243
̓Ιδίωμα τῆς ἀγγελικῆς φύσεως ἐστὶ τὸ ἀπαθὲς τῆς οὐσίας. καὶ ὑμνολογικὸν ἀσίγητον. ἀπαθὲς δὲ τὸ ἀθάνατον αὐτῶν ειπον. ̓Ιδίωμα τῆς ἀγγελικῆς φύσεως παρὰ τὴν ἀνθρωπίνην τὸ ἀθάνατον, τὸ ἀόρατον, τὸ ἀνενδεὲς υλῃ, τὸ ἀσώματον ὡς πρὸς τὸ σῶμα· ατινα εἰλήφασι παρὰ τοῦ δωρησαμένου θεοῦ. ̓Ιδιώματα τῆς ἀνθρωπίνης φύσεως τὰ χωρίζοντα αὐτὴν τῶν λοιπῶν οὐσιῶν, λέγω δὲ τῶν ἀλόγων, τὸ λογικὸν, τὸ διανοητικὸν, τὸ τῆς ψυχῆς ἀΐδιον, τὸ αὐτεξούσιον, τὸ ὀρθοπεριπατητικόν. πρὸς θεὸν καὶ ἀγγέλους τὸ τῆς τροφῆς ἐνδεὲς, τὸ περίγραπτον, τὸ βαρὺ τοῦ σώματος. εἰσὶ δὲ ἰδιώματα φυσικὰ, α προεῖπον. καὶ εἰσὶν ὑποστατικὰ, οιον ἀσπρότης, σιμότης, γοργότης, νωθρότης καὶ τὰ ομοια. απερ οὐκ ἐν πᾶσιν ἀνθρώποις εὑρίσκεται. οὐ γὰρ πάντες σιμοὶ, οὐ πάντες γλαυκοὶ, διόπερ καί τινες ὑπόστασιν ειναι λέγουσι τὴν συνδρομὴν τὴν ἰδιάζουσαν τῶν χαρακτηριστικῶν ἰδιωμάτων, ων προεῖπον. τὰ δὲ φυσικὰ ἰδιώματα ἐξίσου ἐν παντὶ τῷ γένει ὁμοίως εὑρίσκονται. οιον· πάντες ανθρωποι βροτοί. ὁμοίως εἰσὶ θνητοί· λογικοί· ἀναπνευστικοί· περιπατητικοί· ὑπνωτικοί· πλατυόνυχες· γεωργητικοί· τεχνῶν τεχνῖται. ̓Ιδίωμα ἐνεργείας ἐστὶν ὁ διὰ τοῦ πλάσματος σχηματισμός. ο οὐκ ἐνεργεῖ καθαρῶς, ἀλλὰ καὶ ἐνέργημά ἐστι καὶ γνωρίζεται. ζήτει περὶ τούτου εἰς τὸ, τί ἐστιν ἐνέργεια. ̓Ιδίωμα ψυχῆς ἐστὶ τὸ ἀθάνατον· τὸ λογικόν· τὸ θελητικόν. ̓Ιδίωμα τῆς ἀνθρωπίνης φύσεως τὸ σύνθετον ἐκ ψυχῆς ἀσωμάτου καὶ σώματος ὁρωμένου· τὸ γελαστικόν. iota.1091 ( ̔Ρῆμα.) ̓Ιδίειν. ἱδροῦν, κοπιᾷν. ̓Ιδίῃσ. ἱδρώσῃς. ̓Αριστοφάνης· μή μοι σοβαρῶς χώρει, πρὶν αν ἰδίῃς. ̓Ιδίω. τὸ κοπιῶ καὶ ἱδρῶ. ἀπὸ τοῦ υδωρ γέγονεν ὑδρῶ καὶ ἱδρῶ κατὰ τροπὴν τοῦ ˉυ εἰς ˉι. ἐκ τούτου γίνεται ἱδρίω κατὰ πλεονασμὸν τοῦ ι. τὸ γὰρ ι πέφυκε πλεονάζειν ἐν τοῖς ῥήμασιν. ειτα κατὰ ἀποβολὴν τοῦ ρ ἰδίω. ̓Ιδιοπραγεῖ. τὰ ιδια πράττει, ἡσυχάζει. Ιδμεν. ἀντὶ τοῦ οιδαμεν. ἀπὸ τοῦ οιδαμεν κατὰ συγκοπὴν καὶ ἀφαίρεσιν τοῦ ˉο ιδμεν. ὁ δεύτερος ἀόριστος τοῦ ειδω ῥήματος ἐστὶν ιδον, καὶ τὸ πρῶτον τῶν πληθυντικῶν ιδομεν, καὶ κατὰ συγκοπὴν