246
τοῖς δὲ παρεσκευαζόμην πολεμεῖν ὑπὲρ αὐτῶν, μηδένα κίνδυνον ἐκ τῶν οἰκείων ὑφορώμενος. ἐξ ὧν ἁπάντων ἄν τις μάλιστα συνίδοι, ὡς ἀδόλως καὶ καθαρῶς ὑπὲρ τῶν βασιλέως ἐπολιτευόμην παίδων ἐγώ. εἰ γὰρ οἷα διαβάλλουσιν οἱ κατηγοροῦντες διενοούμην, εἰ μή τι ἄλλο, τὸν γοῦν διεσκεδασμένον κατὰ πᾶσαν τὴν Ῥωμαίων ἀρχὴν πλοῦτον συνάγειν ἔδει, οὐδὲ ῥᾳδίως ἀριθμητὸν, ὥσπερ ἴστε ὄντα καὶ αὐτοὶ, καὶ μάλιστα χρησιμώτατον ἐσόμενον εἰς τὸν πόλεμον ἐμοί. νυνὶ δὲ ἔξεστιν ὁρᾷν οὐ βοσκημάτων μόνον πλῆθος καὶ καρπῶν, ἅπερ ἄν τις ἴσως οἰήσαιτο δυσκολίαν τινὰ παρέχειν καὶ ὑποψίαν ἀθροιζόμενα, ἀλλὰ καὶ χρυσὸν πολὺν καὶ ἄργυρον διεσκεδασμένον πανταχοῦ. καίτοι τὸ θαυμαστότερον παρῆλθον, ὡς δή τι θαυμαστὸν λέγων. οὐ μόνον γὰρ τὸν διεσκεδασμένον οὐ συνῆγον πλοῦτον, ἀλλὰ καὶ τὸν ὄντα τὸν μὲν ἐδαπάνων ἀφειδῶς ἐν ταῖς χρείαις ταῖς κοιναῖς, τὸν δ' ἑκὼν εἶναι κατελίμπανον αὐτὸς ἐν Βυζαντίῳ ἔχων ἐν χερσίν. ὀλίγαις γοῦν ἡμέραις πρότερον ἐν βασιλείοις χρείας γενομένης, ἐκ τῆς οἰκίας τῆς ἐμῆς σκεύη ἀργυρᾶ ὑπὲρ διακόσια ἠνέχθη οὐκ ὀλίγου ἄξιά τινος· ἃ μετὰ τὴν χρείαν τῶν ἐπὶ τὴν φυλακὴν ἐκείνων τεταγμένων ἀπο 2.149 λαμβάνειν δεομένων, οὐκ ἀναγκαῖον ἡγησάμην, οὐδὲν διοίσειν φάμενος ἐν τοῖς βασιλικοῖς τηρεῖσθαι ταμιείοις, ἢ ἐν οἴκοις τοῖς ἐμοῖς. ἔτι γε μὴν οὐδὲ νήσων πολλῶν καὶ πόλεων, καὶ μειζόνων καὶ ἐλαττόνων, ἐχομένων ὑπ' ἐμοῦ, ὧν τὰς μὲν ἐκ τῶν οἰκείων δαπανῶν ᾠκοδόμησα αὐτὸς, τὰς δ' ἐκ βασιλέως ἔσχον δωρεὰν, οὐδεμίαν οὔτε φρουρᾷ κατέσχον, οὔτε τινὸς ἠξίωσα προνοίας, ὥστε ἀσφαλῶς κατέχειν. οὐδέ τι τῶν ὅσα λυσιτελήσειν ἔμελλε πρὸς τὴν διάνοιαν ἐμοὶ, οὔτε εἰργασμένος, οὔτε μελλήσας ὑπ' οὐδενὸς ἐξελεγχθείην ἄν. οὐ γὰρ δήπου γε καὶ τοῦτο κατηγορήσουσιν, ὡς ἀπραγμοσύνῃ καὶ πολέμων ἀπειρίᾳ εἰς οὐδὲν προῆγμαι τῶν δεόντων. ἐγὼ δὲ οὐκ ἐξ ὧν αὐτὸς ἐπραγματευόμην μόνον, ἀλλὰ καὶ παρὰ πάντων Ῥωμαίων, οὐ τῶν νῦν ἐμοὶ συνόντων ὑμῶν μόνον, ἀλλὰ καὶ τῶν ἐν Βυζαντίῳ καὶ τῶν ἄλλοθί που γῆς