245
υστερον καὶ ὁ Καῖσαρ ̓Ιούλιος επαθεν, ἐπεὶ παρὰ τὰ νενομισμένα τῆς δικτατωρείας ἠξίωτο. Τότε μὲν ουν δικτάτωρος γενομένου Λαρκίου οὐ2.127 δὲν ὁ δῆμος ἐνεωτέρισεν, ἀλλὰ καὶ ἐν τοῖς οπλοις ἐγένοντο. τῶν δὲ Λατίνων ἡσυχίαν ἀγόντων ἐπὶ συνθήκαις, οἱ δανεισταὶ τοὺς ὀφειλέτας μετεχειρίζοντο βιαιότερον, καὶ ὁ δῆμος αυθις ἐστασίαζε διὰ τοῦτο, ωστε καὶ εἰς τὸ συνέδριον συνδραμεῖν· καὶ πάντες αν ὑπὸ τῶν εἰσπεσόντων ἐν αὐτῷ διεφθάρησαν, εἰ μή τινες τοὺς Οὐολούσκους εἰς τὴν χώραν ἐμβαλεῖν ηδη κατήγγειλαν. πρὸς δὲ τὴν τοιαύτην ἀγγελίαν ὁ δῆμος ἠρέμησεν, οὐχὶ φεισάμενος τῆς βουλῆς, ἀλλ' ὡς ὑπὸ τῶν πολεμίων οσον ουπω φθαρησομένης. διὸ ουτε τοῦ τείχους εθεντο φυλακὴν ουτε τινὰ παρεῖχον βοήθειαν, μέχρις ὁ Σερουίλιος τούς τε ἐξ ὑπερημερίας κρατουμένους ἀφῆκε, καὶ αδειαν τῶν εἰσπράξεων καθ' οσον στρατεύοιντο ἐψηφίσατο, καὶ κουφίσαι τὰ χρέα ὑπέσχετο. τότε μὲν ουν διὰ ταῦτα τοῖς πολεμίοις ἐπεξελθόντες ἐνίκησαν· μήτε δὲ τῶν χρεῶν κουφισθέντες μήτ' αλλου μηδενὸς τυχόντες ἐπιεικοῦς, καὶ πάλιν ἐθορύβουν τε καὶ ὠργίζοντο, καὶ κατὰ τῆς βουλῆς καὶ τῶν στρατηγῶν ἐστασίαζον. Πολέμου δὲ αυθις ἐπενεχθέντος οἱ μὲν στρατηγοὶ χρεῶν ἀποκοπὰς ἐψηφίζοντο, ἠναντιώθησαν δ' ετεροι· διὸ καὶ δικτάτωρ ἐρρήθη Οὐαλέριος Μάρκος, ἐκ τῆς Ποπλικόλα συγγενείας γενόμενος καὶ τῷ πλήθει φιλούμενος· ενθεν τοι τοσοῦτοι καὶ ουτω προθύμως, ἐπεὶ αὐτοῖς καὶ αθλα ὑπέσχετο, συνελέγησαν, ὡς καὶ τῶν Σαβίνων κρατῆσαι καὶ τῶν συμμαχούντων αὐτοῖς Οὐολούσκων καὶ Αἰκουῶν. ἐπὶ τούτοις αλλας τε τῷ Οὐαλερίῳ ὁ δῆμος τιμὰς ἐψηφίσατο καὶ Μάξιμον ἐπωνόμασεν· ἐξελληνιζόμενον δὲ μέγιστον 2.128 σημαίνει τὸ ονομα. ὁ δὲ θέλων τῷ δήμῳ χαρίσασθαι πολλὰ διειλέχθη τῇ γερουσίᾳ, ἀλλ' οὐκ εσχε ταύτην πειθήνιον. διὸ σὺν ὀργῇ ἐκπηδήσας τοῦ συνεδρίου, δημηγορήσας τε πρὸς τὸν δῆμον πολλὰ κατὰ τῆς βουλῆς τὴν ἡγεμονίαν ἀπείπατο. καὶ ὁ δῆμος ετι μᾶλλον εἰς στάσιν ἠρέθιστο. οἱ γὰρ δανεισταί, τῆς περὶ τὰ συμβόλαια ἀκριβείας