245
ἐγράφοντο, τοῦ παρακοιμωμένου ὑπαγορεύοντος, πικρίας μεστὰ καὶ ὕβρεως καὶ εἰρωνείας, ἃ ἐκώλυσεν ἡ βασιλὶς πεμφθῆναι, μόλις πείσασα τοὺς ἄγοντας. ἐπεὶ δὲ ἀνεγινώσκετο ἐπ' ἐκκλησίας, οἱ μὲν ἄλλοι πάντες τὴν τῶν γεγραμμένων ἀτοπίαν ἐκπεπληγμένοι, ἅπτεσθαι ἤδη παρῄνουν τοῦ πολέμου καὶ μὴ διεφθορόσιν ἀνθρώποις τὸν καιρὸν προΐεσθαι, καθ' ὃν ἐξέσται διασώζειν ἑαυτούς. ὁ μέγας δὲ δομέστικος ὁρῶν ἤδη τὰ πράγματα εἰς ἀκμὴν ἥκοντα κινδύνου καὶ μηκέτι διαμέλλειν καὶ αὐτὸς οἰόμενος, ἐτράπετο ἤδη πρὸς τὸ βουλεύεσθαι καθ' ὅ,τι χρηστέον ἂν εἴη τοῖς πράγμασι καὶ αὐτούς. καὶ πρῶτος αὐτὸς εἰς τὴν βουλὴν καταστάντων, ἔλεξε τοιάδε. «ἄνδρες συστρατιῶται, τὰ μὲν παρόντα πράγματα εἰς ὅσον δυσκολίας καὶ ταραχῆς νῦν τε ἥκουσι καὶ ἔτι μᾶλλον μέλλουσιν ἐπιδιδόναι, ὁμοίως ἔξεστι πᾶσι στοχάζεσθαι ἡμῖν. ἐγὼ δ' εἰ μὲν ἢ νῦν ἐξ ἀλλοδαπῆς ἐλθὼν ἢ διατρίβων παρ' ὑμῖν, τῶν πολλῶν οὐδὲν ἄμεινον διακείμενος ἠγνοούμην, εἶχεν ἄν τινα λόγον ἴσως, ὁποῖος τὸν τρόπον καὶ 2.146 τὸ ἦθος, ἐφ' ὑμῶν διεξιέναι. ἐπεὶ δ' ἐκ πρώτης ἡλικίας ἄχρι νῦν οὐ παρ' ὑμῖν ἐπολιτευόμην μόνον, ἀλλὰ καὶ τὴν Ῥωμαίων ἀρχὴν διῴκουν μετὰ βασιλέα, ἐξ ὅτουπερ ἐκεῖνος κατέστη πρὸς αὐτὴν, ὑφ' ἧς ἐμοῦ πᾶσιν ἢ βελτίονος ἢ χείρονος πειρᾶσθαι παρέχεσθαι ἠναγκαζόμην, οὐχ ἧττον ἄν μοι συνειδείητε καὶ αὐτοὶ τὸν τρόπον, ἢ αὐτὸς ἐμαυτῷ. ὅθεν οὐδὲ τοῦ προτέρου βίου πλείονα ποιήσομαι τὸν λόγον, ὀρθῶς καὶ δικαίως πεπολιτευμένον παρ' ὑμῖν ἐμαυτὸν ἀποδεικνὺς, πάντα σαφῶς τὰ ἡμέτερα εἰδόσιν. ἕως μὲν οὖν περιῆν ὁ βασιλεὺς, ἐκεῖνός τε ἐμοὶ πολλὴν ἐν τοῖς πράγμασι παρείχετο τὴν ῥοπὴν καὶ πάντα οὐχ ἧττον ἢ ἑαυτῷ καὶ τὰ μέγιστα ἐπέτρεπε διοικεῖν. ἐγώ τε τὴν ἴσην εὔνοιαν παρειχόμην καὶ σπουδὴν, ὅσα προσῆκε τὸν φιλούμενον ποιεῖν, οὐδὲν ἐλλείπων. ἐπεὶ δ', οὕτω δόξαν τῷ τὰ τῇδε πάντα διοικοῦντι, ἐξ ἀνθρώπων ἐγένετο ἐκεῖνος, ἐγὼ μὲν οὐδὲν ἕτερον ἐλογιζόμην προσήκειν ἐμαυτῷ, ἢ τῆς εἰς ἐκεῖνον εὐνοίας δεῖγμα σαφέστατον τὴν εἰς τοὺς παῖδας πρόνοιαν