15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
«ὁ μὲν οὖν ἡμέτερος» φησί «λόγος ὥσπερ ἵππου καὶ βοὸς καὶ ἀνθρώπου καὶ ἑκάστου τῶν ὑπὸ τὸ αὐτὸ εἶδος εἷς λόγος ἐστί· καὶ ὃ μὲν ἂν μετέχῃ τοῦ λόγου, τοῦτο καὶ κυρίως λέγεσθαι, ὃ δ' ἂν μὴ μετέχῃ, τοῦτο μὴ λέγεσθαι ἢ μὴ κυρίως λέγεσθαι. οὕτω δὴ καὶ θεοῦ μίαν οὐσίαν εἶναι καὶ φύσιν καὶ κλῆσιν, κἂν ἐπινοίαις τισὶ διαιρουμέ ναις συνδιαιρεῖται καὶ τὰ ὀνόματα· καὶ ὃ μὲν ἂν κυρίως λέγηται, τοῦτο καὶ εἶναι θεόν, ὃ δ' ἂν ᾖ κατὰ φύσιν, τοῦτο καὶ ἀληθῶς ὀνομάζεσθαι, εἴπερ μὴ ἐν ὀνόμασιν, ἀλλ' ἐν πράγμασίν ἐστιν ἡμῖν ἡ ἀλήθεια. οἱ δέ, ὥσπερ δεδοικότες μὴ πάντα κινεῖν κατὰ τῆς ἀληθείας, θεὸν μὲν εἶναι τὸν υἱὸν ὁμολογοῦσιν, ὅταν βιασθῶσι τῷ λόγῳ καὶ ταῖς μαρτυρίαις, ὁμώνυμον δὲ καὶ μόνης κοινωνοῦντα τῆς κλήσεως.» Ἡ μὲν οὖν θεολογικὴ περίοδος αὕτη, κατὰ κύκλον μὲν περιοδευθεῖσα, πολλαῖς δὲ καταμερισθεῖσα ἐννοίαις, καὶ οἷά τινι ἁπλώσει καὶ περιπτύξει χειρός, τῇ ἐμπεριβόλῳ φράσει καὶ τῷ ἀπῃωρημένῳ τῆς εὐκρινείας καὶ τῷ τῶν συνδέσμων οἷον εἰπεῖν χάσματι ἔνδον ἑαυτῆς πάντα συγκατακλεί σασα. νοῦς δὲ τῆς περιόδου ταύτης τοιοῦτος. οὐκ ἀποδέχεται ὁ πατὴρ τοὺς ὁμολογοῦντας μὲν θεὸν τὸν υἱόν, ἑτεροούσιον δὲ τῷ πατρί, καὶ ἐπι πλήττει σφοδρῶς, τοῦτο μὲν ὡς ἀμαθέσι, τοῦτο δὲ ὡς κακεντρεχέσι τοῖς καθ' ἡμῶν ὑποδείγμασι. φησὶ γὰρ ὡς ἔστι τις καὶ παρ' ἡμῖν οὐσία εἶδος ὀνομαζομένη, ἀνθρώπειον δὲ τοῦτο ἢ ἵππειον ἢ βόειον, ἢ ἄλλο τι τοιουτό τροπον ὑπὲρ ταῦτα ἢ παρὰ ταῦτα· ὑφ' ἕκαστον δὲ τῶν εἰδῶν ἄτομα πολλὰ διηρίθμηνται, ἄνθρωποι, ἵπποι, βόες, κατὰ τὰ παραδείγματα τῶν εἰδῶν, ὁρισμὸς δὲ πᾶσι τοῖς ὑπὸ τὸ εἶδος ἀτόμοις εἷς.
Ὅσα μὲν οὖν τοῦ κοινοῦ μετέχει ὁρισμοῦ, ταῦτα καὶ κυρίως λέγεται· ὅσα δὲ ὀνομάζεται μὲν ὡς καὶ τὰ λοιπὰ ἄτομα, ἄμοιρα δὲ τοῦ λόγου ἐστί, ταῦτα οὐ κυρίως εἰσίν· ὃ δὲ μὴ κύριον, τοῦτο ἄκυρον. τὸ δὲ ἄκυρον βούλο μαι μὲν εἰπεῖν κατὰ τὸν Νυσσαέα Γρηγόριον καὶ ἀνύπαρκτον, ἵνα δὲ μὴ περιττὸς δόξω, τῷ γε κυρίῳ πάντως ἀνόμοιον. Σωκράτης μὲν καὶ Πλάτων καὶ Ἀριστοτέλης, καὶ ἁπαξαπλῶς τὰ ὑπὸ τὸ εἶδος ἄτομα, κυρίως ἄνθρωποι, ὅτι τοῦ κατὰ εἶδος λόγου κοινῶς καὶ ἀμερίστως συμμετεσχή κασιν, ἕκαστον γὰρ τούτων ζῷόν τε τυγχάνει καὶ λογικὸν καὶ θνητὸν καὶ ἐπιστήμης καὶ νοῦ δεκτικόν· τὸ δὲ παρὰ τοῦ ἀνδριαντοποιοῦ εἰκονισμένον πρός τινα τῶν ἀνθρώπων ὁμοίωμα ἢ τὸ παρὰ τοῦ ζωγράφου χρωματι σθὲν ἄνθρωπον μὲν ἄν τις ὀνομάσειεν, ὅτι τῷ σχήματι τὸ εἶδος μεμίμη ται, οὐ κυρίως δέ, ἀλλ' ὁμωνύμως. διὰ τί; ὅτι μὴ τοῦ ὁρισμοῦ μετέσχηκε τοῦ κατὰ τὸ εἶδος· οὐ γάρ ἐστι τὸ ἀνδρείκελον ζῷον λογικὸν θνητόν. Ὥσπερ οὖν ἡμῖν τοῖς κατὰ μέρος ἀνθρώποις καὶ αὖθις τοῖς κατὰ μέρος ἀγγέλοις μία τις εἰδικὴ οὐσία συμπέφυκεν, οὕτω δὴ καὶ ἐπὶ τῶν τριῶν ὑποστάσεων, πατρός φημι καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, μία τις οὐσία καὶ φύσις ἐστὶ θεότητος καὶ κλῆσις. καὶ ὅπερ ἐπὶ τῶν πραγμάτων καὶ τῆς ἀληθείας ὁ Ἀριστοτέλης φησίν, ὅτι ἀντιστρέφει τὸ ὂν πρὸς τὴν ἀλήθειαν (εἴτε γὰρ κάθηται Σωκράτης, ἀληθεύει ὁ φάσκων καθῆσθαι Σωκράτην, εἴτε ἐκεῖνος ἀληθεύει, ὁ Σωκράτης κάθηται), τοῦτο καὶ ἐν ταῦθά φησιν ὁ πατήρ, ὅτι «ὃ μὲν ἂν κυρίως λέγηται, τοῦτο καὶ εἶναι θεόν, ὃ δ' ἂν ᾖ κατὰ φύσιν, τοῦτο καὶ ἀληθῶς ὀνομάζεσθαι», τουτέστιν ἡ μὲν κυριολογία τοῦ ὀνόματος τὴν ἀλήθειαν εἰσάγει τοῦ πράγματος, τὸ δὲ κατὰ φύσιν ὄν, τοῦτο τοῦ ὀνόματος τὴν ἀλήθειαν δείκνυσιν, «εἴπερ» φησί «μὴ ἐν ὀνόμασιν, ἀλλ' ἐν πράγμασίν ἐστιν ἡμῖν ἡ ἀλήθεια». οὐ γὰρ περὶ τὰ ὀνόματα πραγματευόμεθα, ἀλλ' ἀπὸ τῶν ὀνομάτων περὶ τὰ πράγματα, οὐδὲ πᾶσαν τὴν θεὸς φωνὴν ἐπὶ τῆς πρώτης τάττομεν φύσεως· οὐκ ἂν γὰρ φθάνοιμεν καὶ ἱερέας θεοποιοῦντες καὶ «ἄρχοντας τοῦ λαοῦ» καὶ τοὺς διαβεβηκότας ἐν θεωρίαις καὶ τοὺς «ἀπὸ γῆς ἀναβαίνοντας» κατὰ τὴν τῆς ἐγγαστριμύθου φωνήν. ἀλλὰ δεῖ σκοπεῖν τὸ λεγόμενον, καὶ εἰ μὲν κατὰ φύσιν ᾖ πρὸς τὴν πρώτην οὐσίαν, τοῦτο καὶ κυρίως λέγειν