ἀδελφῶν τὴν μοχθηρίαν, καὶ τὴν αὑτοῦ σοφίαν· τῇ γὰρ ἐκείνων εἰς δέον ἐχρήσατο πονηρίᾳ. Οὐ γὰρ αὐτὸς ἐκείνους ἠνάγκα σεν ἀπεμπολῆσαι τὸν ἀδελφὸν, ἀλλὰ τῇ κακοηθείᾳ μὲν τῇ ἐκείνων ἐνδέδωκεν. Αὐτὸς δὲ εἰς δέον ταύτῃ χρησάμενος, βασιλέα τὸν δοῦλον ἀπέφηνε, καὶ τῷ γένει τὴν εἰς Αἴγυπτον κάθοδον ἐπρυτάνευσεν. Ἔδει γὰρ τοὺς λαὸν Θεοῦ μέλλοντας χρηματίζειν, περι φανεῖς γενέσθαι καὶ περιβλέπτους διὰ τῶν ὑπὲρ αὐτῶν γινομένων θαυμάτων. Ἡ γὰρ εἰς αὐτοὺς γινομένη κηδεμονία τὸν τούτων Θεὸν ἀνεκήρυττε, καὶ τοὺς ἀκούοντας τῷ φωτὶ τῆς θεογνωσίας κατ έλαμψεν. ιηʹ. "Ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ, σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ." Μετὰ γὰρ τὴν τῆς μοιχείας συκοφαντίαν, τὸ δεσμωτήριον ᾤκησε, καὶ παραυτίκα ὡς εἰκὸς περιέθηκαν αὐτῷ τὰ ἐκ σιδήρου δεσμά. Τοῦτο μέντοι ὁ Σύμμαχος οὕτως εἴρηκεν, 80.1716 Εἰς σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ, ἀντὶ τοῦ, Μέ χρι σφαγῆς ἐκινδύνευσεν. ιθʹ. "Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, τὸ λόγιον Κυρίου ἐπύρωσεν αὐτόν." Ταῦτα δὲ ὑπέμεινεν ἅπαντα χρυσοῦ δίκην δοκιμαζόμενος· οὐχ ἵνα τὸ ἀκίβδηλον τῆς τοῦ Ἰωσὴφ ἀρετῆς ὁ τῶν ὅλων μάθῃ Θεὸς, ὁ γινώσκων τὰ πάντα πρὶν γενέσεως αὐτῶν· ἀλλ' ἵνα τοῖς ἄλλοις ἀνθρώποις τὴν ἐκείνου φιλοσοφίαν δείξῃ, καὶ ἀρχέτυπον ἀληθείας προθῇ. κʹ, καʹ. "Ἀπέστειλε βασιλεὺς, καὶ ἔλυσεν αὐτόν· ἄρχων λαοῦ, καὶ ἀφῆκεν αὐτόν. Κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὑτοῦ, καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὑτοῦ." Καὶ τὴν ἀπὸ τῆς οἰκονομίας ὠφέλειαν δεικνὺς, ἐπήγαγε· κβʹ. "Τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτὸν, καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι." Ἐπίσημος γὰρ διὰ τῆς τῶν ὀνείρων ἑρμηνείας τῷ βασιλεῖ γενόμενος, καὶ τὴν ἐξουσίαν λαχὼν, εἰς θεογνωσίαν ἐποδήγει τοὺς ἄλλους, οὐ λόγοις μόνοις χρώμενος, ἀλλὰ καὶ τοῖς ἔργοις εἰς τὴν αὐτὴν εὐσέβειαν ἐφελκόμενος. κγʹ. "Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον, καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ." Αὕτη, φησὶν, ἡ πρόφασις ἐγένετο τῷ πατριάρχῃ τῆς εἰς Αἴγυπτον, ἐκδημίας. Γῆν δὲ Χὰμ τὴν Αἴγυπτον ὀνομάζει, ἐπει δὴ ὁ Μεσρὲμ υἱὸς τοῦ Χὰμ ἐγένετο δεύτερος. "Χὰμ γὰρ, φησὶν, ἐγέννησεν τὸν Χοὺς πρωτότοκον, καὶ Μεσρὲμ τὸν ἀδελφὸν αὐτοῦ."