244
εἰργασμένα, πρὸς ὀργήν τε ἐποιεῖτο καὶ ἐκέλευεν ἀποδόντας τὰ διηρπασμένα ἄγειν πρὸς αὐτήν. ἐπεὶ δὲ ἤχθησαν, πατριάρχου τε καὶ τῶν λοιπῶν συγκλητικῶν παρόντων, ἐπὶ τῆς βασιλίδος τοὺς λόγους τῆς πρεσβείας ἐποιοῦντο καὶ οὐδεὶς ἐπ' οὐδενὶ τῶν ἀξιουμένων ἐπῆγε μέμψιν, ἀλλ' ἐδόκουν πᾶσι δίκαια πρεσβεύειν. ἐδέοντό τε καὶ βασιλίδος καὶ πατριάρχου οἱ πρεσβευταὶ, μὴ μέλλειν περὶ πραγμάτων ἀναγκαίων, ἀλλὰ ταχεῖαν τὴν διόρθωσιν ποιεῖσθαι. ἡ δὲ ἦν γράμμασι τὸν μέγαν δομέστικον εἰς δικαστήριον καλεῖν. ἐτιμῶντό τε θάνατον ἑαυτοῖς, εἰ μὴ παρέσται ἅμα τῷ τὰ γράμματα λαβεῖν. οἱ μὲν οὖν ἄλλοι πάντες ἡσυχίαν ἦγον. Ἀπόκαυκος δὲ δείσας, μὴ ἡ βασιλὶς πρὸς τὴν ἀξίωσιν ὡς δικαίαν ἀπιδοῦσα, ἐπιψηφίσηται τὴν δίκην, καὶ πρὸς τῷ μηδὲν αὐτὸς ἠνυκέναι τῶν ἐσκαιωρημένων καὶ αὐτῆς σωτηρίας ἀποστερηθῇ, ἔγνω δεῖν ἰταμότητι χρή 2.143 σασθαι ἐπικαιρὸν, ὡς δι' ἐκείνης δυνησόμενος ἀνατρέψαι καὶ συγχέαι τοὺς περὶ εἰρήνης λόγους. καὶ ἀναστὰς εὐθὺς τοῦ συνεδρίου καὶ τῇ χειρὶ κατασείσας σιωπὴν, πρίν τι προειπεῖν ἢ τὴν αἰτίαν, ἐξ ἧς εἰς τοιαῦτα ὥρμητο, προσθεῖναι, πολλὰς κατὰ μεγάλου δομεστίκου ὕβρεις διεξῄει, πολέμιον κοινὸν καὶ ἄπιστον βασιλεῦσιν, ἐπίορκόν τε καὶ ψευδόμενον ὡς τὰ πολλὰ καλῶν, καὶ τελευταῖον εἰς αἰσχρὰς καὶ ἀνελευθέρους κατέληγεν ἐπιτιμίας. ἔχων δὲ περὶ αὐτὸν πολλοὺς ὁμοίως τε ὑβριστὰς καὶ πρὸς πᾶν ἀναιδείας χωρεῖν ἑτοίμως παρεσκευασμένους, ἐκέλευεν ἐρεσχελεῖν τοὺς πρέσβεις. καὶ τοῦ μοναχοῦ μὲν ἁπτόμενοι θρασέως «ὁ τοῦ Καντακουζηνοῦ πατριάρχης» ἐπεβόων «οὑτοσί,» χριστεμπαίκτην καὶ ὑποκριτὴν καὶ τοιαῦτα ἄττα δεινότερα προσαγορεύοντες. Σγουρόπουλόν τε ὁμοίως πολλὰ περιυβρίσαντες καὶ λοιδορησάμενοι, εἶτα ἀμφοτέρους, εἰς ἣν ἐξενίζοντο οἰκίαν, ἐφρούρουν ἀπροΐτους. βασιλὶς δὲ, εἴτε καὶ αὐτὴ πρὸς τὰ πεπραγμένα μηδὲν ἀγανακτοῦσα, εἴτε ἤδη καὶ ἀναστέλλειν τὰς τῶν στασιαζόντων ὁρμὰς οὐ δυναμένη, ἤνεγκε σιγῇ. οἱ δὲ τῶν πραγμάτων ἄρχοντες τῇ μεγάλου δομεστίκου μητρὶ κατὰ τὴν οἰκίαν