245
ὀδύνης ὑπερφρονήσειεν, ὑπὲρ ἡδονῆς ἀπεράντου; τίς οὐκ ἂν ταῖς τῶν πειρασμῶν ἐπικυβιστεύσειε τρικυμίαις, ἵνα πρὸς τὸ ἀλῄστευτον τῶν οὐρανῶν ἐμπόριον παραγένηται; καὶ γὰρ οἱ πόνοι πανταχοῦ τῶν ἀγαθῶν χορηγοί. Ψευδεῖς τῶν ἀνοήτων αἱ δόξαι· ψευδεῖς τῶν κακοδόξων αἱ ὑπολήψεις, πλούτῳ, καὶ ἐλευθερίᾳ, καὶ δυνάμει τὸ ἐν τῷ βίῳ μακάριον προσνεμόντων· ἀγνοούντων, ὅτι καὶ δουλείαν ἔστιν ἰδεῖν ἐλευθερίας ἁπάσης ὑψηλοτέραν, καὶ ἀσθένειαν ἁπάσης δυνάμεως στεῤῥοτέραν, καὶ πτωχείαν καταμαθεῖν, πλούτου πολυτελεστέραν παντός.
ΤΙΤΛ. ∆ʹ. -Περὶ προνοίας Θεοῦ· καὶ ὅτι προνοεῖ ἡμῶν ὁ Θεός.
«Εἶπεν Σιών· Ἐγκατέλιπέ με Κύριος, καὶ ὁ Θεὸς ἐπελάθετό μου. Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδὸς αὐτῆς; ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνὴ, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου, λέγει Κύριος.» «Παρακαλέσω πάντα τὰ ἔρημα Σιὼν, καὶ θήσω αὐτὰ ὡς τὸν παράδεισον τῆς τρυφῆς.» «Τάδε λέγει Κύριος· Τὸ ἀπολωλὸς ζητήσω, καὶ τὸ πλανώμενον ἐπιστρέψω· καὶ τὸ συντετριμμένον καταδήσω, καὶ τὸ ἐκλεῖπον ἐνισχύσω, καὶ τὸ ἰσχυρὸν φυλάξω, καὶ βοσκήσω αὐτὸ μετὰ κρίματος.» «Ἀγαπᾷς τὰ ὄντα πάντα, καὶ οὐδὲν βδελύσσῃ ὧν ἐποίησας· οὐδὲ γὰρ ἂν μισῶν τι κατεσκεύασας. Πῶς δὲ διέμεινεν ἄν τι, εἰ μὴ σὺ ἠθέλησας; ἢ μὴ κληθὲν ὑπὸ σοῦ, πῶς διεφυλάχθη; Φείδῃ δὲ πάντων ὅσα ἐστὶν, ∆έσποτα φιλόψυχε. Τὸ γὰρ ἅγιόν σου Πνεῦμά ἐστιν ἐν πᾶσιν.» «Μικρὸν καὶ μέγαν ὁ Θεὸς ἐποίησεν· ὁμοίως δὲ προνοεῖται περὶ πάντων.» «Τὴν μὲν ὁλκάδα πρὸς ὄρεξιν πορισμῶν ἐποίησαν ἄνθρωποι· τεχνίτης δὲ σοφίᾳ κατεσκεύασεν· ἡ δὲ σὴ, Πάτερ, διακυβερνᾷ πρόνοια, ὅτι καὶ ἐν θαλάσσῃ ἔδωκας ὁδὸν, καὶ ἐν κύμασι τρίβον ἀσφαλῆ· δεικνὺς ὅτι δύνασαι ἐκ πάντων σώζειν, κἂν ἄνευ τέχνης τις ἐπιβῇ· θέλεις δὲ μὴ ἀργὰ εἶναι τὰ τῆς σοφίας ἔργα· διὰ τοῦτο καὶ ἐν ἐλαχίστῳ ξύλῳ πιστεύουσιν