242
χρώμενος εἴρηκας, πόσον ἐγὼ ὁ ταπεινὸς προθυμηθείην ἐπιστέλλειν τῇ ἀνυπερβλήτῳ σου ὑπεροχῇ, αὐτὸ τοῦτο μανθάνων τὰς εὐκταίας ὑγείας σου καὶ δοκῶν ὁρᾶν σου τὸ φιλούμενον πρόσωπον καὶ ἀκούειν σου ἡδυτάτης φωνῆς τῇ πρὸς τὸν γραμματηφόρον συγκαταβατικῇ ὁμιλίᾳ καὶ θεωρίᾳ σου (δέχῃ γὰρ διὰ θεὸν εὐμενέστατα καὶ ὁμιλεῖς εὐπρόσιτα καὶ τῷ τυχόντι)· ὃς καὶ ἀπήγγειλέν μοι ὅπως ἐπιστυγνάζεις τοῖς ἤδη κατὰ τὰς ἁμαρτίας ἡμῶν τετολμημένοις, στένων καὶ ἀλγῶν τὴν καρδίαν ἐφ' ἑκάστῳ τῶν γιγνομένων. καὶ εἰκότως· ἄνθρωπος γὰρ εἶ θεοῦ, νοῦν ἔχων ἱερόν, ψυχὴν χριστοφιλῆ, γνῶσιν θεοτελῆ, διάνοιαν ἐμμελῆ, δόξαν εἰλικρινῆ ἐν οἷς σφαδάζεις, μὴ δυνάμενος βοηθῆσαι τοῖς πράγμασι κατὰ τὸ εἰωθός, ἀλλ' ὁρῶν οὕτως κινδυνεύουσαν τὴν ἐκκλησίαν, ἣν περιεποιήσατο Κύριος διὰ τοῦ οἰκείου αἵματος. ὦ δέσποτα, εἰς οἷα δεινὰ ἐφθάσαμεν καὶ ἡλίκα κακὰ τεθεάμεθα. ἀμοιβαὶ ταῦτα προλαβόντων ἁμαρτημάτων· ἐπειδὴ γὰρ οὐκ ἐδοκιμάσαμεν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει διὰ φυλακῆς τῶν ἐντολῶν αὐτοῦ, ἀλλ' ἐλύσαμεν οὐ μίαν ἀλλὰ καὶ πολλὰς καὶ ἰδίᾳ καὶ δημοσίᾳ σχίσαντες τὸ εὐαγγέλιον τοῦ Χριστοῦ (οἶσθα, ὁ σοφός, ἃ λέγω), παρέδωκεν ἡμᾶς ὁ θεὸς ἐν οἷς πάσχομεν, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν, καί γε οἱ δοκοῦντες εἶναί τι. ὥστε μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς οἱ ἀσεβοῦντες ὡς ἄρα εὐσεβοῦντες, ἀλλὰ καὶ λίαν γινωσκέτωσαν Χριστὸν ἀρνεῖσθαι τῇ ἀθετήσει τῆς σεπτῆς αὐτοῦ εἰκόνος· ὃς ἔτι ἀναβάλλεται ἐπαφεῖναι τὴν ἐκδίκησιν φειδοῖ καὶ ἐλέῳ φιλανθρωπίας καὶ μετανοίας, οἶδεν δὲ ἐν τέλει ἀμύνασθαι τοὺς ἀνεπιστρόφους. Αὐτὸς οὖν προσεύχου ὡς θεοφιλὴς τὴν τῶν δυσχερῶν λύσιν, ἀλλὰ μὴ ἡμῖν ἐπίτρεπε, οἳ οὐκ ἀρκοῦμεν κἂν περὶ τῶν οἰκείων ἁμαρτιῶν ἐξιλεοῦσθαι τὸν ἀγαθὸν θεόν· ὅμως, ὅτι καὶ ἡμεῖς αἰτούμεθα. 