«Καβησόθεν ἔνδον ἐόντα», καὶ τιμᾶν αὐτὸν ἐν μεγάροισι. καὶ ὁ πιστὸς δὲ ἑταῖρος ὁ αὐτός ἐστι τῷ Αἴαντος θεράποντι, καὶ τοῦ ἀπέκτανε δὲ ἀλλοιότερόν τι τὸ κατέκτα, δι' ἣν ἔπαθεν ἀποκοπήν. (ῃ. 431) [Ἰστέον δὲ καὶ ὅτι, ὥσπερ οὐκ ἂν ὁ ἥρως Μηριόνης θεράπων Ἰδομενέως λέγοιτ' ἂν ὀνόματι δουλικῷ, οὕτως οὐδ' ὁ Κυθήριος Λυκόφρων θεράπων νοηθείη ἂν Αἴαντος ὡς δοῦλος, ἀλλ' ἔχει καὶ ἡ λέξις αὕτη μέσως, καθὰ καὶ ὁ οἰκεὺς καὶ ὁ οἰκέτης, οἵπερ οὐδ' αὐτοὶ ἐξ ἀνάγκης δούλους δηλοῦσιν. Ἀχαιὸς γοῦν, φασίν, ὁ ποιητὴς διαστέλλων λέγει περί τινος, ὅτι χρηστὸς εἰς τοὺς δούλους ἐστὶ καὶ τοὺς οἰκέτας. εἰσὶ δέ, φασίν, οἰκέται οἱ κατὰ τὴν οἰκίαν διατρίβοντες, κἂν εἶεν ἐλεύθεροι. Ἦσαν δὲ ἄλλως δουλικαὶ λέξεις ἐν Κρήτῃ μὲν οἱ κλαρῶται διὰ τὸ κληρωθῆναι, ἔτι δὲ οἰκέται μὲν οἱ κατὰ πόλιν χρυσώνητοι, ἀμφαμιῶται δὲ οἱ κατὰ ἀγρὸν ἰδίᾳ δοῦλοι. ἐκάλουν δέ, φασί, Κρῆτες καὶ μνοίαν τὴν κοινὴν δουλίαν, καὶ μνώτας τοὺς ἐγγενεῖς οἰκέτας. Παρὰ δὲ τοῖς Γλωσσογράφοις, παρ' οἷς καὶ ὁ θεράπων δεδούλωται, δουλικὰ ὀνόματα καὶ οἱ ἆζοι καὶ οἱ πάλμονες καὶ οἱ λάτρις καὶ οἱ ἑρκῖται, οἵπερ εἰσὶν κατ' ἀγρὸν οἰκέται, καὶ οἱ σίνδρωνες [οἱ κοινῶς] δουλέκδουλοι, ἤδη δὲ καὶ οἱ ἀκόλουθοι καὶ οἱ ὑπηρέται. Σέλευκος δέ, φασίν, ἄζους οὐ δούλους μόνους ἀλλὰ καὶ τὰς θεραπαίνας οὕτω καλεῖ. Παρὰ δὲ Λάκωσιν οἱ παρὰ τὸ Ἕλος Εἵλωτες ἐλευθερωθέντες ἐκαλοῦντο ἀφέται, οἱ δὲ ἀδέσποτοι, τινὲς δὲ ἐρυκτῆρες, ἄλλοι δεσποσιοναῦται, οὓς εἰς τοὺς στόλους κατέτασσον, ἦσαν δὲ καὶ οἱ νεοδαμώδεις 3.753 ἕτεροι τῶν Εἱλώτων. Ὡς δὲ καὶ ἄλλαι δουλικαί εἰσι κλήσεις, καὶ προερρέθη καὶ ἐν τοῖς ἑξῆς δέ που δηλωθήσεται.] (ῃ. 432) Κύθηρα δὲ ἐν οὐδετέρῳ γένει νῆσος πρὸς τῇ Κρήτῃ, ὥς φησιν ὁ γράψας τὰ Ἐθνικά, ἥ ποτε καὶ Πορφυροῦσα, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, διὰ τὸ καλλίστας φέρειν πορφύρας. Ἐκ ταύτης, ἧς ἡ κλῆσις, εἰ καὶ κατὰ παραφθοράν, ὅμως μέντοι ἕως καὶ ἄρτι φυλάττεται, καὶ ἡ Ἀφροδίτη Κυθέρεια κατὰ τὸν Ἡσιόδου μῦθον λέγεται. διὸ καὶ ζάθεα Κύθηρα ἔφη ὁ ποιητὴς διὰ τὴν ἐν αὐτοῖς μυθευομένην τῆς