15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
λόγοις οὕτω πώς φησι (οὐ γὰρ δὴ τῶν λόγων αὐτῶν μέμνημαι), ὅτι ὁ νοῦς οὐ πᾶσιν ἀνθρώποις ἐνοικίζεται, ἀλλ' οἵ γε προσαρώσαντες ἑαυτοὺς δεκτικὰς τὰς οἰκείας ψυχὰς ἐκείνου κατεσκευάκασι, καὶ ὅτι τούτοις ἐπὶ κρατῆρος ὁ θεὸς τὸν νοῦν ἔχων ἐμβάλλει, δέχου, λέγων, τὸ ἐρασμιώτατον χρῆμα, ἡ κεκαθαρ μένη ψυχή. ὁρᾷς ὅπως ἡμῖν συμβεβήκασιν ἡ κρείττων τῶν Ἑλλήνων μοῖρα περὶ τοῦ ὀνόματος διενεχθέντες; ὃ γὰρ ἡμεῖς πνεῦμα ἅγιον ὀνομάζομεν, ἐκεῖνοι νοῦν ὅλον καὶ θύραθεν νοῦν κικλήσκουσι. Καὶ οἱ μὲν Ἕλληνες οὕτως. τῶν δὲ δοξάντων τῆς ἡμετέρας εἶναι αὐλῆς οἱ μὲν περὶ Εὐνόμιον καὶ Ἀέτιον ἐνέργειαν τὸ πνεῦμα ᾠήθησαν, οἱ δὲ περὶ Ἄρειον κτίσμα, τὸ δ' ὅσ[ον] ἐξαίρετον μέρος τῆς ἐκκλησίας πεπαρρη σιασμένως θεὸν ὠνομάκασιν. Οἱ δὲ ἐπιπολαίως ταῖς γραφαῖς ὁμιλήσαν [τες], ἐπεὶ μηδέτερον τελέως κατανενοήκασι, περὶ οὐδετέρου ἐδόξασαν, μέσως μέν, ὡς ἔδοξαν, ἔχοντες τῶν τε ἠ[τι]μακότων τὸ πνεῦμα καὶ τῶν τετιμηκότων, μήτε ἀτιμάσαντες μήτε τιμήσαντες, πάνυ δὲ ἀθλίως, ὅτι πρὸς [τὸν] ἥλιον μυωπάσαντες, ἐξὸν φρυκτωρίας ἐμπίπλασθαι, τῶν αὐγῶν ἐστερήθησαν. πάλιν δὲ τ[ῶν] ὑπειληφότων τὸ πνεῦμα θεὸν οἱ μὲν ὥσπερ διανοίᾳ τοῦτο ἐγνώκασιν, οὕτω καὶ γλώττῃ ὑμνήκασιν, ὧν αὐτός εἰμί τε καὶ εἴην, ταὐτὸ τοῦτο καὶ περὶ ὑμῶν πάντων εὐχόμενος· οἱ δὲ μέχρι διανοίας, ὡς [ἔδο]ξαν, εὐσεβήσαντες πρὸς τὴν διὰ τῆς γλώτ της εὐσέβειαν ἀπενάρκησαν, ἐκ μέρους νοσοῦντε[ς καὶ] ἐκ μέρους ὑγιαίνον τες, «ἡμίξηροί» τινες ὄντες ἀτεχνῶς ἢ «ἡμίτομοι»· πρὸς οὓς τάδε ἂν ἁρ μόσοι τὰ ἐλεγεῖα, ὅτι, ὦ λῷστοι, «ἀμφότερον ἀδικεῖτε, Πλουτέα καὶ Φαέθοντα, τὸν μὲν ἔτ' εἰσορόωντες, τοῦ δ' ἀπολειπόμενοι».