καὶ βασιλίδα τὴν ἐκείνου γαμετὴν ἐξενεγκεῖν. καὶ διετέλεσά γε μετὰ τὴν ἐκείνου τελευτὴν ἄχρι νῦν οὐδὲν τῶν δεόντων παραλείπων, ἀλλὰ καὶ σώματος καὶ χρημάτων ἀφειδῶν καὶ πάντα πράττων καὶ μηχανώμενος ἐπὶ τῷ συνδιασώζειν ἐκείνοις τὴν ἀρχήν. οὐ μὴν οὐδ' ἄχρι νῦν μὲν ὀρθῶς καὶ δικαίως ἐπολιτευόμην, ὕστερον 2.147 δὲ ὑπὸ τῶν πραγμάτων φυσηθεὶς, ἔμελλον τὴν Ῥωμαίων ἀρχὴν ἐμαυτῷ περιποιεῖν, εἰς βασιλέως σχῆμα τὸ παρὸν μεταβαλών. περὶ μὲν γὰρ τοῦ παρεληλυθότος αὐτὰ τὰ πράγματα συμμαρτυρήσειεν ἂν ἐμοὶ, ἐπὶ δὲ τῶν ἐσομένων οὐ θεὸν μόνον τῶν βεβουλευμένων συνίστορα παρέχομαι, ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν παρελθόντων τῶν μελλόντων ἔξεστιν ἀπόδειξιν ποιεῖσθαι ἐναργῆ. εἰ γὰρ τοιούτων, οἵων φασὶν οἱ συκοφάνται, ἐπεθύμουν, τί ἐκώλυεν, ἡνίκα, βασιλέως τελευτῶντος, τοὺς ἐκείνου παῖδας ἔχων, ἐποιούμην τὰ βασίλεια ὑπὸ φρουρᾷ καὶ μετὰ τρίτην ἡμέραν καὶ βασιλίδος ἀφιγμένης, πάντα χρήματα ἦσαν ἐπ' ἐμοὶ, ὥσθ' ὅ,τι χρῆσθαι ἠβουλόμην, ἐκείνους μὲν ἀποκτιννύναι, αὐτὸν δὲ τὴν βασιλείαν ἄνευ πόνων ἔχειν καὶ ἱδρώτων, οὐδενὸς ἔτι λειπομένου τοῦ τολμήσοντος ἀνθίστασθαι ἐμοί; ἐγὼ δὲ οὐ μόνον τοιοῦτον οὐδὲν ὤφθην διανοηθεὶς, ἀλλὰ καὶ εἰς ἐνάτην ἡμέραν ἐκ τῆς βασιλέως τελευτῆς ἐν ἀσφαλείᾳ πάσῃ καταστήσας, τήν τε φρουρὰν ἀπήγαγον ἐκεῖθεν καὶ αὐτὸς οἴκοι καταστὰς, τῶν πραγμάτων, ὥσπερ καὶ πρότερον, εἰχόμην, οὐδὲν καινοτομῶν, οὐδὲ πρὸς τὸ λυσιτελοῦν ἐμοὶ τὰ πράγματα οἰκονομῶν, ἐξ ὧν ἄν τις ᾠήθη δικαίως, εἰς ἐμαυτὸν μετάγειν πειρᾶσθαι τὴν ἀρχήν. ἐπιτρόποις τε γὰρ ἐχρησάμην τῶν ἐπαρχιῶν καὶ τῶν πόλεων, οἳ καὶ πρότερον ἦσαν βασιλέως τελευτῶντος, καὶ τὴν στρατιὰν, οὖχ ὅπως εὐνοήσουσιν ἐμοὶ, ἀλλ' ὅπως μάλιστα τῷ κοι 2.148 νῷ χρήσιμοι ἔσονται, πάντα ἐπραγματευόμην. οὐ μὴν ἀλλὰ καὶ τοῖς περιοίκοις τῶν βαρβάρων σπονδὰς τιθέμενος, οὐκ ἔσθ' ὅστις ἂν ἐξελέγξειεν, ὡς πρὸ τοῦ κοινῇ λυσιτελοῦντος τῶν ἰδίᾳ τι εἱλόμην ἐμοὶ διαφερόντων. ἀλλὰ τοῖς μὲν ἐσπενδόμην λυσιτελούντως τῷ κοινῷ,