ἄνθρωποι ψυχὰς, καὶ διελθόντες κλύδωνα σχεδίᾳ διεσώθησαν.» Πᾶν ὅπερ εἰς ἡμᾶς ἀγαθὸν φθάσει ἐκ θείας δυνάμεως, τῆς πάντα ἐνεργούσης χάριτος ἐνέργειαν εἶναί φαμεν. Ἴδιον καὶ πρεπῶδες ὡς ἀληθῶς τῷ Θεῷ τὸ ἱλάσκεσθαι, τὸ ἐλεεῖν, τὸ τὰ ἔργα σώζειν ἑαυτοῦ, κἂν εἰς κίνδυνον διαφθορᾶς καταφέρηται. Παρ' αὐτοῦ γὰρ, φησὶν, ὁ ἱλασμός ἐστιν. Πάντα μὲν ἀθρόως ἐκ Θεοῦ προνοίας εἶναί τε καὶ διοικεῖσθαι, οἱ τῆς ἀληθοῦς εὐσεβείας σοφοὶ διαγο 96.236 ρεύουσιν. Εἰ δὲ δὴ κατ' εἶδος ἕκαστα ἰδίως τῶν γινομένων, τὰ μὲν ἕξει, τὰ δὲ φύσει, τὰ δὲ ὁρμῇ καὶ φαντασίᾳ, τὰ δὲ λογισμῷ, καὶ οἰκείᾳ κρίσει τε καὶ προαιρέσει κινούμενα, ἕτερα δὲ λογισμῷ γεγόνασιν, ποικίλην καὶ πολύτροπον τὴν τοῦ παντὸς συνεστήσαντο διακόσμησιν, ἑκάστῳ γένει τῶν ὄντων, ἰδίαν καὶ ἀφωρισμένην τινὰ φύσεως κατασκευὴν τοῦ τῶν ὅλων αἰτίου διανείμαντος. Ὅπερ ἐν ταῖς συγγενείαις πρὸς τέκνα γονεῖς, τοῦτο βασιλεὺς μὲν πρὸς πόλιν, πρὸς δὲ κόσμον ὁ Θεός. Οὐκ οἶδάς σοι τὰ συμφέροντα, ἄνθρωπε· πολλάκις αἰτεῖς ἐπιβλαβῆ καὶ σφαλερά· ἀλλ' ἐκεῖνος ὁ μᾶλλον κηδόμενός σου τῆς σωτηρίας, οὐ τῇ αἰτήσει σου προσέχει, ἀλλὰ πρὸ τῆς αἰτήσεως τὸ συμφέρον σου πανταχοῦ ἐπισκοπεῖ. Εἰ γὰρ οἱ πατέρες οἱ σαρκικοὶ οὐ πάντα αἰτοῦσι τοῖς παισὶ διδόασιν, οὐκ ἐπειδὴ καταφρονοῦσι τῶν αἰτούντων, ἀλλ' ἐπειδὴ αὐτῶν μᾶλλον κήδονται, πολλῷ μᾶλλον ὁ Θεὸς, ὁ καὶ μᾶλλον φιλῶν, καὶ πλέον ἁπάντων εἰδὼς τὸ συμφέρον ἡμῶν, ποιεῖ. Πάντων λογικῶν ἐπιστάμενος τὸ κρυπτὸν ὁ ∆ημιουργὸς, προνοεῖται τῶν ὅλων, οὐ μόνον ἐξ ὧν διάκεινται καὶ πράττουσιν, ἀλλὰ καὶ ἐξ ὧν προγινώσκει ἄγων εἰς βελτίωσιν. Ἀγαθότητι συστήσας τὰ πάντα ὁ Θεὸς, προνοεῖ τῶν ὅλων· οὐκ εἰς τὸ κατ' ἀξίαν τῶν προνοουμένων ἀφορῶν, ἀλλ' εἰς τὸ αὐτοῦ ἐλεητικὸν καὶ τῶν ἀγαθῶν παρεκτικόν.
ΤΙΤΛ. Εʹ. -Περὶ προσπαθείας καὶ μερίμνης· καὶ ὅτι χρὴ ἀπροσπαθῶς
διακεῖσθαι περὶ τὰ πράγματα.