245
λόγοι καὶ βίοι τῶν ἀδελφῶν ἐμμέτροις στίχοις· ἅπερ ἀναγνοὺς αὐτός τε καί τινες τῶν πιστῶν ἀδελφῶν ἀσφαλῶς κατάκρυψον. οὐδὲν οὖν ποιῶ, ἀδελφέ, ἄξιον λόγου· ἀλλ' ἐπειδὴ εὐκαιρῶ καὶ ἐπειδὴ νύσσομαι ὡς ὑπὸ τοῦ ἁγίου μου πατρός, ἀκούων τε πάλιν τοῦ θείου Παύλου λέγοντος τῷ ἁγίῳ Τιμοθέῳ, μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὡς ἀνάξιος μετὰ φόβου καὶ τρόμου ποιῶ ἃ ποιῶ. Τὸν ἀδελφὸν Ἀθανάσιον σὺν τῷ παροικονόμῳ ἄσπασαι. εἰ καὶ ἔγραψα ὡς ὅτι εἰσῆλθεν ὁ ἀδελφὸς Ἀδριανός, ἀγνοῶν εἶπον, ὕστερον μαθὼν ὅτι οὔπω ἔφθασεν ἡνίκα ἐπέστειλας. ὁ ἀδελφὸς Νικόλαος πλεῖστά σε προσαγορεύει, αἰδούμενος τοὺς λόγους σου. ὁ Κύριος μετὰ τοῦ πνεύματός σου, ἀδελφόπατερ. 406 {1Κατήχησισ}1 Πρώην ὑμῖν ἐξ Ἀνατολικῶν ἀναγινωσκόμενος νῦν ἀπὸ Θρᾳκησίων ἐπιφαίνομαι· ἐν γὰρ τῇ Σμύρνῃ μεθωρίσαντο ἡμᾶς οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου καὶ μᾶλλον τῆς προτέρας φυλακῆς ἀσφαλέστερόν τε καὶ πειραστικώτερον. ἀλλ' ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται οὐδ' ὁ πόθος ἠρεμεῖ οὐδ' ἡ ἐντολὴ παρασιωπᾷ· διὰ τοῦτο πάλιν ὁ ταπεινὸς φθέγγομαι. Χαίρετε ἐν Κυρίῳ, πατέρες καὶ ἀδελφοί, χαίρετε, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, χαίρετε, οἱ ἐν ὄρεσι καὶ σπηλαίοις ἐνδιαιτώμενοι, ἀλλὰ μὴν καὶ οἱ ἐν πόλεσι καὶ ἐρημικωτέροις τόποις κρυπταζόμενοι· εἰ γὰρ πάντοτε δεῖν ἡμᾶς χαίρειν ἐπιτέτραπται παρὰ τῷ ἀποστόλῳ, πόσῳ γε μᾶλλον ἄρτι, ὁπότε ὑπὲρ Χριστοῦ ἐστι τὰ παθήματα τοῦ ἐγγραφομένου τῷ πίνακι, τοῦ ἐμφαινομένου ἐν τῇ οἰκείᾳ εἰκόνι, τοῦ τιμωμένου δι' αὐτῆς; μὴ γὰρ ἐμὰ τὰ ῥήματα τοῦ οἰκτροῦ; ∆ιονυσίου τοῦ πανσόφου καὶ Βασιλείου τοῦ Μεγάλου. καὶ οὔπω καιρὸς τῶν ἄλλων θεοφόρων τὰς χρήσεις ἐπεισάγειν ἐν τῷδε τῷ γράμματι. ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ· Μωὰβ ἠθέτησεν, ἡ Βυζαντὶς δῆλον ὅτι τὸν εὐαγγελικὸν ζυγὸν ἀπεσείσατο, ὡς δάμαλις παροιστρῶσα ἠφηνίασεν. ὁδούς σου εἰδέναι οὐ βούλομαι, πραγματικῶς τε καὶ λογικῶς ἀπεφθέγξατο. κορυβαντιᾷ, μαίνεται, αἱμοποτεῖ ὡς λέαινα, ὡσεὶ ἀσπὶς βυοῖ τὰς ἀκοάς, ἐλεγχομένη ἀποτινάσσεται. ἧκεν αὐτῇ φωνὴ ὑπομνηστικὴ ὡς ἀπ' οὐρανοῦ, ἐκ τοῦ κορυφαιοτάτου, ἐκ τοῦ Ῥωμαϊκοῦ θρόνου, "4τί πέπραχας;"5 βοῶσα· "4Χριστὸν ἤρνησαι, Χριστοῦ τὴν εἰκόνα ἀθετοῦσα, τῆς Θεοτόκου, τῶν πάντων ἁγίων. ἄνοιξον εὐήκοον οὖς, ἐνώτισαι λόγους εὐαγγελικούς, ἀποστολικούς, προφητικούς, πατρικούς"5. καὶ οὐ προσήκατο, οὐκ ἐδέξατο, ἀλλὰ διαρρήξασα ἑαυτὴν τοῦ πεντακορύφου σώματος τῆς ἐκκλησίας (ἐπειδὴ ἔτι ζῇ καὶ Νικηφόρος ὁ ἱερὸς) τραχηλιᾷ κατὰ θεοῦ παντοκράτορος, ἐνυβρίζουσα Χριστόν, πατοῦσα τὰ ἅγια. Τοιαῦτα τὰ παρ' αὐτῆς, ὦ τριπόθητοι· καὶ μεθ' ἡμῶν ὁ θεός, ἀνατολή, δύσις, βορρά, θάλασσα. ἐν τούτοις ἡ χαρά· εἰ δὲ καὶ θρῆνος διὰ τοὺς ἀπολλυμένους, δεῦρο δὴ στῆτέ μοι γενναῖοι, εὐχάριστοι, ἁρπάζοντες τὰ ὑπὲρ Χριστοῦ παθήματα ὡς θησαυρίσματα. οἴ, οἷος ὁ καιρὸς ἀγαθὸς πρὸς τοὺς ἀγωνιζομένους, ἡδύπνους, μυρίζων τὰ ἀθλοφορήματα ὑπὲρ πάντα τὰ ἀρώματα. αἷμα ῥεῖ μαρτυρικὸν ἐπὶ τὴν ἐκκλησίαν, ἄρδον αὐτὴν ὑπὲρ Ἐδὲμ ἐκ τετραποτάμου κρήνης ποτιουμένην. προστίθενται οἱ χοροὶ τῶν ἀπ' αἰῶνος μαρτύρων, τῶν ὁμολογητῶν τὰ πάλαι μακαριζόμενα ἐν ὀφθαλμοῖς νῦν ὁρᾶται. ἆρ' οὖν οὐκ ἐπείγῃ πρὸς τὴν ἄθλησιν ὁ ἀκούων, δυσχεραίνων τὴν ὀρεινὴν ἢ τὴν ἐρημίαν ἢ τὴν ὁπωσοῦν κρυπταδίαν; ἀλλ' ὅμως μένε ἐν οἷς εἶ· ἔχεις καὶ σὺ τὸν μακαρισμὸν ἡλίκον. προσεύχου καὶ ἐπαίνει τοὺς πλεομακαρίστους, βάλλε μοι τὸν ἀόρατον δράκοντα, τρέπε μοι τὸν ἐμφύλιον τῆς σαρκὸς πόλεμον. νικάτω τὸ πνεῦμα, δουλούτω τὸ σῶμα, ὡς ἂν ἡ ψυχὴ ἐλευθεριάζοι, ἡ κυρία καὶ δέσποινα, εἰρήνην ἔχουσα πρὸς τὸν θεόν. ἐὰν οὕτω, μαρτύριον καθ' ἑκάστην, στέφανοι θεόπλοκοι. Περὶ ἡμῶν τῶν ἁμαρτωλῶν μὴ ἀνιᾶσθε, κἂν ἀκηκόατε ὅτι καὶ αὖθις ἐμαστιγώθημεν. ἠνέγκαμεν εὐχαῖς ὑμῶν εὐχαρίστως, περιχαρῶς, κἂν πρὸς ὀλίγον ἡ δρίμυξις. μόνον μὴ ἀνῆτε τὰς ὁσίας ὑμῶν χεῖρας ἐκτείνοντες· πιστεύομεν γάρ, εἰ καὶ ἀσθενεῖς λίαν, ἐν τούτῳ τὸν Ἀμαλὴκ