διαγούσῃ ἅμα τῷ ἐγγόνῳ Ἀνδρονίκῳ πλείονά τε φρουρὰν ἐφίστουν καὶ ἀσφαλέστερον ἐτήρουν. ἐπεὶ δὲ ὁ πόλεμος ἐν Βυζαντίῳ ἤδη λαμπρῶς ἀνήφθη, ἐδόκει δεῖν καὶ τὰς ἄλλας πόλεις καὶ μείζους καὶ ἐλάσσους προσεταιρίζεσθαι πει 2.144 ρᾶσθαι. γράφεται δὴ πρὸς πάσας γράμματα βασιλικὰ, κελεύοντα τὸν μέγαν δομέστικον πολέμιον ἡγεῖσθαι, καὶ μηδεμίαν δέχεσθαι ἐπιδημοῦντα, ἀλλὰ παντὶ σθένει πολεμεῖν καὶ διαφθείρειν. ὡς δὲ καὶ ταῦτα ἠγγέλλετο τῷ μεγάλῳ δομεστίκῳ καί τινα τῶν γραμμάτων ἐκομίζετο εἰς ἀπόδειξιν ἐναργῆ τῶν λεγομένων, ἐθορυβεῖτο μὲν σφοδρῶς ἤδη καὶ ἐκυμαίνετο τὴν ψυχὴν καὶ αὐτὸς καὶ οἱ συνόντες. οὐδὲν μέντοι καὶ αὐτοὶ νεωτερίζειν ἐπεχείρουν, τὴν προθεσμίαν περιμένοντες, ἄτοπον ἡγούμενοι πρὸ ἐκείνης τι τολμᾷν. ἐπεὶ δὲ ἡκούσης οἵ τε πρέσβεις παρῆσαν οὐδαμοῦ καὶ οὔτε γράμμασιν, οὔτε μὴν λόγοις ἠδυνήθησαν δῆλα θέσθαι τὰ γεγενημένα ὑπὸ τοῦ φρουρεῖσθαι ἀσφαλῶς, ὅσοι τῶν συγκλητικῶν παρῆσαν ἐν ∆ιδυμοτείχῳ καὶ ἡγεμόνες τῆς στρατιᾶς ἅμα πρὸς τὸν μέγαν δομέστικον ἐλθόντες, μηκέτι μέλλειν συνεβούλευον, ὡς πάσης προφάσεως ἤδη περιῃρημένης, ἀλλὰ σκεψαμένους ἐξευρίσκειν, ὅθεν ἂν εἴη καὶ αὐτοῖς πορίζεσθαι τὴν σωτηρίαν. τῷ δ' ἐδόκουν μὲν τὰ λυσιτελοῦντα συμβουλεύειν. οὐδὲ γὰρ, βασιλίδος καὶ τῶν περὶ αὐτὴν, ἃ λυσιτελεῖν αὐτοῖς ἐνόμιζον, πραττόντων, αὐτοὺς ἀργοὺς προσήκειν ᾤετο καθῆσθαι. ἔτι γε μὴν οἰόμενος ἔσεσθαί τινα μεταβολὴν καὶ κατάλυσιν τοῦ πολέμου, παρεκάλει τοὺς συνόντας, μὴ μικροψυχεῖν, μηδ' ἀφορμὰς παρέχειν τῷ πολέμῳ. κδʹ. Ὀλίγαις δὲ ὕστερον ἡμέραις ἧκε πρὸς αὐτὸν ἐκ Βυζαντίου ἐκ τῶν τῆς βασιλίδος οἰκετῶν ὁ Τζυράκης ὠνο 2.145 μασμένος, γράμματα φέρων, ἃ ἐκέλευεν αὐτὸν ἀποσχόμενον τῶν πραγμάτων οἴκοι διατρίβειν καὶ μηδὲ τῆς ∆ιδυμοτείχου πύλης ἐξιέναι, ἄχρις ἂν αὐτὴ ψηφίσηται περὶ αὐτοῦ, ὅ,τι ἂν δοκῇ. τὴν αἰτίαν δὲ τῶν εἰρημένων οὐκ ἐν τῷ παρόντι δήλην ἔλεγε ποιήσεσθαι, ἀλλ' ὕστερον ὀλίγῳ αὐτῷ τε καὶ πᾶσιν ἂν γενέσθαι φανεράν. πρὶν δὲ τὰ γράμματα ταυτὶ γραφῆναι ἕτερα