243
τοιαῦτα βασιλίδος καταψεύδεσθαι. μηδὲ γὰρ ἄν ποτε ἐκείνην ἐν τοσούτῳ χρόνῳ τοιαύτην ὑποστῆναι τὴν μεταβολήν. ὅθεν καὶ διενοεῖτο, τοὺς ἐν φυγάδας αὖθις εἰς Βυζάντιον καὶ ἄκοντας ἐκπέμπειν, εἴ τι βασιλίδι προσκεκρούκασι, δίκας ὑφέξοντας ἀξίας. αὐτὸς δὲ πρὸς τὴν εἰς τὴν ἑσπέραν ἐκστρατείαν ἤδη παρεσκευασμένος ὢν, ἔμελλεν ἔργου ἤδη ἔχεσθαι. ὡς δὲ μετὰ μίαν καὶ δευτέραν ἡμέραν πολλοὶ ἐκ Βυζαντίου ἀφιγμένοι τὰ ἴσα καὶ αὐτοὶ ἀπήγγελλον τοῖς φυγάσιν, ἐδόκει δεῖν περιμείναντα μικρὸν, πρεσβείαν πρὸς βασιλίδα περὶ τῶν πραττομένων πέμ 2.140 πειν. καὶ τὸν τῆς Γαυρᾶ μονῆς ἡγούμενον ἀπολεξάμενος, ἄνδρα ἀρετῆς ἀντιποιούμενον καὶ πολιτικοῖς πράγμασιν ὁμιλεῖν ἔχοντα ἐπιτηδείως, καὶ Σγουρόπουλον ἐκ τῶν οἰκετῶν αὐτοῦ, συνετόν τε ἅμα καὶ δυνάμενον ἀπταίστως τὰ παρ' ἑκατέρων ἀπαγγέλλειν διαπρεσβευόμενα, πρὸς βασιλίδα εἰς Βυζάντιον ἐκπέμπει. καὶ πρῶτα μὲν ὅρκοις ἐπιστοῦτο, ὡς οὐδὲν αὐτῷ τῶν κατηγορημένων συνειδείη, ἔπειτα ἐδεῖτο, μὴ τῶν ὀλίγῳ πρότερον ἐπὶ τοῦ πατριάρχου πρὸς ἀλλήλους αὐτοῖς γεγενημένων ὅρκων ἐκλαθέσθαι, μηδὲ ἐρήμην αὐτοῦ καταψηφίσασθαι, τοῖς συκοφάνταις πειθομένην μόνοις, ἀλλ' ἐπὶ δίκην καλεῖν καὶ τῶν ἐγκλημάτων ἔλεγχον ποιεῖσθαι. αὐτὸν γὰρ εἶναι παρεσκευασμένον τῷ κατηγοροῦντι παντὶ ἀντικαθίστασθαι πρὸς δίκην. τοῖς δὲ ἐκπεμφθεῖσι πρέσβεσι προθεσμίαν ἡμερῶν παρείχετο, ὅσην ᾤετο ἀρκέσειν βασιλίδι, ὥστε περὶ τῶν παρόντων σκεψαμένην ἀκριβῶς ἀπολογίαν ἀποδοῦναι, ἵν' εἰ μὲν ὁμοῦ τὰ λυσιτελῆ καὶ δίκαια πράττειν ᾑρημένη, δικαστήριον καθίζοι καὶ τὴν ἀπόδειξιν τῶν λεγομένων ἀπαιτοίη, στέργῃ τὰ ἐψηφισμένα καὶ αὐτὸς, ὁποῖά ποτ' ἂν ᾖ, πολυπραγμονῶν μηδὲν, ἵνα καὶ ἡ προσδοκωμένη τοῦ συγγενικοῦ πολέμου φλὸξ ἀπομαρανθῇ. ἂν δ' ἀγνωμονοίη καὶ μὴ βούλοιτο τὰ δίκαια ποιεῖν, ἀλλ' ἢ μηδαμῶς τὴν ἐξέτασιν ἀνέχοιτο ἢ τὸν καιρὸν ὑπερτιθεμένη, διακρούοιτο αὐτοὺς μετὰ τὴν εἰρημένην προθεσμίαν, τὸν θεὸν τῆς ἀδικίας καὶ αὐτὸν μάρτυρα προστησάμενος, ἃ ἂν