διατριβόντων, ἀπόδειξιν τῆς ἀληθείας ἐναργῆ πειράσομαι ποιεῖσθαι. πολλῶν γὰρ ὄντων, καὶ μειζόνων καὶ ἐλαττόνων, πάνυ τε φιλίως ἐμοὶ διακειμένων ὁμοίως πάντων, καὶ τῶν μὲν ἐξ αἵματος προσηκόντων, τῶν δὲ φιλίας δεσμοῖς ἀλύτοις συνημμένων ἐκ πολλῶν ἐτῶν ἐμοὶ καὶ πολλὴν παρεσχημένων πεῖραν ἐν πολλοῖς τῆς εἰς ἐμὲ στοργῆς, οὐδεὶς οὔτε τῶν παρόντων ὑμῶν, οὔτ' εἴ τις ἄλλοθί που διατρίβοι, δυναιτ' ἂν ἐμοὶ τῶν κατηγορημένων ὥς τι σύνοιδεν ἐλέγχειν. καίτοι γε πᾶς τις ἂν φαίη καὶ ὀλίγα μετασχὼν φρενῶν, ὡς οὐκ ἂν δυναίμην τοιούτοις μόνος ἐπιχειρεῖν. ἀλλὰ καὶ στρα 2.150 τιᾶς ἐδέησεν ἂν, πρὸς τὴν ἐπιχείρησιν συναιρομένης, καὶ φίλων τῶν γνησιωτάτων μάλιστα καὶ πολλῆς παρασκευῆς, ἐξ ἧς οὐκ ἐνῆν, εἰ μὴ τοὺς πολλοὺς, ἀλλὰ τούς γε ἐπιτηδειοτάτους, μὴ τὴν διάνοιαν καταστοχάζεσθαι τῶν γιγνομένων. εἰ δέ τίς τι τοιοῦτον ἐξελέγχειν ἔχει, παρίτω καὶ δεικνύτω. ἀλλ' οὐκ ἂν ἔχοι. ἐγὼ γὰρ ἀνδρίας μὲν καὶ συνέσεως καὶ ἐμπειρίας τῆς πρὸς τοὺς πολέμους πολλοῖς ἂν παραχωρήσαιμι καὶ τῶν πάλαι καὶ τῶν νῦν, τρόπων δὲ εὐθύτητος καὶ ἀληθείας οὐδενί· οἷς μάλιστα νυνὶ θαῤῥήσας παῤῥησιάζομαι τοιαῦτα. εἰ δὴ ἔκ τε ὧν ἐπραγματευόμην αὐτὸς, ἔκ τε τῶν τὸν ἅπαντα χρόνον συνόντων ὑμῶν ἐμοὶ, μήθ' ὑποπτευθεὶς, μήτε εἰργασμένος φαίνομαι ὧν κατηγόρημαι μηδὲν, οὐκ ἄν τις ἂν ἐμοὶ δικαίως ἐπενέγκοι μέμψιν, ὡς οὐ προσηκόντως πρὸς τὰ πραττόμενα ἐξαγομένῳ πρὸς ὀργήν. ἔδει γὰρ βασιλίδα, τόν τε τρόπον ἐμοὶ τὸν ἐξαρχῆς ὡς οὐ διεφθαρμένος συνειδυῖαν καὶ τὴν ἐμοῦ καὶ βασιλέως ἀπαράμιλλον ἐκείνην καὶ θαυμασιωτάτην φιλίαν καὶ τὴν μετὰ τὴν ἐκείνου τελευτὴν ὑπὲρ τῶν ἐκείνου παίδων καὶ αὐτῆς πολλὴν σπουδὴν καὶ προθυμίαν, μὴ συκοφάνταις ἀνθρώποις καὶ διεφθορόσι πείθεσθαι, ἀλλ' ἐμοὶ προσέχειν ὀρθῶς καὶ δικαίως ὑπὲρ αὐτῆς πολιτευομένῳ. ἐπεὶ δὲ βάσκανός τις δαίμων τῶν ἐξητασμένων ἐπὶ φθορᾷ, τὰ μὲν ἀληθῆ καὶ δίκαια περὶ ἐμοῦ πεπεῖσθαι οὐκ ἀφῆκεν, ἐχθρὸν δὲ ἀντὶ φίλου καὶ πολέμιον ἀντὶ συμμάχου καὶ δύσ 2.151 νουν ἀντὶ πιστοτάτου πέπεικεν