244
ὑποτύπωμα, τριαδικῶς δεκατούμενον. Τοιαύτη ἡ οὐδαμινὴ ἡμῶν παράκλησις· ὑμεῖς δὲ ἀντιδοίητέ μοι τὰς προσευχάς, ὦ μητέρες τρισόλβιοι, εἰς σωτηρίας ἐφόδιον. 404 {1Κανονικαῖσ}1 Καὶ ἀπὸ τῶν προλαβόντων ἱκανὴν ἀπόδειξιν τῆς εὐσεβοῦς ὑμῶν πρὸς τὴν ταπείνωσιν ἡμῶν διαθέσεως εἰλήφαμεν, νῦν δὲ καὶ μάλα, ὡς ἐκστῆναι ἡμᾶς τῷ ὄντι, διαβλέποντας τὰς δωρεὰς ὑμῶν ὁπόσαι καὶ ἡλίκαι, ἔπειτα καὶ ἐκδιδαχθέντες παρὰ τοῦ γραμματηφόρου, αὐτοψεὶ ὑπειληφότος ὅση ἡ φειδὼ καὶ ἡ φροντὶς περίεστιν ὑμῖν ἐλεεῖν, οἰκτείρειν, τρέφειν, ποτίζειν, ἐνδιδύσκειν, εἴ τι ἄλλο ἐπιτήδειον ζωῆς εἰς τὴν εὐτέλειαν ἡμῶν ἐπειγομέναις ποιεῖν καὶ ἐκζητούσαις μαθεῖν εἰς τὸ τελεῖν. ἆρα οὖν οὐκ εἰκότως εὐχαριστεῖν με ἔστιν ἐν τούτοις τῷ θεῷ, μητέρας εὑρηκότα καὶ ἀδελφὰς πνευματικάς; ἆρα οὐκ ὀφειλομένως πρέπον μοι ὕμνους ὑμῖν ἀναθεῖναι, ἐκζητούσαις θεὸν ὁλοκαρδίως; Χαίρετε, μητέρες καὶ θυγατέρες ἐν Κυρίῳ, χαίρετε, φιλεργάτιδες τῶν εὐαγγελικῶν προσταγμάτων, χαίρετε, κρίνα τοῦ ἀγροῦ τοῦ νοητοῦ, ἐν μέσῳ ἀκανθῶν ἐνειμέναι κατὰ τόπον, κατὰ δὲ τρόπον τῆς αἱρετικῆς ἀκανθώσεως πορρωτέρω θέουσαι· χαίρετε, ἡ καλὴ ξυνωρίς, ἐν ἀλλήλαις ἐχόμεναι καὶ δι' ἀλλήλων πρὸς θεὸν συνδεσμούμεναι. ἡλίκη ὑμῶν ἡ κατὰ θεὸν ὁμόνοια, ἡ ἀγαπητικὴ σύνδεσις, ἡ μοναδικὴ βίωσις. χαῖρε, ἡ κυρία τῆς κυρίας, ἡ μήτηρ τῆς μητρός, ἡ καθηγουμένη τῆς καθηγουμένης, ὁμοῦ μὲν ἄρχουσα, ὁμοῦ δὲ καὶ ἀρχομένη· ὡς καλή σου ἡ ἐργασία καὶ τὸ ἐπιτήδευμα, ἵνα καὶ τὸν ἐξ ὑποταγῆς μισθὸν ἐρανίζῃ καὶ τῇ προεστώσῃ ἀσφάλεια ὑπάρχῃς. χαῖρε, ἡ καθηγουμένη καὶ ὑποτασσομένη, τὸ μὲν τῶν πολλῶν, τὸ δὲ τῇ μιᾷ· μακαρία σου ἡ σύνεσις, κυβερνῶσα καὶ κυβερνωμένη καὶ εἰς λιμένα σωτηρίας ἀπευθυνομένη. Βραχέα τὰ ἐγκώμια, ἀλλ' ἐξ ὀλίγων τὰ πολλὰ συνεξακούεται. ἀνταποδῴη ὑμῖν Κύριος τὸν ὑπὲρ ἡμῶν μισθόν, τὸν ὑπὲρ τοῦ οἰκονόμου, τὸν ὑπὲρ οὑτινοσοῦν ἄλλου εὖ πανθάνοντος. φυλάξατε ἔτι ἑαυτάς, παρακαλῶ, τῆς ψυχοφθόρου αἱρέσεως, ἧς ἡ κοινωνία ἀλλοτρίωσις Χριστοῦ. τὴν πολιτείαν ὁμοῦ φαιδροτέραν ἀπεργάζοισθε, τὴν χρυσῆν σειρὰν καὶ τοῖς πολλοῖς ἄπλοκον, ἵνα ἐξ ἀμφοτέρων κοσμούμεναι λαμπραῖς ταῖς λαμπάσιν εἰς τὸν νυμφῶνα Κυρίου καταντήσοιτε, τῶν αἰωνίων ἀγαθῶν ἀπολαύουσαι. 