1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

243

ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.» «Τῇ χάριτί ἐστε σεσωσμένοι, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον· οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.» Εὐσεβείας ἐργάτης ἔσο. Αὕτη γάρ σε καὶ εἰς οὐρανὸν ἀνοίσει, καὶ ἀθάνατόν σου τὴν μνήμην, καὶ διαρκῆ τὴν εὔκλειαν παρὰ τοῖς ἀνθρώποις παρασκευάσει. Ἡ μὲν εἰς Θεὸν τὸν ὄντως ὄντα τιμὴ, πάντως που 96.228 καὶ αὐτοῦ τοῦ τιμῶντός ἐστι τιμή. Ἡ δὲ εἰς τὸν οὐκ ὄντα Θεὸν τιμὴ, ἐξεναντίας καὶ αὐτοῦ τοῦ τιμῶντός ἐστιν ἀτιμία. Εὐσεβείας ἐπὶ πᾶσι φροντιστέον· τὴν μητέρα φασὶ τῶν ἀρετῶν, ὀρθῶς λέγοντες. Αὕτη γάρ ἐστιν ἀρχὴ καὶ τελευτὴ πασῶν τῶν ἀρετῶν. Μνημονευτέον Θεοῦ μᾶλλον, ἢ ἀναπνευστέον. Ὁ ἀθετῶν ἀθετείτω· ὁ ἀνομῶν ἀνομείτω. Ἡμεῖς ὃ ἑωράκαμεν, καὶ κηρύσσομεν. Ἐπ' ὅρος ὑψηλὸν ἀναβησόμεθα, ἡσυχάζοντες, οὐ κηρύσσοντες. Κρείσσων ἐπαινετὸς πόλεμος εἰρήνης χωριζούσης Θεοῦ. Οἶδα ἐγὼ ἁμαρτωλοὺς ἀνθρώπους, ὅτι ἐπέθηκαν χεῖρας ἐπ' ἀῤῥώστους, καὶ ἰάσαντο αὐτούς· ἀλλὰ τοῦτο κατὰ δύο τρόπους γίνεται· οὐ μόνον δι' οὗ δίδοται, ἀλλὰ καὶ πρὸς τὸν λαμβάνοντα. Ἐὰν γὰρ μὴ πιστεύσας λαμβάνῃ οὔτε ἀπὸ δικαίου, οὔτε ἀπὸ ἁμαρτωλοῦ λαμβάνει τὴν χάριν. Ὁ γὰρ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Καὶ πάλιν ὁ Κύριος· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Σὺ πίστευε τῷ ἐρχομένῳ πρὸς σὲ ἐν ὀνόματι Κυρίου, μηδὲν διακρινόμενος, καὶ λήψει τὴν χάριν· ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν.

ΤΙΤΛ. Βʹ. -Περὶ προκοπῆς πνευματικῆς.

«Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι. Ἓν δὲ, τῶν μὲν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω, ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως.» «Οὕτως τρέχω, οὐχ ὡς ἀδήλως· οὕτως πυκτεύω, ὡς οὐκ ἀέρα δέρων· ἀλλ' ὑποπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.» «Ζηλοῦτε τὰ χαρίσματα τὰ μείζονα.» «Τὰ ἄνω ζητεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.» Μὴ φρόνει τῶν κακῶν φαίνεσθαι κρείττων, λυποῦ δὲ τῶν ἀγαθῶν ἡττώμενος. Μὴ μικροῖς σταθμοῖς ταλαντεύειν τὴν ἀρετήν. Ὁ καλῶς φροντίζων ἑαυτοῦ, φροντίζεται ὑπὸ Θεοῦ.

ΤΙΤΛ. Γʹ. -Περὶ προσκαίρων καὶ αἰωνίων· καὶ ὅτι τὰ μέγιστα πλημμελοῦσιν,

οἱ τὰ παρόντα τῶν μελλόντων προτιμῶντες. «Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν τῇ γῇ ζώντων.» «Ἐπὶ κεφαλῆς

αὐτῶν ἄνεσις, καὶ ἀγαλλίασις, καὶ εὐφροσύνη. Ἀπέδρα δὲ ὀδύνη, καὶ λύπη, καὶ στεναγμός.» «Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν 96.229 ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι' αὐτῆς· ὅτι στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.» «Ὁ καιρὸς συνεσταλμένος ἐστί· τὸ λοιπὸν, ἀδελφοὶ, καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσι, καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες· καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ. ὡς μὴ καταχρώμενοι. Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.» «Τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν, αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν· μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.» «Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἐσμέν.» «Οὐκ ἔχομεν ὧδε μένουσαν πόλιν. ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν.» «Καινοὺς οὐρανοὺς, καὶ καινὴν γῆν, καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη ἐνοικεῖ.» ∆ύο εἰσὶν ὁδοὶ ἐναντίαι ἀλλήλαις· ἡ μὲν πλατεῖα καὶ εὐρύχωρος, ἡ δὲ στενὴ καὶ τεθλιμμένη· καὶ δύο ὁδηγοὶ, ἑκάτερος πρὸς ἑαυτὸν ἐπιστρέφειν ἐπιχειρῶν. Ἔχει μὲν ἡ μία ὁδὸς τῆς πλάνης ὁδηγὸν ἀπατηλὸν δαίμονα καὶ πονηρὸν, δι' ἡδονῆς πρὸς τὴν ἀπώλειαν τοὺς ἑπομένους ἐπισυρόμενον·