244
καὶ τὸν χόρτον αὐτῶν κατ ηνάλωσεν. λʹ. "Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν τῇ γῇ αὐτῶν, ἀπαρχὴν παντὸς πόνου αὐτῶν." Ταύ την Αἰγυπτίοις ἐπήγαγε τελευταίαν πληγήν· μεθ' ἢν ἐξελθεῖν τοὺς Ἰουδαίους κατέπειξεν· ἅπασα ἡ οἰκία θρήνων καὶ ὀλοφύρσεων ἐπέπληστο, τῶν πρωτοτόκων ἁπάντων ἀθρόαν τελευτὴν δεξαμένων. Κατὰ γὰρ τῶν ποθεινοτέρων ἐπήγαγε τὴν πληγὴν, πικροτέραις βάλλων ἀκῖσι τοὺς ἀναλγήτως περὶ τὰς προτέρας διατεθέντας πληγάς. λζʹ. "Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυ σίῳ." Ἐπειδὴ γὰρ οὐδὲ τὰ οἰκεῖα λαβεῖν οἱ Αἰ γύπτιοι τοῖς Ἑβραίοις ἐπέτρεπον, πρὸς τοῖς οἰκείοις ἔλαβον καὶ τῶν Αἰγυπτίων τὸν πλοῦτον, οἷόν τινα μισθὸν τῆς χαλεπῆς δουλείας κομισάμενοι τὸν χρυσὸν καὶ τὸν ἄργυρον· οὐ γὰρ ἀδίκως τοῦτο γε νέσθαι προσέταξεν ὁ Θεὸς, ἀλλὰ καὶ τοὺς ἀδικοῦν τας παιδεύων, καὶ τοὺς ἀδικηθέντας ψυχαγωγῶν. "Καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν." Τῶν γὰρ τοῖς Αἰγυπτίοις ἐπαγομένων πληγῶν οὐκ ἐλάμβανον πεῖραν. ληʹ. "Εὐφράνθη Αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν, ὅτι ἔπεσεν ὁ φόβος αὐτῶν ἐπ' αὐτούς." Οὕτω δὲ ταῖς παντοδαπαῖς ἐξεδειματώθησαν τι μωρίαις, ὡς καὶ εὐεργεσίαν οἰκείαν νομίσαι τὴν τῶν Ἑβραίων ἐλευθερίαν. λθʹ. "∆ιεπέτασε νεφέλην εἰς σκέπην αὐτῶν, καὶ πῦρ τοῦ φωτίσαι αὐτοὺς τὴν νύκτα." Ἡ γὰρ αὐ τὴ νεφέλη σκηνὴ μὲν αὐτοῖς μεθ' ἡμέραν ἐγένετο, καὶ τῆς ἀκτῖνος ἐκώλυε τὸ λυποῦν· νύκτωρ δὲ πυ ροειδὴς αὐτοῖς γινομένη, τοῦ φωτὸς αὐτοῖς ἐχο ρήγει τὴν χρείαν. μʹ. "Ἤτησαν, καὶ ἦλθεν ὀρτυγομήτρα, καὶ ἄρ τον οὐρανοῦ ἐνέπλησεν αὐτούς." Ἐπειδὴ γὰρ καὶ κρεῶν ὠρέχθησαν, παρέσχεν αὐτοῖς καὶ θήραν ὀρνίθων αὐτόματον, καὶ δεηθεῖσιν ἄρτων ἄνωθεν ἐχορήγησε τούτους, διὰ τῶν νεφελῶν οὐχ ὑετὸν, ἀλλ' αὐτὴν δωρησάμενος τὴν τροφήν. μαʹ. "∆ιέῤῥηξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί." Ἐθερά 80.1721 πευσε δὲ αὐτῶν καὶ τὸ δίψος ταῖς παραδόξοις ὠδῖσι τῆς πέτρας. Ἐν ἀνύδρῳ γὰρ γῇ, καὶ νοτίδος ἐστε ρημένῃ, ποταμοὺς ἀναβλῦσαι