15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
κλιμάτων, τοῖς δὲ πλάγιος, ἡμῖν δὲ τοῖς βορείοις λοξός, τέμνων διχῇ τὸν ἰσημερινόν. τῶν μὲν γὰρ τροπικῶν ἑκατέρων καθ' ἓν σημεῖον ἅπτεται, τὸν δὲ ἰσημερινὸν τέμνει κατὰ διάμετρον, ἔαρος μὲν κατὰ τὸν κριόν, μετοπώρου δὲ κατὰ τὸν ζυγόν· ἕβδομον γὰρ ἑκάτερον ἀφ' ἑκατέρου ζῴδιον. τῶν δὲ λοιπῶν πλανήτων, τῶν μὲν ὑπερκειμένων τοῦ ζῳοφόρου κύκλου, τῶν δὲ τεταγμέ νων κατωτέρω, καὶ πάντων ὡς εἰπεῖν τὰ τούτου παρελαυνόντων ὅρια καὶ μὴ περιοριζομένων τῷ ἐκείνου πλάτει, μόνος ὁ ἥλιος κάτω μὲν τούτων τυγχάνων, ἀγχοῦ δὲ τεταγμένος, οὐδὲ πρὸς βραχὺ παρεγκλίνει τοῦ πλά τους· δεκασταδιαῖον δὲ τοῦτο τιθέασιν οἱ τὰς παρόδους ἀκριβωσάμενοι καὶ τὰ πλάτη τῶν κύκλων καταλαβόντες. Ἀλλ' ἐπειδὰν πρὸς θάτερον τῶν περάτων ἐξαπλώσῃ τὴν κίνησιν, αὖθις ἐκεῖθεν κατὰ σημεῖον ἡμῖν ἀνθυποστρέφει. ἀπωτέρω οὖν ἡμῶν γινόμενος μετὰ τὴν πέμπτην καὶ ἡμίσειαν τοῦ καρκίνου μοῖραν πρὸς νότον κάτεισιν· αὖθις δὲ ἐν τῷ ζυγῷ ταπεινούμενος καὶ γιγνόμενος νοτιώτατος, ἐκεῖθεν πρὸς ἡμᾶς ἄνεισι. κατὰ γοῦν τὰς διπλᾶς αὐτοῦ κινήσεις, ὧν τὴν ἑτέραν ὁ λόγος φορὰν ὠνόμασε, τῇ μὲν ὑπόγειος γίνεται, τῇ δὲ λοξὸς καὶ παρεγκεκλιμένος. οἱ γοῦν τῷ ἡλίῳ τὸ μὲν διδόντες, τὸ δ' ἄλλο μὴ ἐπιμαρτυροῦντες ἀμαθέστατόν μοι διαταττόμενοι φαίνονται· οἱ δ' ἀμφότερα κατὰ τοὺς οἰκείους λόγους προσιέμενοι τῆς ἀκριβείας οὐ διημαρτήκασιν. οὐ γὰρ ἐπειδὴ κατὰ τὴν οἰκείαν λόξωσιν τόν τε βορρᾶν ἄνεισι καὶ πρὸς νότον κάτεισιν, ἤδη που τῆς ὑπογείου πορείας ἐστέρηται, οὐδ' ἐπειδὴ ὑπόγειος γίνεται, παρὰ τοῦτο τὸ τοῦ ζῳοφόρου πλάτος οὐ περιοδεύει, ἀλλ' ἑκάστην κινούμενος τῶν κινήσεων, ἐν ᾧ ταύτην κινεῖται, οὐδὲ τῆς ἑτέρας ἐστέρηται, ἀλλὰ διὰ μὲν τὴν τοῦ παντὸς συμπεριφορὰν μεσημβρινὸς ἐφ' ἡμέρας γίνε ται καὶ ὑπόγειος, διὰ δὲ τὴν οἰκείαν λόξωσιν βόρειός τε καὶ νότιος. τοῦτο γοῦν αὐτὸ καὶ ὁ Σολομῶν ὑπαινιττόμενος φαίνεται· «κυκλῶν» γάρ φησιν «αὐτὸς ἐκεῖ πορεύεται πρὸς νότον, καὶ κυκλοῖ πρὸς βορρᾶν». τὸ γὰρ ἐπίρ ρημα τοῦ «ἐκεῖ» τοῦτό μοι ἐμφαίνειν δοκεῖ, ὅτι καὶ τὴν κατὰ μῆκος κινού μενος κίνησιν, ἣν ἀνωτέρω ὁ λόγος ἐδήλωσεν, οὐδὲ τὸ πρὸς νότον κατιέναι καὶ αὖθις ἐκεῖθεν πρὸς βορρᾶν ἀνιέναι ἐστέρηται, ἀλλὰ κἀκεῖσε πορεύεται κἀνταῦθα κεκίνηται. Καὶ «ὁ τῆς δικαιοσύνης» δὲ «ἥλιος» οὐδὲν ἧττον ἁπανταχοῦ τῆς ἡμετέρας φύσεως γίνεται, νῦν μὲν εἰς τὸν καθ' ἡμᾶς βορρᾶν ἀνιών, νῦν δὲ πρὸς νότον μετακλινόμενος. ἀλλὰ βόρειον μὲν ἡμῖν μέρος πρὸς ὕψος ἠρμένον καὶ πολλαῖς μοίραις τῆς γῆς μετεωριζόμενον ὁ κοσμῶν νοῦς τὴν ψυχήν· νότιον δὲ ἡ μετέχουσα τοῦ νοῦ ψυχή, ὑποβεβηκυῖα μὲν ἐκεῖνον καὶ κάτω ποι τεταγμένη, οὐδ' αὐτὴ δὲ ἀμοιροῦσα τοῦ θείου φωτός. ἢ βορρᾶς μὲν ἡμῖν τὸ σύμπαν νοητόν, ὅσον τε ἐν νῷ καὶ ὅσον ἐν τῇ ψυχῇ, νότος δὲ τὸ συμπεριειλημμένον τῇ ὕλῃ σῶμα, μᾶλλον δὲ τὸ ταύτην συμπεριλαβόν. ἔμελλε γὰρ ἡ καθ' ἡμᾶς ὕλη ὅσον ἐπὶ τῇ οἰκείᾳ φύσει ἀμέτοχος εἶναι καλοῦ, ἀλλ' ὁ πορευόμενος πρὸς νότον καὶ κυκλῶν πρὸς βορρᾶν οὐδὲ ταύτην ἀποστερεῖ τῶν οἰκείων μαρμαρυγῶν, οὐ μόνον οἷς ἐπιτηδείαν ἐργάζεται πρὸς εἴδους καταδοχήν, οὐδ' ὅτι ὁμοῦ τε ὑπέστησε καὶ πρὸς τὴν κοσμο ποιίαν ἐχρήσατο, ἀλλ' ὅτι καὶ τὰ πολλὰ τῶν πρακτικῶν ἀρετῶν διὰ ταύ της κατορθοῦσθαι εἴωθεν, εἴπερ αἱ μὲν δέονται σώματος, τὸ δὲ ὕλης οὐκ ἄτερ.
Εἶτα πῶς οὐκ ἐσκότωνται οἱ μὴ τὸν τοῦ πατρὸς λόγον κυρίως θεὸν ὀνομάζοντες, δι' οὗ καὶ τὸ θεοῦσθαι τοῖς θεουμένοις ἐστίν, ἀλλὰ τὴν μὲν γέννησιν ἀπαρνούμενοι, ἵνα μὴ πάθος εἰσαγάγωσι, τὴν δὲ κτίσιν αὐτοὶ ἀναπλάττοντες, ἵν' ὁμόδουλον ἡμῖν τὸν δημιουργὸν ποιήσωσιν; εἰσὶ δὲ οἳ προσίενται μὲν τὴν γέννησιν, ὥσπερ δὴ καὶ τὴν ἀγεννησίαν, οὐσίας δὲ ταύτας ἀντιδιῃρημένας φασίν, ὥσπερ τὸ σῶμα καὶ τὸ ἀσώματον, καὶ θεὸν μὲν ἑκατέραν τῶν οὐσιῶν λέγουσιν, ἀκυρίαν δὲ καὶ ὁμωνυμίαν προσ άπτουσι τοῖς μόνοις κυρίοις καὶ ὑπὲρ πᾶσαν λογικὴν μέθοδον. Πρὸς οὓς ὁ μέγας πατὴρ ἀπαντῶν