242
ἑαυτῶν ἁμαρτίας, ἀλλὰ τὴν ὀρθόδοξον καὶ πατροπαράδοτον πίστιν, καὶ τὸ τῶν μοναστῶν ἱερὸν σχῆμα, τὸ τῆς κατὰ θεὸν φιλοσοφίας γυμνάσιον. οἱ δὲ πολλοὶ τῶν ταῦτα βλασφημούντων σχήματι μόνον ἦσαν Χριστιανοί, τῇ δὲ ἀληθείᾳ Παυλικιάνοι, οἵ τινες μὴ δυνάμενοι τὰ ἑαυτῶν μυσαρὰ δόγματα παρεμφαίνειν τῇ τοιαύτῃ προφάσει τοὺς ἀμαθεῖς παρενόθευον, Κωνσταντῖνον τὸν Ἰουδαιόφρονα μακαρίζοντες ὡς προφήτην καὶ νικητὴν καὶ τὴν κακοδοξίαν αὐτοῦ ἐπ' ἀνατροπῇ τῆς ἐνσάρκου οἰκονομίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀσπαζόμενοι. τῇ δὲ κβʹ τοῦ Ἰουνίου μηνὸς παραταξάμενοι Χριστιανοί τε καὶ Βούλγαροι οὐ μακρὰν Ἀδριανουπόλεως, πταίουσι μὲν Χριστιανοὶ σφόδρα δεινῶς περὶ τὸν πόλεμον, κρατοῦσι δὲ τῆς μάχης οἱ ἐχθροὶ τοσοῦτον, ὥστε τοὺς πλείστους Χριστιανοὺς μήτε τὴν πρώτην συμβολὴν θεασαμένους ἄκρᾳ φυγῇ χρήσασθαι· ὥστε τὸν Κροῦμμον καταπλαγέντα νομίσαι λοχισμοῦ τινος τρόπον εἶναι τὸ γινόμενον, καὶ μικρὸν ἐπισχεῖν τοὺς αὐτοῦ πρὸς τὴν δίωξιν. ἐπεὶ δὲ εἶδεν αὐτοὺς ἀκρατῶς φεύγοντας, καταδιώξας ἀνεῖλε πλήθη πολλά, καταλαβόντες καὶ τὸ τοῦλδον καὶ 502 τοῦτο λαφυραγωγήσαντες. ὁ δὲ βασιλεὺς ἐπὶ τὴν πόλιν φεύγων ἐπανήρχετο τά τε πλήθη καὶ τοὺς τούτων ἄρχοντας ἐπαρώμενος, ἔτι δὲ καὶ τῆς βασιλείας τὴν ἀπόθεσιν ἐξομνύμενος· ἐν οἷς καὶ Λέοντι, πατρικίῳ καὶ στρατηγῷ τῶν ἀνατολικῶν, ὡς εὐσεβεῖ καὶ ἀνδρειοτάτῳ καὶ κατὰ πάντα πεποιημένῳ περὶ τοῦ κρατῆσαι τὴν βασιλείαν ἐκοινώσατο. τοῦ δὲ μηδ' ὅλως εἴξαντος, ἐάσας αὐτὸν προΐστασθαι τῶν θεμάτων αὐτὸς τὴν βασιλίδα κατέλαβε τῇ κδʹ τοῦ Ἰουνίου μηνός, θέλων μὲν ἀποθέσθαι τὸ κράτος καὶ ἄλλον προχειρίσασθαι, μὴ συγχωρούμενος δὲ παρά τε τῆς γαμετῆς καὶ τῶν παραδυναστευόντων. Νικηφόρος δέ, ὁ ἁγιώτατος πατριάρχης, εἰς τοῦτο συνῄνει, ὡς καὶ αὐτοῦ καὶ τῶν τέκνων αὐτοῦ περισωθησομένων, εἰ οὕτω προχειρισθείη τις. οἱ δὲ στρατηγοὶ καὶ τὰ πλήθη μαθόντες τὸν βασιλέα ἐπὶ τὴν πόλιν