ιδμεν. ̓Ιδνωθείσ. καμφθεὶς εἰς τοὐπίσω. παρὰ τὸ ιζω ἰδνῶ, καὶ ἐξ αὐτοῦ ἰδνωθείς. Ιδῃσ. ἀντὶ τοῦ ευρῃς. ὡς· οταν ιδῃς τὰ ἀγαθὰ, ̔Ιερουσαλήμ. ̔Ιδρυμένοσ. τεθεμελιωμένος. ̔Ιδρύσαντο. ἐκάθισαν. Ιδρυται. πεπαγίωται. ̔Ιδρύω. ἀπὸ τοῦ ιζω ἱδρῶ, ἱδρύω. ̔Ιδρίω. ἱδρῶ. καὶ ἱδροῦντας καὶ ἱδρώοντας. iota.1092 Ιδοσαν. ὡς τό· ιδοσάν σε υδατα, †ὁ θεός.† ἀόριστος ἐστὶ δεύτερος καὶ γράφεται διὰ τοῦ ˉι. ̓Ιδέ. ἀντὶ τοῦ βλέψον. ειδε δὲ ἀντὶ τοῦ ἐθεάσατο, δίφθογγον. Ιδε. ἀντὶ τοῦ ἰδοῦ. ̓Ιδέ. σύνδεσμος. ο ἐστι ἀντὶ τοῦ καί. γράφεται καὶ ητα. ̓Ιδέρωσ. ὁ αμα τῷ ἰδεῖν ἐρῶν. Τὸ Ι μετὰ τοῦ Ε. ( ̓Αρσενικόν.) ̓Ιεμενεί. κύριον. ̔Ιερομύστησ. ὁ διδαχθεὶς τὰ ἱερὰ μυστήρια. ̔Ιεροφάντησ. μυσταγωγὸς θείων λογίων. ̔Ιερόσυλοσ. κλοπεὺς τῶν ἱερῶν. ̔Ιερῆασ. τοὺς ἱερεῖς. ̔Ιερεύσ. ὁ τὰς θυσίας προπέμπων τῷ θεῷ. παρὰ τὸ ιημι. η ὁ λογικὰς θυσίας ἐν καρδίᾳ ἀναφέρειν ἐπιστάμενος. ̔Ιεροβάαλ. ουτως ἐκαλεῖτο ὁ Γεδεὼν διὰ τὸ καταβαλεῖν τὸ ἱερὸν τοῦ Βάαλ. ̔Ιερομνήμονεσ. οἱ πεμπόμενος εἰς τὸ τῶν ̓Αμφυκτυόνων συνέδριον ἐξ ἑκάστης πόλεως τῶν iota.1093 τοῦ συνεδρίου μετεχουσῶν ουτω καλοῦνται. η οἱ εἰς Πυλαίαν ἐκπεμπόμενοι γραμματεῖς. παρὰ τὸ μνημονεύειν τῶν ἱερῶν. ̔Ιερολόγοσ. ὁ ψάλτης. ̔Ιερείτησ. ὁ ἱερεύς. ̔Ιεροφώνων. μεγαλοφώνων. τὸ γὰρ μέγα ἱερὸν ελεγον οἱ παλαιοί. ̓Ιεχονίασ. κύριον. ̓Ιεβοῦσ. πεπλανημένος, κατησχυμμένος. καὶ ὁ Θεολόγος· ον ̓Ιεβοῦς πρότερον οντα ̔Ιερουσαλὴμ πεποιήκαμεν. (Θηλυκόν.) ̔Ιερομηνία. ἱερὰ ἑορτὴ κατὰ μῆνα. ̔Ιερολογία. ἡ θεία ψαλμῳδία, η ἡ θεία λειτουργία. ̔Ιερήν. μεγάλην. ̔Ιεράν. ἁγίαν. ̔Ιερὰ τριήρησ. ἡ πάραλος. ̔Ιερουσαλήμ. Σαλὴμ ἐλέγετο πρότερον, ἐλθόντος δὲ Χριστοῦ ἐν αὐτῇ, ἐκλήθη ̔Ιερουσαλήμ. ἑρμηνεύεται δὲ ορασις εἰρήνης. (Οὐδέτερον.) ̔Ιερόν. ναὸς αγιος. iota.1094 ̔Ιερὸν ὀστοῦν. τὸ ακρον τῆς ὀσφύος. οτι μέγα ἐστί. τὸ μέγα ἱερὸν ελεγον οἱ παλαιοί. ̔Ιερεῖον. σφάγιον, θῦμα. ̔Ιεριχούντια τείχη, ˉι. Σεμιράμεια δὲ, δίφθογγον. ̔Ιερόντιον. ονομα πόλεως. ̔Ιερὸν ἡ συμβουλή. παροιμία ἐπὶ τῶν δεινῶν συμβουλεύειν. ̔Ιερῷ. θείῳ, η μεγάλῳ. ( ̔Ρῆμα.) ̔Ιέμενοι.