243
Κλάραν Πορσίναν, ανδρα μεγίστην εχοντα δύναμιν τῶν ̓Ιταλικῶν βασιλέων· καὶ ος αὐτῷ βοηθήσειν ὑπέσχετο. καὶ πρῶτον μὲν επεμψεν εἰς ̔Ρώμην κελεύων δέχεσθαι τὸν Ταρκύνιον, ὡς δὲ οὐχ ὑπήκουσαν, ἀφίκετο μετὰ βαρείας δυνάμεως. Ποπλικόλας δὲ Οὐαλέριος εἰς ἀρ2.122 χὴν τὸ δεύτερον αἱρεθεὶς καὶ μάχην συνάψας καὶ τραυματισθεὶς φοράδην τῆς μάχης ἐξεκομίσθη. ἐπικειμένου δὲ τοῦ Πορσίνα τῇ πόλει λιμὸς ηπτετο τῶν ̔Ρωμαίων. εκ τινος δὲ συμβεβηκότος η μᾶλλον ἐκ προνοίας γενομένου ὁ Πορσίνας τὸν πρὸς ̔Ρωμαίους κατέλυσε πόλεμον. ἀνὴρ γάρ τις Μούκιος Κόρδος, εἰς πᾶσαν ἀρετὴν ἀγαθός, ἐν δὲ τοῖς πολεμικοῖς αριστος, Σκαιόλας τὴν ἐπίκλησιν, ο δηλοῖ τὸν μονόχειρα η μὴ ἀρτιόχειρα, τὸν Πορσίναν ἀνελεῖν βουλευσάμενος παρῆλθεν εἰς τὸ ἐκείνου στρατόπεδον, Τυρσηνίδα φορῶν ἐσθῆτα καὶ ὁμοίᾳ κεχρημένος φωνῇ. καὶ σαφῶς μὲν τὸν Πορσίναν οὐκ εἰδώς, ἐρέσθαι δὲ δεδιώς, τὸν γραμματέα αὐτοῦ συγκαθήμενον αὐτῷ καὶ ὁμοίως εχοντα τῆς στολῆς σπασάμενος τὸ ξίφος ἀπέκτεινε, καὶ συλληφθεὶς ἀνεκρίνετο· ἐσχαρίδος δέ τινος τῷ Πορσίνᾳ μέλλοντι θύειν τότε κεκοσμημένης, ὑπερσχὼν τὴν χεῖρα καιομένης τῆς σαρκὸς εἱστήκει πρὸς τὸν Πορσίναν ἀποβλέπων ἀτρέπτῳ προσώπῳ, οθεν αὐτῷ τῆς χειρὸς φθαρείσης ἐγένετο ἡ ἐπίκλησις, μέχρι θαυμάσας ἐκεῖνος ἀφῆκεν αὐτόν. ὁ δὲ Σκαιόλας ετερον τρόπον ἐσοφίσατο τὸν ἐχθρόν, καὶ ειπε "τὸν φόβον σου, Πορσίνα, νενικηκὼς ηττημαί σου τῆς ἀρετῆς, καὶ χάριτι μηνύω α πρὸς ἀνάγκην οὐκ αν ἐξηγόρευσα. τριακόσιοι ̔Ρωμαίων τὴν αὐτὴν ἐμοὶ γνώμην εχοντες ἐν τῷ στρατοπέδῳ σου διατρίβουσιν, ων ἐγὼ προεπιχειρήσας κλήρῳ λαχὼν οὐκ αχθομαι τῇ τύχῃ, διαμαρτὼν ἀνδρὸς ἀγαθοῦ καὶ φίλου μᾶλλον η πολεμίου ̔Ρωμαίοις ειναι προσήκοντος." ἐντεῦθεν ὁ Πορσίνας πρὸς τὰς συμβάσεις ἐγένετο προθυμότερος. ̔Ο δὲ Ποπλικόλας τὸ τρίτον ὑπατεύων τότε προυκαλεῖτο συνεχῶς τὸν Ταρκύνιον ἐπὶ δίκῃ, ὡς ἐξε2.123 λέγξων κάκιστον καὶ ἐκπεπτωκότα τῆς ἀρχῆς ἐνδικώτατα, τοῦ Πορσίνου δικάζοντος. ἀποκριναμένου δὲ Ταρκυνίου μὴ αἱρεῖσθαι Πορσίναν διαιτητήν, εἰ σύμμαχος ων μεταβάλλεται, καταγνοὺς ὁ Πορσίνας τὸν πόλεμον κατελύσατο. καὶ μετὰ ταῦτα δὲ πολλάκις μὲν ἐπεχείρησαν οἱ Ταρκύνιοι τὴν βασιλείαν ἀναλαβεῖν, τοῖς ὁμοροῦσι ̔Ρωμαίοις εθνεσι συμμαχούμενοι, πάντες δὲ ἐν ταῖς μάχαις ἐφθάρησαν, πλὴν τοῦ γέροντος, ος καὶ Σούπερβος ἐκαλεῖτο· ειποι αν τις Ελλην ἀνήρ, ὑπερήφανος. κἀκεῖνος δὲ μετέπειτα εἰς Κύμην τὴν ἐν ̓Οπικίᾳ γενόμενος ἐτελεύτησεν. Ουτω μὲν ουν τοῖς Ταρκυνίοις τὰ πράγματα ἐπεράνθησαν· ἐκείνων δ' ἐξωσθέντων τῆς βασιλείας υπατοι, ὡς ειρηται, παρὰ τῶν ̔Ρωμαίων ᾑρέθησαν. ων εις ην καὶ Πόπλιος Οὐαλέριος, ος τετράκις ὑπάτευσεν, ὁ καὶ Ποπλικόλας ἐπικληθείς. ουτος ουν μόνος αρχων καὶ μὴ συνάρχοντα εἰληφὼς ̔Ρωμαίοις προσέκρουσε, λέγουσι μὴ τῆς τοῦ Βρούτου κληρονόμον ὑπατείας ειναι, τῆς δὲ τοῦ Ταρκυνίου τυραννίδος διάδοχον, ὑπὸ ῥάβδοις ὁμοῦ πάσαις καὶ πελέκεσι προϊόντα ἐξ οἰκίας τοσαύτης τὸ μέγεθος καὶ τὸ κάλλος. καὶ γὰρ πολυτελεστέραν ειχεν οἰκίαν ἐπικειμένην τῇ ἀγορᾷ. ταῦτα ὁ Ποπλικόλας μαθών, τεχνίτας πλείστους συναγαγὼν νυκτὸς κατέβαλε τὴν οἰκίαν καὶ ταύτην κατέσκαψεν, ωστε μεθ' ἡμέραν τοὺς ̔Ρωμαίους βλέποντας τὸ γενόμενον τὴν μὲν τοῦ ἀνδρὸς μεγαλοφροσύνην θαυμάζειν, αχθεσθαι δ' ὑπὲρ τῆς οἰκίας διὰ τὸ μέγεθος καὶ τὸ κάλλος. καὶ τοὺς πελέκεις δὲ τῶν ῥάβδων ἀπέλυσεν, αὐτάς τε τὰς ῥάβδους εἰς ἐκκλησίαν παριὼν ἀφῆκε τῷ δήμῳ. καὶ τὴν τῶν 2.124 χρημάτων διοίκησιν αλλοις ἀπένειμεν, ινα μὴ τούτων ἐγκρατεῖς οντες οἱ ὑπατεύοντες μέγα δύνωνται. οτε πρῶτον οἱ ταμίαι ηρξαντο γίνεσθαι· κοιαίστωρας δ' ἐκάλουν αὐτούς. οι πρῶτον μὲν τὰς θανασίμους δίκας ἐδίκαζον, οθεν καὶ τὴν προσηγορίαν ταύτην διὰ τὰς ἀνακρίσεις ἐσχήκασι καὶ διὰ τὴν τῆς ἀληθείας ἐκ τῶν ἀνακρίσεων ζήτησιν· υστερον δὲ καὶ τὴν τῶν κοινῶν χρημάτων διοίκησιν ελαχον, καὶ ταμίαι προσωνομάσθησαν. μετὰ ταῦτα δ' ἑτέροις μὲν ἐπετράπη τὰ δικαστήρια, ἐκεῖνοι δὲ τῶν χρημάτων ησαν διοικηταί. ἀπέδειξε δὲ