πεφευγέναι, ἀπογνόντες τὸ βασιλεύεσθαι παρ' αὐτοῦ τὸ λοιπὸν καὶ βουλευσάμενοι καθ' ἑαυτοὺς ἐδυσώπουν Λέοντα, τὸν πατρίκιον καὶ στρατηγὸν τῶν ἀνατολικῶν, βοηθῆσαι τῷ κοινῷ καὶ τῆς Χριστιανῶν πολιτείας ἀνθέξασθαι. ὁ δὲ μέχρι μέν τινος σφοδρῶς ἀνεβάλλετο, τοῦ καιροῦ στοχαζόμενος τὸ δυσάντητον καὶ τῆς τῶν βαρβάρων ἐπιδρομῆς τὸ ἀνύποιστον, καὶ ἑαυτὸν πρὸς τοὺς βασιλεύοντας φυλάττων ὀρθὸν καὶ ἀνεπίβουλον. ἐπεὶ δὲ κατὰ τῆς πόλεως ἐπειγόμενον τὸν ἐχθρὸν ἐθεάσατο, γράφει μὲν Νικηφόρῳ τῷ πατριάρχῃ τὰ περὶ τῆς ἑαυτοῦ ὀρθοδοξίας διαβεβαιούμενος, αἰτῶν μετὰ τῆς εὐχῆς καὶ ἐπινεύσεως αὐτοῦ τοῦ κράτους ἐπιλαβέσθαι. καὶ καταλαβὼν τὸ πρὸ τῆς πόλεως τριβουνάλιον ἅμα τοῖς στρατηγοῖς καὶ τοῖς στρατεύμασιν ἐννομώτατος βασιλεὺς Ῥωμαίων ἀναδείκνυται. καὶ μεσούσης ἡμέρας ἐν Κωνσταντινουπόλει διὰ τῆς Χαρσίου πόρτης εἰσέρχεται καταλαβὼν τὰ βασίλεια. Μιχαὴλ δὲ ἀκούσας τὴν τούτου ἀναγόρευσιν ἐν τῷ εὐκτηρίῳ τοῦ Φάρου προσδραμὼν σὺν Προκοπίᾳ καὶ τοῖς αὐτῶν τέκνοις, ἀποκειράμενοι τὰς τρίχας μοναχικὰ περιεβάλοντο τῇ ιαʹ τοῦ Ἰουλίου μηνὸς τῆς ʹ ἰνδικτιῶνος, ἡμέρᾳ βʹ. τῇ δὲ ἐπαύριον στεφθεὶς ὑπὸ Νικηφόρου πατριάρχου ἐν τῷ ἄμβωνι τῆς μεγάλης ἐκκλησίας τὰ κατὰ τὴν πόλιν προστάττει φρουρηθῆναι, 503 τὰ τείχη νυκτὸς καὶ ἡμέρας αὐτὸς δι' ἑαυτοῦ περιπολεύων καὶ πάντας διεγείρων εὐέλπιδάς τε παραινῶν εἶναι, ὡς τοῦ θεοῦ παραδοξοποιήσαντος τάχιστα διὰ τῶν πρεσβειῶν τῆς παναχράντου θεοτόκου καὶ πάντων τῶν ἁγίων, καὶ μὴ πάντη καταισχυνθῆναι παραχωροῦντος διὰ πλῆθος πταισμάτων ἡμῶν. ὁ δὲ νέος Σενναχερὶμ Κροῦμμος ἀρθεὶς τῇ νίκῃ, καταλιπὼν τὸν ἴδιον ἀδελφὸν μετὰ τῆς ἰδίας δυνάμεως πολιορκεῖν τὴν Ἀδριανούπολιν, μετὰ ʹ ἡμέρας τῆς αὐτοκρατορίας Λέοντος ἐπελθὼν ἐν δυνάμεσι καὶ ἵπποις τῇ βασιλίδι πόλει περιῄει πρὸ τῶν τειχῶν ἀπὸ Βλαχερνῶν ἕως τῆς Χρυσῆς πόρτης ἐπιδεικνύμενος τὴν περὶ αὐτὸν δύναμιν, καὶ ἐπιτελέσας μιαρὰς καὶ δαιμονιώδεις