405 {1Ναυκρατίῳ τέκνῳ}1 Τοιούτου πιστοῦ γραμματηφόρου ἐπιτετύχηκας, δι' οὗ οἰκονομίαν ἡγησάμην εἶναι τοῦ ἀγαθοῦ θεοῦ ἡμῶν κἀγὼ ὁ ταπεινὸς ἐπιστεῖλαί σοι, ἱερὸν τέκνον. αὐτὸ μὲν οὖν τὸ μαθεῖν ἡμᾶς ὅτι ὑγιαίνεις σὺν πᾶσι τοῖς ὁμολογηταῖς καὶ ἀδελφοῖς σου, πόσης οὐκ ἂν εἶεν ἡμῖν τοῖς ἁμαρτωλοῖς χαρᾶς, σοῦ μάλιστα τοῦ κορυφαιοτάτου εὐσταθοῦντος καὶ συμπεριφερομένου τῷ λόγῳ τῆς ἀγάπης καὶ φροντίδος πρὸς ἅπαντας θεοπρεπῶς; ἔπειτα, ὅτι τε καὶ ὁ ἀδελφὸς Ἀδριανὸς ἀποσέσωσται μέχρι τῶν αὐτόθι, ἀνείθημεν τῆς μερίμνης, εὐχαριστήσαντες τῷ Κυρίῳ, εἰ καὶ ὅτι εἰσαεὶ διὰ τὸν ἀδελφὸν Ἐπιφάνιον, καθὰ προεδήλωσας, ἐμμέριμνοί ἐσμεν καὶ ἐμπαράσκευοι πρὸς πειρασμόν, ὑπονοούμενοι τὰ ὑφορμῶντα κατὰ τὸ εἰκός. ὅπῃ δὲ τῷ θεῷ φίλον ἐχέτω ταῦτα καὶ ἀγέσθω· τοῖς ἀγαπῶσι θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν, ὥς φησιν ὁ ἱερὸς λόγος. τοιούτους ἡμᾶς, ἀδελφέ, προσεύχου γενέσθαι, κἂν μακράν ἐσμεν ἀπὸ θεοῦ ταῖς ἁμαρτίαις· καὶ οὐ φοβηθησόμεθα τί ποιήσειεν ἡμῖν ἄνθρωπος. οὐδὲν οὖν τοιοῦτον, οἷον ᾖσας ἡμῖν, καταστέφων τοῖς ἐπαίνοις, ὑπέστημεν· εἰ δὲ καί τι δεξιόν, ἀλλὰ καὶ τοῦτο δι' ὑμᾶς καὶ ὑφ' ὑμῶν ταῖς εὐχαῖς δυναμωθέντες καὶ ἀξιωθέντες. εἴη καὶ πρὸς τὸ ἑξῆς τὸ ἔλεος τοῦ Κυρίου ἐφ' ἡμᾶς τοὺς ἀναξίους. Ἥσθην ὅτι συμπεριηνέχθης τῇ πατρικίᾳ ἐν Κυρίῳ, καὶ τοῦτο δι' ἡμᾶς· καὶ γὰρ κἀκείνη αὐτὸ τοῦτό μοι δεδήλωκε καὶ προσετέθη μᾶλλον ἀγαθοποιεῖν. δι' ἡμᾶς ζῇς, ἀδελφέ, ἀλλὰ καὶ ἡμεῖς δι' ὑμᾶς. μὴ θαύμαζε ὅτι κορυβαντιῶσιν οἱ χριστοδιῶκται μηδ' ὅτι ἀνέχεται Χριστός· δεῖ πᾶντα τελεσθῆναι, ἵνα καὶ οἱ δόκιμοι φανερώτεροι ἐκλάμψωσι καὶ οἱ ἀνομοῦντες τέλεον ἀποτίσωσιν ὧν εἰργάσαντο τὴν ἀντιμισθίαν. Ἀπέσταλκά σοι βιβλιδάκιον καὶ τετράδας δεκατέσσαρας, ἐφ' οἷς εἰσι