244
ἑαυτῷ συνάρχοντα τὸν τῆς Λουκρητίας πατέρα Λουκρήτιον. ταχὺ δὲ τούτου θανόντος ᾑρέθη Μάρκος ̔Οράτιος συνάρχειν αὐτῷ τὸν ὑπόλοιπον καιρὸν τοῦ ἐνιαυτοῦ. αἱρεθεὶς δὲ καὶ αυθις υπατος ὁ Ποπλικόλας εσχε συνυπατεύοντα Τίτον Λουκρήτιον. Μετὰ δὲ ταῦτα Σαβίνων ἐμβαλόντων εἰς τὴν χώραν υπατος ἀνεδείχθη Μάρκος Οὐαλέριος ἀδελφὸς Ποπλικόλα καὶ Ποστούμιος Τούβερτος. πραττομένων δὲ τῶν πολέμων γνώμῃ καὶ παρουσίᾳ τοῦ Ποπλικόλα, δυσὶ μάχαις ὁ Μάρκος ἐνίκησεν, ων ἐν τῇ δευτέρᾳ μηδένα ̔Ρωμαίων ἀποβαλὼν τρισχιλίους ἐπὶ μυρίοις τῶν πολεμίων ἀνεῖλε. Τῷ δ' ἑξῆς ετει πάλιν ὑπάτευε Ποπλικόλας. καὶ προσεδοκᾶτο Σαβίνων τε καὶ Λατίνων ὁμονοησάντων κατὰ τῆς ̔Ρώμης προσέλασις. ην δ' ἐν Σαβίνοις ἀνὴρ Αππιος Κλαύδιος εν τε χρήμασι καὶ ῥώμῃ σώματος πρωτεύων, ἐν ἀρετῆς δὲ μάλιστα δόξῃ ἐπιφανὴς καὶ λόγου δεινότητι· ος διὰ ταῦτα φθονούμενος ἐπεβουλεύετο παρὰ τῶν ὁμογενῶν οτι συνεβούλευε καταπαύειν τὸν πόλεμον. διὸ αὐτός τε τῇ ̔Ρώμῃ προσεληλύθει καὶ πολλοὺς τῶν φίλων τε καὶ οἰκείων 2.125 συνέπεσθαί οἱ συνέπεισεν. ους ὁ Ποπλικόλας φιλοφρόνως ἐδέξατο, τῇ βουλῇ τὸν Κλαύδιον προσγραψάμενος. οθεν καὶ ἐμφρόνως πολιτευόμενος ἀνέδραμεν εἰς τὸ πρῶτον ἀξίωμα, καὶ γένος μέγα τὸ Κλαυδίων κατέλιπεν ἐπὶ πλεῖστον ἀνθῆσαν καὶ προεληλυθὸς εἰς δόξης ἀκρότητα. οἱ δὲ Σαβῖνοι καὶ τοῦτο τοῦ πολέμου ποιησάμενοι πρόφασιν στρατῷ μεγάλῳ κατὰ τῆς ̔Ρώμης ἐπήλασαν. οις τοὺς ̔Ρωμαίους ὁ Ποπλικόλας ἀντεπαγαγών, καὶ στρατηγήσας ὡς αριστα, μικροῦ πάντας ἀπώλεσε· καὶ τὸν δῆμον ἐκ τῶν λαφύρων καὶ τῶν αἰχμαλώτων ὠφέλησεν. ἀγαγὼν δ' ἐπὶ τῇ νίκῃ θρίαμβον, καὶ τοῖς μετ' αὐτὸν ὑπάτοις παραδοὺς τὴν πόλιν, εὐθὺς ἐτελεύτησε, δημοσίᾳ ταφεὶς καὶ θρηνηθεὶς ἐφ' ολον ἐνιαυτόν. Οἱ μέντοι Σαβῖνοι δι' ὀργὴν ων επαθον οὐδὲ τὸν χειμῶνα ἠρέμησαν, ἀλλὰ τὴν ̔Ρωμαΐδα χώραν κατέδραμον, καὶ τὸν Ποστούμιον ἐκάκωσαν τὸ δεύτερον ὑπατεύοντα· καὶ ειλον αν αὐτὸν πανσυδί, εἰ μὴ Μενήνιος ̓Αγρίππας ὁ συνάρχων αὐτῷ ἐπεκούρησε. προσπεσόντες