Κυθερείας ἔκφανσιν. (ῃ. 436) Ἐρρίγησε δὲ ὁ Αἴας, καθὰ καὶ μετ' ὀλίγα Τεῦκρος, δυστυχήσας παραδόξως ἐπὶ τῷ τόξῳ, ἀνάπαλιν τῷ εὐτυχοῦντι, ὃς χαρᾷ θάλπεται. (ῃ. 438) Τὸ δὲ «Κυθηρόθεν ἔνδον ἐόντα» ἀντὶ τοῦ ἐξ αὐτῆς τῆς ἐκεῖ πόλεως, οὐ μὴν ἐκ τῆς περιχώρου τῆς νήσου Κυθήρων. (ῃ. 440) Τὸ δὲ «ποῦ δή τοι ἰοί», ὅ ἐστιν ὀϊστοί, ὠκύμοροι καὶ τόξον, ἐρεθισμὸς εἰς διαμάχην ἐστί. καὶ διαβολεὺς δέ ποτε ἀπρακτῶν ἀκούσοι ἂν καιρίως πρός τινος τοῦτό τε καὶ τὸ ἐφεξῆς «ὅ τοι πόρε Φοῖβος Ἀπόλλων». τοῦτο δὲ προσφυῶς, ἐπεὶ δαιμονίως ἐφίεται ἀπόλλειν τοὺς διαβαλλομένους. Φασὶ δὲ οἱ παλαιοί, ὅτι τόξον ὁ ποιητὴς νῦν οὐ τὸ σκεῦος λέγει, ἀλλὰ τὴν τοξικὴν τέχνην τοῦ Τεύκρου. ὅτι δὲ τόξα καὶ πᾶσα ἡ τεχνικὴ σκευὴ λέγεται, καὶ ὅτι ἐπιστάτης τοξείας ὁ τοῦ μύθου Ἀπόλλων, πολλαχοῦ φαίνεται. (ῃ. 441) Ὅρα δὲ τὸ «ὠκύμοροι» ἀσυνήθως ληφθέν. κοινῶς μὲν γὰρ ὠκύμορος ἐν παθητικῇ σημασίᾳ ὁ θνῄσκων ὠκύ, νῦν δὲ ὀϊστοὶ ὠκύμοροι οἱ θανατοῦντες ὠκύ. τοιούτῳ τινὶ λόγῳ καὶ μετ' ὀλίγα πολύστονος ἰὸς ὁ ποιῶν, οὐ μὴν πάσχων, στόνους. (ῃ. 443 ς.) Ἐν τούτοις δὲ καὶ φαρέτρας ἐτυμολογίαν ὑπολαλῶν φησι «τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην ἰοδόκον». 3.754 φαρέτρα τε γὰρ ἡ φέρουσα τὰ τρώοντα, ὅ ἐστι βλάπτοντα, καὶ ἰοδόκος Ἰωνικῶς ἡ δεχομένη τοὺς βλάπτειν δυναμένους ἰούς. Παροξύνεται δὲ τὸ ἰοδόκος καθὰ καὶ τὸ ξεινοδόκος, ἐνεργητικὸν γάρ ἐστι καὶ οὐ πάθος δηλοῖ. Ὁμήρου δὲ ἰοδόκον εἰπόντος, οἱ μεθ' Ὅμηρον καὶ ὀϊστοῦχον φαρέτραν συνέθεντο πρὸς ἀναλογίαν ἴσως τοῦ πολιοῦχος καὶ ἑστιοῦχος καὶ τῶν ὁμοίων. Ἰστέον δὲ ὅτι καὶ ἐν τῷ «ἠδὲ φαρέτρην» μετοχὴν συννοητέον οἰκείαν τῇ κατοχῇ αὐτῆς. οὐ γὰρ ὥσπερ τόξον ἔχει τις ἐν χειρί, οὕτω καὶ φαρέτραν, καὶ ἀνάγεται καὶ τοῦτο εἰς τὸ σχῆμα τοῦ «σῖτον καὶ οἶνον ἔδοντες», καὶ τῶν ὁμοίων. (ῃ. 441-3) Ἔτι ἰστέον καὶ ὅτι τὸ «θέων ἄγχι παρέστη τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην ἰοδόκον», τὴν προσεχῶς ῥηθεῖσαν, «μάλα δ' ὦκα βέλεα» τοῖς δεῖνα ἐφίει, τοξότου ἀγαθοῦ δηλοῖ ἐνέργειαν, ὁποῖος καὶ ὁ Τεῦκρος, περὶ οὗ κατὰ Τρώων