246
τροφῆς δὲ μὴ προσφερομένης αὐτῇ ουθ' αἱ χεῖρες πρὸς εργον ησαν εὐκίνητοι διὰ τὴν ενδειαν τῆς γαστρὸς ἀτονήσασαι, ουθ' οἱ πόδες ερρωντο, ουτε τι ετερον τῶν μελῶν τὴν οἰκείαν ἐνέργειαν παρεῖχεν ἀπρόσκοπον, ἀλλ' απρακτα πάντα δυσκίνητά τε η καὶ τέλεον ησαν ἀκίνητα. καὶ τότε συνῆκαν οτι τὰ τῇ γαστρὶ προσφερόμενα οὐ μᾶλλον ἐκείνῃ, ἀλλ' αὐτοῖς κεχορήγηνται καὶ αὐτῶν εκαστον τῶν ἐκείνῃ προσαγομένων παραπολαύει. Τούτοις τοῖς λόγοις τὸ πλῆθος συνῆκεν ὡς αἱ τῶν εὐπόρων οὐσίαι καὶ τοῖς πένησίν εἰσιν εἰς ὠφέλειαν, καὶ εἰ κἀκεῖνοι ὠφελοῖντο ἐκ δανεισμάτων καὶ τὰς οὐσίας αυξουσιν, οὐκ εἰς βλάβην τοῦτο τῶν πολλῶν ἀποβαίνει, ὡς ει γε μὴ εχοιεν οἱ πλουτοῦντες, οὐδ' οἱ πένητες αν ἐν καιροῖς ἀναγκαίοις εξουσι τοὺς 2.130 δανείσοντας, καὶ ἀπολοῦνται χρείας κατεπειγούσης. ἐντεῦθεν ἠπιώτεροι γενόμενοι κατηλλάγησαν, κουφισμὸν τῶν ὀφειλῶν καὶ τῶν ὑπερημεριῶν αφεσιν τῆς βουλῆς ψηφισαμένης αὐτοῖς. Φοβηθέντες δὲ μὴ σκεδασθείσης αὐτοῖς τῆς συστάσεως η τὰς συνθήκας οὐκ ἐπιτελεῖς εξουσιν η κακωθῶσι διαλυθέντες καὶ αλλος κατ' αλλην πρόφασιν κολάζοιτο συνεχόμενος, συνέθεντο ἐπαρήγειν ἀλλήλοις, αν τίς τι ἀδικοῖτο, καὶ ορκους ἐπὶ τούτῳ ὑπέσχον, καὶ προστάτας αὐτίκα ἐξ ἑαυτῶν δύο προεχειρίσαντο, ειτα καὶ πλείους, ιν' ειεν αὐτοῖς κατὰ συμμορίαν βοηθοί τε καὶ τιμωροί. καὶ τοῦτο οὐχ απαξ ἐποίησαν, ἀλλ' εκτοτε τὸ πρᾶγμα ἀρξάμενον ουτω προέβαινε, καὶ ἐπ' ἐνιαυτὸν τοὺς προστάτας ὡς ἀρχήν τινα ἀπεδείκνυσαν, τῇ μὲν τῶν Λατίνων γλώσσῃ καλουμένους τριβούνους, ουτω γὰρ οἱ χιλίαρχοι κέκληνται, δημάρχους δὲ προσαγορευομένους τῇ ̔Ελληνίδι φωνῇ. ινα δὲ διαστέλληται ἡ τῶν τριβούνων προσηγορία, τοῖς μὲν τὸ τῶν στρατιωτῶν, τοῖς δὲ τὸ τοῦ πλήθους προσέθεντο πρόσρημα. ουτοι δὴ τοῦ πλήθους οἱ τριβοῦνοι η δήμαρχοι μεγάλων κακῶν αιτιοι τῇ ̔Ρώμῃ γεγόνασι. τὸ μὲν γὰρ τῶν ἀρχόντων ονομα οὐκ εσχον εὐθύς, ἰσχὺν δ' ὑπὲρ πάντας τοὺς αλλους ἐκτήσαντο, ημυνόν τε δεομένῳ παντί, καὶ πάντα τὸν