243
Χοὺς δὲ τὴν Αἰθιοπίαν ἡ θεία καλεῖ Γραφὴ, Μεσρὲμ δὲ τὴν Αἴγυπτον, Ἰακὼβ δὲ καὶ Ἰσραὴλ τὸν αὐτὸν ὀνομάζει· τὸ μὲν γὰρ ἐκ τῶν πατέρων ἔλαχεν ὄνομα, τὸ δὲ ὁ Θεὸς αὐτῷ τέθεικε, τὴν γενομένην αὐτῷ θείαν ἐπιφάνειαν διὰ τῆς προσηγορίας δηλῶν. κδʹ. "Καὶ ηὔξησε τὸν λαὸν αὑτοῦ σφόδρα, καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ." Τοῦτο καὶ τῆς Ἐξόδου ἡ ἱστορία διδάσκει. Ὅσῳγάρ, φησὶν, ἐκάκουν αὐτοὺς οἱ Αἰγύπτιοι, τοσούτῳ πλείους ἐγένοντο, καὶ ἐπλήθυνεν αὐτοὺς ἡ γῆ. κεʹ. "Μετέστρεψε τὴν καρδίαν αὐτῶν, τοῦ μι σῆσαι τὸν λαὸν αὐτοῦ." Οὐκ αὐτὸς μεταβαλὼν τῶν Αἰγυπτίων τὴν γνώμην, ἀλλὰ τῷ αὐτεξουσίῳ παρα χωρῶν· καὶ τὰς μὲν ἐπιβουλὰς μὴ κωλύων, κρείτ τους δὲ τῶν ἐπιβουλευόντων τοὺς ἐπιβουλευομένους δεικνύς. "Τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ." Ποτὲ μὲν ταῖς μαίαις ἐπέταξαν οἱ Αἰγύπτιοι δια φθείρειν τῶν Ἑβραίων τὰ ἄῤῥενα, ποτὲ δὲ τῷ πο ταμῷ ταῦτα παραπέμπειν ἐκέλευσαν. Ἄλλ' ὅμως καὶ οὕτως τὸ γένος διέφυγε τοῦ θανάτου τὰ μηχα νήματα. κʹ, κζʹ. "Ἀπέστειλε Μωσῆν τὸν δοῦλον αὑ τοῦ, καὶ Ἀαρὼν ὃν ἐξελέξατο ἑαυτῷ. Ἔθετο αὐτοῖς τοὺς λόγους τῶν σημείων αὑτοῦ, καὶ τῶν 80.1717 τεράτων αὑτοῦ ἐν γῇ Χάμ." Προβαλλόμενος γὰρ αὐτοὺς τῆς τῶν ὁμοφύλων ἐλευθερίας ὑπουρ γούς τε καὶ διακόνους, τὴν τῆς θαυματουργίας αὐ τοῖς ἐνεχείρισε δύναμιν. κηʹ. "Ἐξαπέστειλε σκότος, καὶ ἐσκότασεν, ὅτι παρεπίκραναν τοὺς λόγους αὐτοῦ." Οὐκ ἀντεῖ πον γὰρ οἱ μακάριοι θεράποντες τοῖς θείοις προσ τάγμασιν, ἀλλὰ τὰ κελευόμενα ἔδρων, καὶ τὴν μα κροτάτην αὐτοῖς καὶ τριήμερον ἐπήγαγον νύκτα, μᾶλλον δὲ καὶ νυκτὸς ζοφωδέστερον σκότος. Ἡ μὲν γὰρ νὺξ, κἂν ἀσέληνος ᾖ, τῇ αἴγλῃ τῶν ἀστέρων κε ράννυται· ἐκεῖνο δὲ τὸ σκότος ψηλαφητὸν ἡ θεία καλεῖ Γραφή. κθʹ. "Μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν." Οὐ γὰρ τὴν χροιὰν τῶν ὑδάτων μόνον, ἀλλὰ καὶ αὐτὴν μετέβαλε τῆς γεύσεως τὴν ποιότητα, ὥστε ἁπάντων διαφθαρῆ ναι τῶν ἰχθύων τὰ γένη. λʹ. "Ἐξεῖρψεν ἡ γῆ αὐτῶν βατράχους, ἐν τοῖς τα μείοις τῶν βασιλέων αὐτῶν." Ἐπειδὴ γὰρ τῷ ποταμῷ τὰ βρέφη τῶν Ἑβραίων παρέδοσαν, μετ έβαλε μὲν εἰς αἷμα τοῦ ποταμοῦ τὸ ὕδωρ, τὴν ἐν αὐτῷ γεγενημένην μιαιφονίαν ἐλέγχων· βατράχους δὲ ἐκεῖθεν ἀναβλύσαι πεποίηκε, τοῖς ἀνῃρημένοις παραπλησίως βρέφεσιν ἕρποντας, καὶ ταῖς οἰκίαις ἐπεμβαίνοντας, καὶ ἄχρις αὐτῶν χωροῦντας τῶν τοῦ βασιλέως θαλάμων. λαʹ. "Εἶπε, καὶ ἦλθε κυνόμυια, καὶ σκνίπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν." Ἠκολούθει γὰρ τοῖς λε γομένοις τὰ ἔργα· καὶ παραυτίκα Θεοῦ μὲν κελεύ οντος, Μωσοῦ δὲ λέγοντος, καὶ κυνόμυια, καὶ σκνί πες ἐπλήρουν τὴν γῆν, τοὺς Αἰγυπτίους ὅρους οὐ παριόντες, οὐδὲ ἄλλοις ἀνθρώποις τὴν λύμην ἐπιφέ ροντες, ἀλλὰ τοῖς ἀντιθέοις τὴν παιδείαν ἐπάγοντες. Τοῦτο γὰρ σημαίνει τὸ, "Ἐν πᾶσι τοῖς ὁρίοις αὐ- τῶν·" ἀντὶ τοῦ, Ἔξω τῶν Αἰγυπτίων ὅρων οὐδὲν τοιοῦτον γινόμενον ἦν ἰδεῖν. λβʹ, λγʹ. "Ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν, πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν. Καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν, καὶ τὰς συκᾶς αὐτῶν, καὶ συν έτριψε πᾶν ξύλον ὁρίου αὐτῶν." Τὰ νέφη μὲν γὰρ τὰς συνήθεις ὠδῖνας ἐνήλλαξε, καὶ ἀντὶ ὄμβρων χά λαζαν ἀπεκύησε· κεραυνοὶ δὲ, καὶ πρηστῆρες, μετὰ τῆς χαλάζης ἐφέροντο, καὶ ἐναντίαι ἀλλήλαις φύσεις ὕδωρ καὶ πῦρ ἀλλήλας οὐκ ἐλυμαίνοντο. Οὔτε γὰρ τὸ πῦρ τὸ πεπηγὸς ὕδωρ τῆς χαλάζης ἐξέτηκεν, οὔτε τὸ ὕδωρ κατεσβέννυ τὴν φλόγα· ἀλλὰ τὴν φυσικὴν ἀποθέμενα μάχην, σύμφωνον Αἰγυπτίοις τὴν παι δείαν ἐπῆγον, καὶ τὴν ἐκείνων θηριωδίαν διήλεγχον· ὅτι ἄνθρωποι ὄντες οὐκ ᾐδοῦντο τὴν φύσιν, ἀλλὰ 80.1720 τοὺς ὁμοφυεῖς πικρῶς δουλεύειν ἠνάγκαζον. Τούτου δὲ χάριν, καὶ αἱ ἄμπελοι, καὶ αἱ συκαῖ αὐτῶν, καὶ τ' ἄλλα τῶν φυτῶν γένη ἄρδην ὑπ' αὐτῶν δι εφθείρετο. λδʹ, λεʹ. "Εἶπε, καὶ ἦλθεν ἀκρὶς καὶ βροῦχος, οὗ οὐκ ἦν ἀριθμός. Καὶ κατέφαγε πάντα χόρτον ἐν τῇ γῇ αὐτῶν [καὶ κατέφαγε πάντα τὸν καρπὸν τῆς γῆς αὐτῶν]." ∆ιὰ μὲν τῆς χαλάζης καὶ τοῦ πυρὸς τὰ δένδρα διέφθειρε, διὰ δὲ τῆς ἀκρίδος καὶ τοῦ βρού χου, τὰ ἕλη, τοὺς λειμῶνας τὰ λήϊα· οὐ γὰρ μό νον τὸν καρπὸν, ἀλλὰ