δὲ αὐτοῖς πολλοὺς εφθειραν, ωστε τοὺς λοιποὺς ἀναχωρῆσαι. μετὰ δὲ ταῦτα Σπούριός τε Κάσσιος καὶ ̓Οπιτώριος Οὐεργίνιος ὑπατεύοντες τοῖς Σαβίνοις ἐσπείσαντο. Καμέριον δὲ τὸ αστυ ἑλόντες τοὺς μὲν πλείους ἀπέκτειναν, τοὺς δὲ λοιποὺς ζωγρήσαντες ἀπέδοντο, καὶ τὴν πόλιν κατέσκαψαν. Ποστούμιος δὲ Κομίνιος καὶ Τίτος Λάρκιος δούλους τινὰς ἐπὶ καταλήψει τοῦ Καπιτωλίου συνωμοσίαν θεμένους συλλαβόντες εφθειραν. Σερούιός τε Σουλπίκιος καὶ Μάρκος Τούλλιος ἑτέραν αυθις συνωμοσίαν δούλων καὶ αλλων δή τινων συστάντων αὐτοῖς προκατέλαβον, ἀγγελθεῖσαν αὐτοῖς πρός τινων τῆς ἐπιβουλῆς μετεχόντων. ους καὶ συσχόντες περι2.126 σταδὸν κατέκοψαν. τοῖς δὲ μηνυταῖς αλλα τε καὶ πολιτεία ἐδόθη. Αυθις δὲ πολέμου παρὰ Λατίνων κατὰ ̔Ρώμης κεκινημένου οὐκ ηθελον οἱ πολλοὶ τὰ οπλα λαβεῖν, ἀποκοπὴν τῶν χρεῶν ἀξιοῦντες γενέσθαι. καὶ διὰ τοῦτο καινήν τινα ἀρχὴν ἐπ' ἀμφοτέροις αὐτοῖς τότε πρῶτον οἱ δυνατοὶ κατεστήσαντο· δικτάτωρ ὁ ταύτης ἠξιωμένος ὠνόμαστο, ἠδύνατο δὲ πάντα ἐξ ισου τοῖς βασιλεῦσι. τὴν μὲν γὰρ τοῦ βασιλέως ἐπωνυμίαν διὰ τοὺς Ταρκυνίους ἐμίσησαν, τὴν δ' ἐκ τῆς μοναρχίας ὠφέλειαν θέλοντες, ὡς πολὺ ἰσχυούσης ἐς τὰς τῶν πολέμων καὶ τῶν στάσεων περιστάσεις, ἐν αλλῳ ταύτην ὀνόματι ειλοντο. ην ουν, ὡς ειρηται, ἡ δικτατωρεία κατά γε τὴν ἐξουσίαν τῇ βασιλείᾳ ἰσόρροπος, πλὴν οτι μὴ ἐφ' ιππον ἀναβῆναι ὁ δικτάτωρ ἠδύνατο, εἰ μὴ ἐκστρατεύεσθαι εμελλεν, ουτε ἐκ τῶν δημοσίων χρημάτων ἀναλῶσαί τι ἐξῆν αὐτῷ, εἰ μὴ ἐψηφίσθη· δικάζειν δὲ καὶ ἀποκτείνειν καὶ οικοι καὶ ἐν στρατείαις ἠδύνατο, καὶ οὐ τοὺς τοῦ δήμου μόνους, ἀλλὰ καὶ ἐκ τῶν ἱππέων καὶ ἐξ αὐτῆς τῆς βουλῆς. καὶ ουτ' ἐγκαλέσαι τις αὐτῷ ουτ' ἐναντίον τι διαπράξασθαι ισχυεν, οὐδὲ οἱ δήμαρχοι, ουτε δίκη ἐφέσιμος ἐγίνετο ἀπ' αὐτοῦ. οὐκ ἐπὶ πλέον δὲ τῶν εξ μηνῶν ἡ τῆς δικτατωρείας ἀρχὴ παρετείνετο, ινα μή τις αὐτῶν ἐν τοσούτῳ κράτει καὶ ἐξουσίᾳ ἀκράτῳ χρονίσας ὑπερφρονήσῃ καὶ πρὸς ερωτα μοναρχίας ἐκκυλισθῇ. οπερ ἐς