401 {1Ἀναστασίῳ πρωτοσπαθαρίῳ}1 Ὡς καλὴ ἡ φιλία, τά τε ἄλλα καὶ ὅτι ἀποῦσα ὡς παροῦσα τοὺς φιλουμένους εὐεργετεῖν εἴωθεν. τοιαύτη δὴ ἡ περιφανής σου καὶ ἀγάπη καὶ εὐσέβεια πρός με τὸν δύστηνον ἔκπαλαι καὶ μέχρι τοῦ δεῦρο καὶ παροῦσα κατ' ὀφθαλμοὺς καὶ ἐν τοσούτῳ ἀπειροπληθεῖ μήκει διεστῶσα, ἀπὸ Σικελίας με εὐεργετοῦσα ἐν τῷ Βυζαντίῳ ὄντα καὶ ἀπὸ τοῦ Βυζαντίου ὧδε κἀκεῖ περιωρισμένον, ὥσπερ καὶ τανῦν. καὶ τί τοῦτο, ὅτι εἰς ἄνθρωπον ἁμαρτωλὸν καὶ ἀνάξιον τῆς εὐγενείας σου οὕτω πράττεις; πλὴν ὅτι ἀγαπῶντά σε λίαν διὰ τὴν ἐν ἅπασιν ἀρετὴν καὶ φιλοθεΐαν σου, ἣν ᾄδει οὐ μόνον Σικελία καὶ ἡ τίσδε χώρα καὶ τίς, ἀλλὰ γὰρ καὶ αὐτὴ ἡ βασιλεύουσα πόλις. διὰ τοῦτο καὶ βασιλεῦσι σὺ φιλητὸς καὶ τοῖς ἐν τέλει, καὶ αἱ ἀξίαι σοὶ ἀπὸ ἀρετῆς. οὕτω φιλῶν τὸν θεὸν πεφίλησαι καὶ ὑπ' αὐτοῦ καὶ παρὰ τῶν αὐτοῦ. Ἐγὼ δὲ ὁμοῦ μὲν ἀπόθητος, ὁμοῦ δὲ καὶ ὀρφανός. ὁ πατήρ μου ἐγκατέλιπέν με χωρήσας πρὸς Κύριον, καθὰ πάντως διέγνως καὶ αὐτός, ὡσαύτως καὶ ὁ Καλόγηρος. ὁ ἀδελφὸς καὶ ἀρχιεπίσκοπος μόνος μοι ἐγκαταλέλειπται· ἀλλὰ καὶ οὗτος διὰ τὰ νῦν κατειληφότα ἡμᾶς δεινὰ διεσπασμένος λίαν πόρρω. στενά μοι ἑκατέρωθεν, ὅμως ὅτι διὰ Χριστὸν καὶ λίαν γλυκεῖα καὶ εὐρύτατα. ἀλλὰ τί πρὸς τὸν κλύδωνα τῆς ἀπιστίας, ἐφ' ᾧ τὸ παγκόσμιον ὅσον τὸ κατὰ τὴν καθ' ἡμᾶς ἐξουσίαν ναυάγιον; ἴδε, δέσποτα, εἰς οἷα πονηρὰ ἐταμιεύθημεν, οὐδὲν ἢ μικρόν τι ἀποδέοντα ἰουδαϊσμοῦ, ἡνίκα ἡ εἰκὼν Χριστοῦ, τῆς τε ἁγίας Θεοτόκου καὶ παντὸς ἁγίου ἠθέτηται, ἐξουδένωται, ἐνυβρίζεται· αὐτὸς γὰρ Χριστὸς σὺν μητρὶ καὶ θεράπουσίν ἐστιν ὁ ταῦτα ὑφιστάμενος, κἂν οὐ δοκῇ τοῖς ἀρνουμένοις. Ἀλλὰ σὲ Κύριος φυλάξειεν ἐν τῷ ὀρθῷ φρονήματι ἀκαταβάπτιστον, εἰ καὶ τοῖς αἱρετικοῖς κύμασι καταρραντιζόμενον ἔξωθεν (ἐπεὶ οὐχ οἷόν τε διαφυγεῖν σε παντάπασιν, ἐν μέσῳ ἐνστρεφόμενον), καὶ τὸν ὑπὲρ τῆς ἐμῆς ταπεινώσεως μισθόν σοι παράσχοι πολυπλασίονα ὧδέ τε καὶ ἐν τῷ μέλλοντι αἰῶνι. 402 {1Τοῖς εἰς τὰ Στουδίου ἀδελφοῖσ}1 Χαίρετε ἐν Κυρίῳ, ἀδελφοὶ καὶ πατέρες, χαίρετε, στρατιῶται τοῦ Χριστοῦ, χαίρετε, τριὰς ἀδελφική, τῆς Ἁγίας Τριάδος τὴν χάριν καταπλουτήσαντες, ὄντως ἄξιοι τοιούτων χαιρετισμῶν, ὅτι διὰ Χριστὸν φέρετε