ἐπιβοησάμενον σφᾶς ἀφῃροῦντο οὐκ ἐκ μόνων ἰδιωτῶν, ἀλλὰ καὶ ἀπ' αὐτῶν τῶν ἀρχόντων, πλὴν τῶν δικτατώρων. εἰ δέ τις καὶ ἀπόντας αὐτοὺς ἐπεκαλέσατο, κἀκεῖνος ἀπὸ τοῦ συνέχοντος αὐτὸν ἀπηλλάττετο καὶ η ἐς τὸ πλῆθος ὑπ' αὐτῶν εἰσήγετο η καὶ ἀπελύετο. ἀλλὰ καὶ ει τί που 2.131 εδοξεν αὐτοῖς μὴ γενέσθαι, ἐκώλυον, καν ἰδιώτης ην ὁ ποιῶν καν αρχων· καν ὁ δῆμος καν ἡ βουλὴ πράττειν εμελλέ τι καν ψηφίζεσθαι, εις δέ τις ἠναντίωτο δήμαρχος, απρακτος καὶ ἡ πρᾶξις καὶ ἡ ψῆφος ἐγίνετο. τοῦ χρόνου δὲ προϊόντος καὶ τὴν γερουσίαν ἀθροίζειν καὶ ζημιοῦν τὸν μὴ πειθαρχοῦντα καὶ μαντείᾳ χρῆσθαι καὶ δικάζειν ἐπετράπησαν η ἑαυτοῖς ἐπέτρεψαν. καὶ ο γὰρ ποιεῖν αὐτοῖς οὐκ ἐξῆν, κατώρθουν ἐκ τῆς ἀνανταγωνίστου πρὸς πᾶν τὸ πραττόμενον ὑφ' ἑτέρων ἐναντιώσεως. καὶ γὰρ καὶ νόμους εἰσήγαγον ιν' οστις αὐτοῖς εργῳ η λόγῳ προσκρούσῃ, καν ἰδιώτης ειη καν αρχων, ἱερός τε ῃ καὶ τῷ αγει ἐνέχηται. τὸ δὲ ἱερὸν ειναι ἀπολωλέναι ην· ουτω γὰρ πᾶν οπερ αν ωσπερ τι θῦμα εἰς σφαγὴν καθιερώθη, ὠνόμαστο. καὶ αὐτοὺς δὲ τοὺς δημάρχους τὸ πλῆθος σακροσάγκτους ὠνόμασαν, οιον τείχη αγια εἰς φρουρὰν τῶν σφᾶς ἐπικαλουμένων τυγχάνοντας. σάκρα γὰρ παρὰ ̔Ρωμαίοις τὰ τείχη καὶ σάγκτα τὰ αγια. εδρων ουν πολλὰ ατοπα· καὶ γὰρ καὶ ὑπάτους εβαλλον εἰς τὸ δεσμωτήριον καὶ ἐθανάτουν τινὰς μηδὲ λόγου τυγχάνοντας. καὶ οὐδεὶς αὐτοῖς ἐναντιωθῆναι ἐτόλμα· εἰ δὲ μή, καὶ αὐτὸς ἱερὸς ἐγίνετο. εἰ μέντοι τινὲς μὴ παρὰ πάντων τῶν δημάρχων κατεδικάζοντο, τοὺς μὴ ὁμογνωμονοῦντας ἐπεκαλοῦντο εἰς ἀρωγήν, καὶ ουτως εἰς δίκην καθίσταντο η παρ' αὐτοῖς ἐκείνοις η παρά τισι δικασταῖς η καὶ παρὰ τῷ πλήθει, καὶ τῆς νικώσης ἐγίνοντο. εἰς δέκα δὲ προϊόντος τοῦ χρόνου οἱ δήμαρχοι κατέστησαν· οθεν αὐτοῖς τὸ πολὺ τῆς ἰσχύος κατεβέβλητο. φύσει γὰρ ωσπερ, φθόνῳ δὲ μᾶλλον, ἀλλήλοις οἱ συνάρχοντες διαφέρονται· καὶ χαλεπὸν πολλοὺς ἐν δυνάμει μάλιστα οντας συμφρονῆσαι. αμα δὲ καὶ οἱ αλλοι διασπᾶν 2.132 τὴν αὐτῶν δύναμιν μηχανώμενοι,