243
γενναίως τὴν δεινοτάτην φυλακήν, ὑπὸ Λεοντίου τοῦ ἀλάστορος κολαζόμενοι. ὢ τῆς ἀποστασίας τοῦ ἰουδαιόφρονος· εἰ θὴρ ἦν ἄγριος, τοσούτοις χρόνοις ἐκκενῶν τῇ κακώσει καὶ πίνων τὸ αἷμα ὑμῶν, ἐκορέσθη ἄν. ὁ δὲ μένει ἀκόρεστος αἱματοπότης, ἀγριούμενος ὁ δαιμονῶν, οὐ λαμβάνων αἴσθησιν ἐλέους, οὐκ οἰκτιρμὸν φιλανθρωπίας εἰς ὑμᾶς τὰ ἀρνία τοῦ Χριστοῦ, ἀλλ' ἐκθλίβων καὶ παντὶ τρόπῳ μηχανουργῶν σὺν τῷ σατὰν καταπιεῖν ὑμᾶς, ἵνα ἐγκαυχήσηται ὁ δράκων, ἵνα πτοήσῃ δι' ὑμῶν καὶ ἡμᾶς πάντας. ἀλλ' οὐδαμῶς· πιστὸς γὰρ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν. ἀναμνήσθητε τῶν ἀπ' αἰῶνος ἁγίων, ὅτι οὐδεὶς ἄνευ πειρατηρίων καὶ πολλῶν θλίψεων εὐηρέστησε τῷ θεῷ· ὁ μὲν ἐπρίσθη, ὁ δὲ ἐλιθάσθη, ἄλλος πυρίκαυστος γέγονεν, ἕτερος ἀπετυμπανίσθη. καὶ ποῦ καιρὸς ἐξαριθμεῖν τὸ περικείμενον ἡμῖν νέφος τῶν μαρτύρων; Ὧν ὄντες καὶ ὑμεῖς κοινωνοὶ καὶ σύναθλοι χαίρετε, ἀδελφοί μου, χαρᾷ ἀνεκλαλήτῳ, βασιλεύοντες κατὰ τῆς αἱρέσεως, κατὰ τῶν παθῶν. σὺ ὁ φερωνύμως καρτερόψυχός μου Καρτέριος, σὺ ὁ ἐν ὑπομονῇ δεδαψιλευμένος ἀφθονώτατα Ἀφθόνιος, σὺ ὁ εὐσθενημένος τῇ θείᾳ ἀγάπῃ ἀληθέστατα Ἀγάπιος. τὸ ζοφῶδες τῆς φρουρᾶς πρόξενον ὑμῖν τοῦ αἰωνίου καὶ ἀπροσίτου φωτός, ἡ λιμοκτόνησις τῆς τρυφῆς τοῦ παραδείσου, ἡ γυμνήτευσις τοῦ τῆς ἀθανασίας περιβολαίου, ἡ μόνωσις τῆς μετὰ θεοῦ διαγωγῆς, ἡ τῆς κόμης ἄκαρσις τῆς εὐπρεποῦς θεομορφίας, εἰς τὸ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτρίζεσθαι. οὐκ ἔνι χαρὰ ταῦτα; οὐκ ἔνι ἀγαλλίασις, πάσης ἀγαλλιάσεως ὑπεραίρουσα; τάχα ὀφείλομεν καὶ ἀνιᾶσθαι, ὅτι μὴ καὶ εἰς ξύλον ὁ ποῦς καὶ ἅλυσις περικειμένη· ὅσον γὰρ πλεονάζει τὰ παθήματα, τοσοῦτον καὶ ἡ παράκλησις τῆς δόξης τοῦ θεοῦ. Ταῦτα ἐν ὀλίγοις, εἰδὼς ὅτι οἴκοθεν ἔχετε τὴν ὑπομονήν, παρεκάλεσα ὑμᾶς, φίλτατοι· ὑμεῖς δὲ ἀντιδοίητέ μοι σὺν τῷ συνόντι Νικολάῳ, τῷ ἀδελφῷ ἡμῶν, ὃς ὑμᾶς καὶ προσαγορεύει, τὰς ἱερὰς προσευχὰς εἰς τὸ σῴζεσθαι ἡμᾶς. 403 {1Μοναζούσαισ}1 Χρέος, εἴπερ ἄλλο τι, ἐμοὶ τῷ ταπεινῷ ὑμᾶς τὰς τοῦ Κυρίου ἀδελφὰς καὶ μητέρας κατὰ τὸ ἀληθές, ὡς αὐτὸς ἔφησεν, ἡ ἀλήθεια, λόγω παρακαλεῖν καὶ παραινέσει ἀλείφειν, ὑπομενούσας διὰ Χριστὸν καὶ στέρησιν μητρὸς πνευματικῆς καὶ διάζευξιν ἀλλήλων καὶ μονῆς εὐαγοῦς ἀφαίρεσιν καί γε φυλακῆς τήρησιν, ἤδη προμαστιχθείσας ὁμολογίᾳ ἀληθείας. ἀλλά τι τοσοῦτον εἴπω, ἐπαίρων ὑμῶν τὸ ἀξιόχρεων ἐγκώμιον· μιᾶς μονῆς ὅλη ἀδελφότης τριακοντάριθμος ἐν τῷ παρόντι χρόνῳ, ὅτε ἐξετράπησαν ὁμοῦ μὲν ἄρχοντες καὶ ἀρχόμενοι, δέει θανάτου παρακρουσάμενοι τὸν τοῦ Κυρίου λόγον, ὁμοῦ δὲ μονάζοντες καὶ μονάζουσαι, εἰ καί τινες ὀλιγοστοὶ ὑπελείφθησαν, ὁμοψυχῆσαι οὕτως καὶ τὸν ὑπὲρ Χριστοῦ ἄεθλον ἀναδήσασθαι, τοῦτο τοῖς πάλαι χρόνοις παραβλητέον· τῶν Ἁγίων Τεσσαράκοντα ἡ ὁμοίωσις ἤ τισιν ἄλλοις τῶν μακαρίων ἀθλοφόρων ἐξεικονιζόμενον. ὡς μακάριαι ὑμεῖς, μία τῆς μιᾶς τῷ διαπύρῳ ζήλῳ ὑπερβάλλουσαι καὶ πᾶσαι ὁμοῦ ἀλλήλας παραθήξασαι εἰς τὸ τῆς ὁμολογίας στάδιον. ἄξιον θέαμα ἀγγελικῆς χορείας, μαρτυρικῆς ὁμηγύρεως ἐπέραστον θεῷ, ὑπὲρ οὗ καὶ τὰ παθήματα. ∆εῦρο δὴ οὖν, θυγατέρες τῆς ἄνω Ἱερουσαλήμ, κλήματα τῆς ἀληθινῆς ἀμπέλου, μαθήτριαι ἀψευδῶς τοῦ λόγου, ἀγαλλιασώμεθα θεοπρεπῶς, ἀνθομολογησώμεθα τῷ δυναμέσαντι ἡμᾶς Χριστῷ ὑποῖσαι τὰ φθάσαντα, εἶτα καὶ πρὸς τὰ μέλλοντα παρασκευασώμεθα. τί τοῦτο; κἂν αὖθις μάστιγες, κἂν δεσμά, κἂν πῦρ, κἂν ξίφος, μηδαμῶς ἀναδυῆναι, ἀλλὰ πάντα προθυμηθῆναι ἐνεγκεῖν σὺν Χριστῷ· ἰσχύσομεν γάρ. ἐπείπερ εἴρηκεν· τῷ πιστεύοντι πάντα δυνατά. ὁρᾶτε οἷα τὰ ἐγκώμια; τί λοιπὸν τὰ μέλλοντα ἀνταποδόματα, βασιλεία οὐρανῶν, χαρὰ ἀνεκλάλητος; μή τις οὖν ὑποπίπτουσα τῷ σατανᾷ, μή τις φιλόζωος, ὡς εἷς τῶν τεσσαράκοντα, ἐκ τῶν τριάκοντα. ἐκεῖνοι τῆς ἐγκρατείας τὸ ἀπεικόνισμα, ὑμεῖς τῆς Ἁγίας Τριάδος τὸ