αὐτῷ τε καὶ τοῖς συνοῦσιν 2.141 οἴοιτο λυσιτελήσειν πράττειν. πρὶν δὲ μηδὲν κινεῖν τῶν καθεστώτων, κἂν πάντ' ἄνω καὶ κάτω γινόμενα ὁρῴη. οἱ μὲν οὖν πρέσβεις οὕτω προστεταγμένοι πράττειν, ἐξῄεσαν ∆ιδυμοτείχου. ἐπεὶ δὲ εἰς Σηλυβρίαν ἧκον, οἱ ἐκ τῆς παρακοιμωμένου οἰκίας ἐντυχόντες καὶ ἵππους διαρπάσαντες καὶ τὴν ἄλλην ἀποσκευὴν, αὐτοὺς εἶχον ἐν φρουρᾷ. ἀγγελθέντων δὲ τοῖς ἐν ∆ιδυμοτείχῳ τῶν περὶ τοὺς πρέσβεις τετολμημένων, οἱ μὲν ἄλλοι πάντες ἐδυσχέραινον οὐ μετρίως καὶ οὐδ' ἀνεκτὸν ἡγοῦντο, οὕτω παρὰ φαύλων ἐπὶ μηδεμιᾷ προφάσει προπηλακίζεσθαι ἀνθρώπων. ὁ μέγας δὲ δομέστικος παρῄνει μὴ μικροψυχεῖν. οἴεσθαι μὲν γὰρ καὶ αὐτὸς οὐκ ἐπ' ἀγαθῷ τὰ τοιαῦτα τελευτήσειν, ἀλλὰ μεγάλων ἔσεσθαι πραγμάτων ὑποθέσεις. δεῖν δὲ ὅμως τοῖς παρὰ σφίσιν αὐτοῖς ἐμμένειν ἐψηφισμένοις καὶ μηδὲν νεωτερίζειν πρὶν τὴν προθεσμίαν ἥκειν. οὐ γὰρ ἀγαθὸν τοῖς παρὰ σφίσι κεκριμένοις ἐναντία πράττειν. ἂν δέ τι παρὰ δόξαν καὶ τοῖς ἡμετέροις πρέσβεσι συμβέβηκε, θαυμαστὸν οὐδέν. τῷ γὰρ πάντα τολμῶντι παρακοιμωμένῳ καὶ οἰκέταις οὐδὲ τὰ τοιαῦτα εἶναι ἀνεπιχείρητα προσῆκεν. οὐ δὴ δίκαιον, τὰ τοῖς ἄλλοις ἀνοήτως καὶ θρασέως τολμηθέντα, τῇ βασιλίδι, πρὸς ἣν ἡμεῖς τὴν πρεσβείαν πεποιήμεθα, λογίζεσθαι· ἄλλως τε εἰ μὲν ἐκείνη τὰ δέοντα ποιοῦσα, συμφερόντως βουλεύσεται περὶ τῶν ὅλων καὶ τὸν προσδοκώμενον πόλεμον διαλύσει, ὡς μηδὲν ὄντα τὰ γεγενημένα περιιδεῖν προσῆκον. ἂν δ', ὃ μὴ γένοιτο, πρὸς μεί 2.142 ζονα τὴν ἀτοπίαν ἐξαχθῶσι, τότ' ἤδη περὶ τῶν μεγίστων ἡμῖν, οὐ περὶ τοιούτων, προκείσεται σκοπεῖν· ὥστ' ἐξ ἀμφοτέρων δεῖ τῶν γεγενημένων καταφρονεῖν καὶ μὴ ὡς περί τινων ἀναγκαίων θορυβεῖσθαι.» ἐκεῖνος μὲν δὴ τοιαῦτα εἰπὼν, κατέπαυσε τὴν ταραχὴν, πάντων εὐξαμένων εἰς ἀγαθὸν, ὥσπερ εἴρηκεν αὐτὸς, ἀποβαίνειν τὰ παρόντα, καὶ μὴ ὥσπερ ἐκ τῶν πραττομένων ἀναγκάζονται στοχάζεσθαι αὐτοί. οὕτω μὲν οὖν ἐκεῖνοι κατεστέλλοντο τοῦ θορυβεῖσθαι. βασιλὶς δ' ἐπεὶ μάθοι τὰ περὶ τοὺς πρέσβεις