ἐχόμενοι καὶ μή τι τοῖς οφλουσιν ἐνδιδόντες, τοῦ ἀκριβοῦς τε διήμαρτον καὶ πολλῶν ἑτέρων ἀπέτυχον. ἡ γὰρ πενία καὶ ἡ ἐκ ταύτης ἀπόνοια κακόν ἐστι βίαιον, εἰ δὲ καὶ τὸ πλῆθος προσλάβοι, καὶ δυσμαχώτατον. πλείστων γοῦν δεινῶν τοῖς ̔Ρωμαίοις αἰτία ἡ τότε τῶν δυνατωτέρων πρὸς τοὺς ὑποδεεστέρους ἀκρίβεια γέγονεν. ὡς γὰρ ταῖς στρατείαις τε τὸ στρατιωτικὸν ἐπιέζετο καὶ πολλὰ πολλάκις ἐλπίσαν σαφῶς ἐξηπάτητο, καὶ παρὰ τῶν δανειστῶν οἱ ὀφειλέται ὑβρίζοντο καὶ ᾐκίζοντο, ἐς τοσοῦτον ὀργῆς ἐξεκαύθησαν ὡς καὶ τὴν πόλιν τῶν ἀπόρων πολλοὺς ἐκλιπεῖν καὶ ἐκ τοῦ στρατοπέδου ἀναχωρῆσαι καὶ ἐκ τῆς χώρας ὡς πολεμίους τὰς τροφὰς ἐρανίζεσθαι. Ουτω δὲ τούτων συνενεχθέντων, ἐπεὶ πολλοὶ πρὸς τοὺς ἀποστάντας συνέρρεον, δείσαντες οἱ βουλευταὶ μὴ ἐπὶ πλέον ουτοί τε ἐκπολεμωθῶσι καὶ τῇ στάσει συνεπίθωνται οἱ περίοικοι, διεκηρυκεύσαντο πρὸς αὐτούς, οσα πρὸς βουλῆς ησαν αὐτοῖς ποιεῖν ὑπισχνούμενοι. ὡς δὲ μάλιστα ἐθρασύνοντο καὶ οὐδένα λόγον ἐδέχοντο, εις τῶν πρέσβεων ̓Αγρίππας Μενήνιος μύθου τινὸς σφᾶς ἀκοῦσαι ἠξίωσε· καὶ τυχὼν ειπε στασιάσαι πρὸς τὴν γαστέρα τὰ μέλη 2.129 πάντα τοῦ σώματος, καὶ φάναι τοὺς ὀφθαλμοὺς ὡς ἡμεῖς τάς τε χεῖρας ἐνεργοὺς εἰς εργα καὶ τοὺς πόδας πρὸς πορείαν τιθέαμεν, τὴν γλῶσσαν δὲ καὶ τὰ χείλη οτι δι' ἡμῶν τὰ τῆς καρδίας βουλεύματα διαγγέλλονται, τὰ ωτα δ' αυ ὡς δι' ἡμῶν οἱ ἑτέρων λόγοι τῷ νοῒ παραπέμπονται, τὰς δὲ χεῖρας οτι ἐργάτιδες ουσαι ἡμεῖς περιποιούμεθα πορισμούς, τοὺς πόδας δ' αυθις οτι απαν ἡμεῖς τὸ σῶμα φέροντες κοπιῶμεν κἀν ταῖς πορείαις κἀν ταῖς ἐργασίαις καὶ ἐν ταῖς στάσεσιν· ἡμῶν δ' ἐνεργούντων ουτω σὺ μόνη ἀσυντελὴς ουσα καὶ ἀεργὸς ὑπὸ πάντων ἡμῶν ὡς δέσποινά τις ὑπηρετῇ καὶ τῶν ἐκ καμάτου πάντων ἡμῶν πορισμῶν ἀπολαύεις αὐτή. ἡ δὲ γαστὴρ συνέθετο καὶ αὐτὴ ουτω ταῦτ' εχειν, καὶ εἰ δοκεῖ, εφησεν, ἀχορήγητόν με ἐάσατε, μηδέν μοι προσφέροντες. εδοξε ταῦτα, καὶ μή τι τοῦ λοιποῦ χορηγεῖσθαι τῇ γαστρὶ κοινῶς ἐψηφίσθη τοῖς μέλεσι.