προσέταξε· ποταμοὺς δὲ καλεῖ τῶν ἀναδοθέντων ἐκ τῆς πέτρας ὑδάτων τοὺς ὀχετούς. μβʹ, μγʹ. "Ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὑ τοῦ, τοῦ πρὸς Ἀβραὰμ τὸν δοῦλον αὑτοῦ. Καὶ ἐξ ήγαγε τὸν λαὸν αὑτοῦ ἐν ἀγαλλιάσει, καὶ τοὺς ἐκλε κτοὺς αὑτοῦ ἐν εὐφροσύνῃ." Τούτων δὲ πάντων αὐ τοῖς μετέδωκε, τὰς πρὸς τὸν Ἀβραὰμ γεγενημένας ὑπ' αὐτοῦ ἐπαγγελίας πληρῶν. μδʹ. "Καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν, καὶ πό νους λαῶν κατεκληρονόμησαν." Οὐ γὰρ μόνον τῆς Αἰγυπτίων ἠλευθέρωσε δουλείας, ἀλλὰ καὶ τῶν Χανα ναίων αὐτοῖς ἐδωρήσατο γῆν, καὶ τῶν ἀλλοτρίων πόνων δεσπότας ἀπέφηνε· καὶ ἐκείνους κολάσας ἐν δίκως, καὶ τὰς οἰκείας ἐμπεδώσας ἐπαγγελίας. Ὅτι δὲ οὐκ ἀδίκως ἐξέβαλε τοὺς πρώην τὴν Παλαιστίνην οἰκοῦντας, διδάσκει μὲν καὶ δι' ὧν Ἰουδαίοις ἐνομο θέτησε, φεύγειν κελεύσας τῆς ἐκείνων πολιτείας τὴν μίμησιν. ∆ιδάσκει δὲ καὶ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας ποιούμενος, τί δήποτε μὴ εὐθὺς αὐτῷ δίδωσι τῆς γῆς ἐκείνης τὴν δεσποτείαν, ἀλλὰ παροι κεῖν ἐπὶ πλεῖστον ἐᾷ. "Οὔπω γὰρ, φησὶν, ἀναπε πλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν·" ἀντὶ τοῦ, Οὐδέπω πανωλεθρίας τετολμήκασιν ἄξια· καὶ οὐ δίκαιον αὐτοῖς τὴν τιμωρίαν ἐπαγα γεῖν, οὐδὲ τῇ προγνώσει τῆς μείζονος ἁμαρτίας τῆς τιμωρίας τὴν ψῆφον ἐξενεγκεῖν, ἀλλὰ ἀναμεῖναι τῶν πραγμάτων τὸ τέλος. Μέτρῳ γὰρ χρῶμαι, καὶ σταθ μῷ πρυτανεύω, καὶ οὐδὲν ἀστάθμητον παρ' ἐμοί. ∆ιὰ τοῦτο τετρακοσίων ἐτῶν ἀναμένω περίοδον. Οὕτω κἀκείνους ἐξέβαλε, καὶ τούτοις ἐπαγγελίας ἀπ έδωκεν. μεʹ. "Ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα αὐτοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν." ∆έδωκε δὲ αὐτοῖς, φησὶν, ἣν ἐπηγγείλατο γῆν, νόμον αὐτοῖς δεδωκὼς, καὶ κατὰ τοῦτον βιοτεύειν κελεύσας.
ΕΡΜΗΝ. ΤΟΥ ΡΕʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ἐν μὲν τῷ ρʹ καὶ δʹ ψαλμῷ τὰς θείας ὁ προφητικὸς λόγος
διεξῆλθεν εὐεργεσίας· ἐν τούτῳ δὲ καὶ τῶν εὐεργεσιῶν μέμνηται, καὶ τὰς τῶν