107 Εἰς τὸ Σολομώντειον ῥητὸν τὸ «ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται καὶ κυκλοῖ πρὸς βορρᾶν», καὶ εἰς τὸ θεολογικὸν ῥητὸν τὸ «ὁ μὲν ἡμέτερος λόγος, ὥσπερ ἵππου καὶ βοὸς
καὶ ἀνθρώπου καὶ ἑκάστου τῶν ὑπὸ τὸ αὐτὸ εἶδος, εἷς λόγος ἐστίν»
Οὐ δύο μοι γλῶσσαι, ἵνα κατὰ ταὐτὸν τοῖς ἐρωτήσασιν ὑμῖν χαρίσωμαι· μερίζων δὲ ἣν ἔχω μίαν πρώταις καὶ δευτέραις ἐννοίαις, οὐκ οἶδα τίνι χαριοῦμαι ὑμῶν ἢ τίνα λυπήσας ἀπέλθω· οἷς γὰρ τὴν τοῦ πρώτου πεῦσιν συνεξετάσω, ὁ λοιπὸς ἀνιαθήσεται ἐν τοῖς δευτέροις ταχθείς. ἀλλ' ὁρᾶτε ὅ τι ποιήσω, καὶ ὑμῖν αἵρεσιν τῆς τάξεως δίδωμι· ὃ μὲν γὰρ ἂν ἕλωμαι τῶν ἠρωτημένων πρότερον πολυπραγμονῆσαι, οὐ βασάνῳ παραδώσω πολλῇ, τῷ δὲ δευτέρῳ ὅλον ἐμαυτὸν παραδώσω, ἵν' ὁ μὲν προτεταγμένος χαίρων ἐπὶ τῇ τάξει ἀνιῷτο ἐπὶ τῇ ἐλλείψει, ὁ δὲ δεύτερος ἀλγῶν ἐπὶ τῷ βαθμῷ εὐφραίνοιτο ἐπὶ τῷ τοῦ λόγου ὀρθῷ. ἐπεὶ οὖν τῷ ἐλλείποντι τὸ ἀντισηκοῦν ἀποδεδώκαμεν καὶ τῷ πλεονάζοντι ὅσον εἰκὸς ἐπεχαλάσαμεν, προκείσθω μὲν τὸ Σολομώντειον, ἐπαγέσθω δὲ τὸ τοῦ μεγάλου ῥητόν.
«Ἀνατέλλων» φησίν «ἐκεῖ πορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορ ρᾶν». εἰρηκὼς γὰρ ἄνω τὴν κατὰ μῆκος τοῦ ἡλίου κίνησιν, καὶ ὅπως ἀπὸ τοῦ ὡροσκοποῦντος σημείου ἀρχόμενος καὶ ἐς τὸν δυτικὸν διανύων ὁρί ζοντα καὶ μηδαμοῦ στηρίζων, ἐκεῖθεν αὖθις ὁμαλαῖς ταῖς κινήσεσι πρὸς τὴν ἀνατολὴν καταντᾷ, ἐνταῦθα περὶ τῆς κατὰ πλάτος αὐτοῦ κινήσεως διαλέγεται, ἥτις δὴ καὶ μόνη κίνησίς ἐστιν ἡλιακή. ἡ γὰρ πρώτη, περὶ ἧς πολλὰ διελέχθημεν, φορά τίς ἐστι τοῦ ἡλίου, ἀλλ' οὐχὶ κίνησις· φέρεται γάρ πως ἐν ἐκείνῃ ὑπὸ τῆς ἀπλανοῦς ὁ τοῦ ἡλίου κύκλος καὶ τὸ ἡμερήσιον ταύτῃ συνδιανύει διάστημα· ἣν δὲ ποιεῖται κίνησιν, ἐν μησὶν ὅλοις πε ριοδεύει δώδεκα, ἕκαστον τῶν ζῳδίων διερχόμενος· δώδεκα δὲ ταῦτα, ὡς μεμαθήκαμεν, κατὰ κύκλον ἀλλήλοις συντεθειμένα. Ὁ δὲ ζῳδιακὸς οὗτος κύκλος τοῖς μέν ἐστιν ὀρθὸς τῶν